1. Ἀγαθὰ καὶ Κακά. (F. 347. C. 402.) 
 Ἀγαθὰ πάντα ὑπὸ τῶν κακῶν ἐδιώχθη, ὡς ἀσθενῆ
ὄντα· εἰς οὐρανὸν δὲ ἀνῆλθον. Καὶ τἀγαθὰ ἠρώτησαν
τὸν Δία, πῶς εἶναι δεῖ μετὰ ἀνθρώπων. Ὁ δὲ εἶπε, μὴ
μετʼ ἀλλήλων πάντα, ἓν δὲ καθʼ ἓν τοῖς ἀνθρώποις
ἐπέρχεσθαι. Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς 
ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ
βράδιον ἐξ οὐρανοῦ κάτεισι. 
 Ὁ λόγος δηλοῖ, ὅτι ἀγαθῷ μὲν οὐδεὶς ταχέως 
ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθʼ ἑκάστην
πλήττεται.

2. Ἀγαλματοπώλης. (F. 128. C. 148 et p. 345. S.99.) 
 Ξύλινόν τις Ἑρμῆν κατασκευάσας, προσενεγκὼν
ἐπώλει. Μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί
τινας βουλόμενος ἐβόα, ὡς ἀγαθοποιὸν δαίμονα καὶ
κέρδους τηρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων
τινὸς εἰπόντος πρὸς αὐτόν· ,,ὦ οὗτος, καὶ τί τοῦτον
ὄντα τοιοῦτον πωλεῖς, δέον τῶν παρʼ αὐτοῦ ὠφελειῶν
ἀπολαύειν ; "ἀπεκρίνατο· ,, ὅτι ἐγὼ μὲν ταχείας
ὠφελείας τινὸς ἐπιδέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ 
κέρδη περιποιεῖν." 
 Πρὸς ἄνδρα αἰσχροκερδῆ καὶ τὸ θεῖον 
περιφρονοῦντα.

3. Ἀγροῖκος καὶ Ὀνάρια. (F. 413. C. 346.) 
 Γεωργός τις ἐπʼ ἀγροῦ γεγηρακὼς, ἐπεὶ μηδέποτε
εἰσῆλθεν εἰς ἄστυ, παρεκάλει τοὺς οἰκείους τοῦτο 
θεάσασθαι. Οἱ δὲ ζεύξαντες ὀνάρια καὶ ἐπὶ τῆς ἀπήνης 
αὐτὸν ἀναβιβασάμενοι, μόνον ἐκέλευσαν ἐλαύνειν. 
Ὁδεύοντι δὲ χειμῶνος καὶ θυέλλης τὸν ἀέρα καταλαβόντων

 
καὶ ζόφου γενομένου, τὰ ὀνάρια τῆς ὁδοῦ πλανηθέντα
εἴς τινα κρημνὸν ἐξετόπισαν τὸν πρεσβύτην. Ὁ δὲ 
μέλλων ἤδη κατακρημνίζεσθαι ,,ὦ Ζεῦ,“ εἶπε ,,τί ποτέ σε
ἠδίκησα, ὅτι οὕτω παρὰ λόγον ἀπόλλυμαι, καὶ ταῦτα
οὔθ ὐφʼ ἵππων γενναίων οὔθ’ ἡμιόνων ἀγαθῶν, ἀλλ’
ὀναρίων εὐτελεστάτων;“

4. Ἀετός. (C. 133.) 
 Ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο, λαγωὸν 
θηρεῦσαι ζητῶν. Τοῦτον δέ τις ἔβαλε τοξεύσας· καὶ τὸ
μὲν βέλος ἐντὸς αὐτοῦ εἰσῆλθεν, ἡ δὲ γλυφὶς σὺν τοῖς
πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. Ὁ δὲ ἰδὼν ἔφη·
„καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἰδίοις πτεροῖς 
ἐναποθνήσκειν.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι δεινόν ἐστιν, ὅταν τις ἐκ τῶν
ἰδίων κινδυνεύσῃ.

4b. Ἄλλως. Τοξότης καὶ Ἀετός. (C. 133. F.218.) 
 Τοξότης ἀετοῦ κατεστοχάζετο, καὶ βέλος ἀφεὶς
εἷλε τὸν ἀετόν. Ἐπιστραφεὶς δὲ ὁ ἀετὸς, καὶ τὸ βέλος
ἰδὼν ἐπτερωμένον τοῖς οἰκείοις πτεροῖς, ἔφη· „τὰ παρʼ
αὐτῶν τοῖς πολλοῖς πραγμάτων οἰκείων ἐπιβουλή.“

5. Ἀετὸς καὶ Ἀλώπηξ. (S. 1. C. 1 et p.279 sq. F. 1.) 
 Ἀετὸς καὶ ἀλώπηξ φιλεῖν ἀλλήλους συνθέμενοι,
πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας
τὴν συνήθειαν ποιούμενοι. Καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι
περίμηκες δένδρον ἐνεοττοποιήσατο· ἡ δὲ εἰσελθοῦσα
εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. Ἐξελθούσης δέ
ποτε αὐτῆς ἐπὶ νομὴν, ὁ ἀετὸς ἀπορῶν τροφῆς, 
καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας, μετὰ
τῶν αὑτοῦ νεοττῶν κατεθοινήσατο. Ἡ δʼἀλώπηξ 
ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθὲν, οὐ μᾶλλον ἐπὶ τῷ τῶν
νεοττῶν θανάτῳ ἐλυπήθη, ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ· 

 
χερσαία γὰρ οὖσα πτηνὸν διώκειν ἠδυνάτει. Διὸ
πόῤῥωθεν στᾶσα, ὃ μόνον τοῖς ἀσθενέσι καὶ ἀδυνάτοις
ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. Συνέβη δʼ αὐτῷ τῆς
εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑπελθεῖν·
θυόντων γάρ τινων αἶγα ἐπʼ ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ
βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὐ ὗ κομισθέντος
εἰς τὴν καλιὰν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ
παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε· καὶ διὰ τοῦτο
καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ ἦσαν ἔτι ἀπτῆνες
οἱ ἀετιδεῖς) ἐπὶ τὴν γῆν κατέπεσον. Καὶ ἡ ἀλώπηξ
προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς 
κατέφαγεν. 
 Ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες,
κἄν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν διʼ ἀσθένειαν, 
ἀλλ’ οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν διακρούονται
οὐδʼ ὅλως.

6. Ἀετὸς καὶ Ἄνθρωπος. (F. 23. (C. 147 et p. 345.) 
 Ἀετός ποτε ἑάλω ὑπʼ ἀνθρώπου, ὅστις τὰ πτερὰ
αὐτοῦ εὐθέως τίλας, εἴασεν αὐτὸν ἐν οἴκῳ σὺν ὄρνισιν·
ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. Ἕτερος δέ τις τοῦτον
ἐξαγοράσας, ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. Ὁ δὲ
πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον
τῷ εὐ εργέτῃ. Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα· „μὴ τοῦτον
σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε 
πάλιν κυνηγήσῃ, καὶ αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς
εὐεργἐταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκκλίνειν.

7. Ἀετὸς καὶ Κάνθαρος. (S.3. C. 2. F. 223.) 
 Ἀετὸς λαγωὸν ἐδίωκεν· ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθηόντων
ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε κάνθαρον
ἰδὼν, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαῤῥύνας αὐτὸν,

 
ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ
ἀπάγειν αὐτοῦ τὸν ἱκέτην· κἀκεῖνος ὑπεριδὼν τὴν
σμικρότητα, ἐν ὄψει κανθάρου τὸν λαγωὸν κατεθοινήσατο.
Ὁ δὲ ἀπʼ ἐκείνου μνησικακῶν διετέλει, παρατηρούμενος
τοῦ ἀετοῦ τὰς καλιὰς, καὶ εἴ ποτε ἐκεῖνος ἔτικτε, 
μετάρσιος διαιρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις
οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία
κατέφυγεν (ἐστὶ δὲ τοῦ Διὸς ἱερὸς ὁ ὄρνις), καὶ αὐτοῦ
ἐδεήθη, τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ 
παρασχεῖν. Τοῦ δὲ Διὸς ἐν τοῖς κόλποις αὐτοῦ τίκτειν
ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτο ἑωρακὼς, κόπρου
σφαῖραν ποιήσας ἀνέπτη, καὶ γενόμενος κατὰ τοὺς τοῦ
Διὸς κόλπους, ἐνταῦθα καθῆκεν. Ὁ δὲ Ζεὺς 
ἀποδύσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν
ἀποῤῥίψας τὰ ὠά· ἀπʼ ἐκείνου τε φασὶ, περὶ ὃν καιρὸν
οἱ κάνθαροι γίνονται, τοὺς ἀετούς μὴ νεοττεύειν. 
 Ὁ λόγος δηλοῖ, μηδενὸς καταφρονεῖν, λογιζομένους,
ὅτι οὐδεὶς οὕτω ἐστὶν ἀδύνατος, ὡς προπηλακισθεὶς μὴ
δύνασθαι ἑαυτὸν ἐκδικῆσαι.

8. Ἀετὸς καὶ Κολοιὸς καὶ Ποιμήν. (S. 2. C. 203 et p. 370. F.3.) 
 Ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἂργα
ἥρπασε· κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον
μιμήσασθαι ἤθελε. Καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ
τοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη· ἐμπαρέντων δʼ αὐτοῦ τῶν
ὀνύχων τοῖς μαλλοῖς, ἐξαρθὴναι μὴ δυνάμενος ἐπτερύσσετο, 
ἕως ὁ ποιμὴν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν 
συνέλαβεν αὐτόν. Καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, 
ὡς ἑσπέρα κατέλαβε, τοῖς αὐτοῦ παισὶν ἐκόμισε.
Τῶν δὲ πυνθανομένων, τί ἄν εἴη τὸ ὄρνεον, ἔφη· „ὡς
μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται,
ἀετός.“ 

 
 Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα πρὸς τῷ
μηδὲν ἀνύειν καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.

9. Ἀηδὼν καὶ Ἱέραξ. (S. 4. C. 3 et p. 281. F. 2.) 
 Ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ
σύνηθες ᾖδεν· ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει
τροφῆς, ἐπιπτὰς συνέλαβεν· ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι
ἐδέετο μεθεῖναι αὐτὴν, λέγουσα, ὡς οὐχ ἱκανή ἐστιν
ἱἐρακος γαστέρα αὐτὴ πληρῶσαι· δεῖν δὲ αὐτὸν, εἰ 
τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ
ὃς ὑποτυχὼν εἶπεν· ,,ἀλλ’ ἔγωγε ἀπόπληκτος ἄν εἴην,
εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν ἀφεὶς τὰ μηδέπω 
φαινόμενα διώκοιμι.“ 
 Ὁ λόγος δηλοῖ, ὡς οὕτω καὶ τῶν ἀνθρώπων 
ἀλόγιστοί εἰσιν οἳ δι’ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν
χερσὶν ὄντα προΐενται.

10. Ἀηδὼν καὶ Χελιδών. (C. 149.F. 260. B. 12.) 
 Ἀηδόνι συνεβούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι
ὁμόροφον καὶ σύνοικον, ὡς αὐτή. Ἡ δὲ εἶπεν· ,,οὐ θέλω 
τὴν λύπην τῶν παλαιῶν μου συμφορῶν μεμνῆσθαι,
καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ.“ 
 Τὸν λυπηθέντα ἔκ τινος τύχης καὶ τὸν τόπον 
φεύγειν θέλειν, ἔνθα ἡ λύπη συνέβη.

11. Ἀθηναῖος χρεωφειλέτης. (S. 5. C. 289. F. 328.) 
 Ἀθήνῃσιν ἀνὴρ χρεωφειλέτης ἀπαιτούμενος ὑπὸ
τοῦ δανειστοῦ τὸ χρέος, τὸ μὲν πρῶτον παρεκάλει 
ἀναβολὴν αὐτῷ παρασχέσθαι, ἀπορεῖν φάσκων· ὡς δʼ οὐκ
ἔπειθε, προσαγαγὼν ὗν, ἣν μόνην εἶχε, παρόντος 
αὐτοῦ ἐπώλει. Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος,
εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη, μὴ μόνον αὐτὴν
τίκτειν, ἀλλὰ καὶ παραδόξως· τοῖς μὲν γὰρ μυστηρίοις

 
θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. Τοῦ δὲ
ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν· ,,ἀλλὰ
μὴ θαύμαζε· αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους
τέξεται. 
 Ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ διὰ τὸ ἱδιον κέρδος οὐκ
ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.

12. Αἰγοβοσκὸς καὶ Αἶγες. (S. 6. B. 45.) 
 Αἰπόλος τὰς αἶγας αὑτοῦ ἐπὶ νομὴν ἀπελάσας ὡς
ἐθεᾶτο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης 
πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῇ δʼ
ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος
ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἔστησε
μένειν, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων
πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα
περισωρεύων πρὸς τὸ καὶ αὐτὰς ἐξιδιοποιήσασθαι.
Παυσαμένου δὲ τοῦ χειμῶνος ἐπειδὴ πάσας ἐπὶ νομὴν
ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον.
Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἰ
περιττοτέρας αὐταὶ ἐπιμελείας ἐπιτυχοῦσαι καταλείπουσιν 
αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι· ,,ἀλλὰ καὶ διʼ αὐτὸ
τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι
προσεληλυθυίας μειζόνως τῶν πάλαι σὺ προετίμησας,
δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν,
ἐκείνας ἡμῶν προκρινεῖς.“ 
 Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων προσεταιρίζεσθαι
τὰς φιλίας, οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους 
προτιμῶσι, λογιζομένους, ὅτι καὶ, κἂν ἡμῶν
ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.

12b. Ἄλλως. (F. 261. C. 150.) 
 Ἐν σπηλαίῳ ἀοικήτῳ αἰγοβοσκὸς ἐν χειμῶνι αἶγα,
ἤγαγεν. Εὗρεν δὲ ἐλεῖ ἀγρίας αἶγας καὶ τράγους, πλείονας

 
ὧν εἶχεν αὐτὸς καὶ μείζους. Τὰς ἰδίας δὲ ἀφεὶς ἐπὶ
ταῖς ἀγρίαις, ταύτας ἔτρεφε τοῖς φύλλοις. Ὅτε δὲ 
εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ,
αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. Ὁ δὲ αἰπόλος 
γελαστὸς εἰς τὸν οἶκον ἦλθε κενός. 
 Ὅτι οὐδαμῶς ἡμᾶς πρέπει ἀμελεῖν τῶν οἰκείων, ἐπʼ
ἐλπίδι κέρδους ἐξ ἀλλοτρίων γενησομένου.

13. Αἰθίοψ (F.204. C.75.) 
 Αἰθίοπά τις ὠνήσατο, τοιοῦτον εἶναι τὸ χρῶμα δοκῶν 
ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. Καὶ παραλαβὼν
οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ
λουτροῖς ἐπειρᾶτο φαιδρύνειν· καὶ τὸ μὲν χρῶμα 
μεταβαλεῖν οὐκ ἔσχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν. 
 Μένουσιν αἱ φύσεις, ὡς προῆλθον τὸ πρότερον.

14. Αἴλουρος καὶ Ἀλεκτρυών. (C.6. F. 15 S.16 B.17.) 
 Αἴλουρος συλλαβὼν ἀλεκτρυόνα, μετʼ εὐλόγου τοῦτον
αἰτίας ἠβουλήθη καταφαγεῖν. Καὶ δὴ κατηγόρει
αὐτοῦ, ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις, νύκτωρ κεκραγὼς 
καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δʼ 
ἀπολογουμένου, ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς
ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος
αἰτίαν ἐπέφερεν, ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν, μητρὶ
καὶ ἀδελφαῖς συμμιγνύμενος. Τοῦ δὲ καὶ τοῦτο πρὸς
ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν
αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών·
„ἀλλ’ εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν,
ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ, "τοῦτον κατεθοινήσατο. 
 Ὁ μῦθος δηλοῖ, ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν
αἱρουμένη, εἰ μὴ μετʼ εὐλόγου δυνηθείη προσχήματος,
ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.

15. Αἴλουρος καὶ Μύες. (S.80. C.28 et p. 294. F. 67.) 
 Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. Αἴλουρος δὲ τοῦτο
γνοὺς ἧκεν ἐνταῦθα, καὶ συλλαμβάνων ἕνα ἕκαστον
κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ
τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικέσθαι 
δυνάμενος, δεῖν ἔγνω διʼ ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. 
Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν
ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο νεκρόν. Τῶν δὲ
μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· „ἀλλʼ,
ὦ οὗτος, σοί γε, κἄν θύλαξ γένῃ, οὐ προσελευσόμεθα.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων,
ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν
ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.

16. Αἴλουρος καὶ Ὄρνιθες. (S. 7. C. 150. F. 14.) 
 Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνιθες 
νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν, καὶ τὰ τῆς 
ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παρεγένετο, καὶ
στὰς πρὸ τῆς ἐπαύλεως, ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν·
αἱ δὲ ὑποτυχοῦσαι ,,καλῶς,“ ἔφασαν, „ἐὰν σὺ ἐντεῦθεν 
ἀπαλλαγῇς.“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους 
οὐ λανθάνουσι, κἄν τὰ μάλιστα χρηστότητα 
ὑποκρίνωνται.

16b. Ἄλλως. Ὄρνις καὶ Αἴλουρος. (F. 157. C. p. 347. B. 121.) 
 Ὄρνις δήποτε κατακλιθεὶς ἠῤῥώστει· εἰς ὃν αἴλουρος
προκύψας ἔφη ταῦτα· „πῶς ἔχεις, φίλε; τί δέ σοι;
ἐάν τι χρήζῃς, ἀνάγγειλόν μοι, καὶ πάντα σοι παρέξω·
ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγιείας.“ δὲ ἀπεκρίθη
πρὸς τὸν αἴλουρον ταῦτα· „ἐὰν σὺ παρέλθῃς, ἐγὼ οὐκ
ἀποθνήσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν.“ 

 
 Τοὺς δολίους ὑποκριτὰς, τοὺς λέγοντας φιλεῖν, ὁ
μῦθος ἐλέγχει.

17. Αἲξ καὶ Αἰπόλος. (F. 203. C. 151. B. 3.) 
 Αἶγα ἀποστᾶσαν ἀγέλης ἐπανάγειν αἰπόλος ἐπειρᾶτο 
πρὸς τὰς λοιπάς. Ὠς δὲ φωναῖς καὶ συριγμοῖς
χρώμενος οὐδὲν μᾶλλον ἤνυεν, λίθον ἀφεὶς καὶ τοῦ κέρως
τυχὼν, ἐδεῖτο τῷ δεσπότῃ μὴ κατειπεῖν. Ἡ δὲ
,,ἀνούστατε“ εἶπεν ,,αἰπόλων, τὸ κέρας κεκράξεται,
κἂν ἐγὼ σιωπήσω. 
 Οὕτως λίαν εὐήθεις οἱ τὰ πρόδηλα κρύπτειν 
ἐθέλοντες.

18. Αἴξ καὶ Ὄνος. (F. 262. C. 153.) 
 Αἶγα καὶ ὄνον ἔτρεφέ τις. δὲ αἴξ φθονήσασα τῷ
ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν, ὡς ἄπειρα 
κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν· καὶ 
συνεβούλευεν ἐπίληπτον ἑαυτὸν ποιῆσαι καὶ καταπεσεῖν ἔν
τινι βόθρῳ, καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας
καὶ πεσὼν συνετρίβη. Ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας
ᾔτει βοηθεῖν. Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι
ἔλεγεν αὐτῷ, καὶ τῆς ὑγείας τυχεῖν. Τὴν δὲ αἶγα 
θύσαντες τὸν ὄνον ἰάτρευον. 
 Ὅτι ὅστις καθʼ ἑτέρου δόλια μηχανᾶται, ἑαυτοῦ 
γίνεται τῶν κακῶν ἀρχηγός.

19. Αἴσωπος ἐν ναυπηγίῳ. (S.8. C. 311 et p. 404. F.375.) 
 Αἴσωπός ποτε ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον 
εἰσῆλθε· τῶν δὲ ναυπηγῶν σκωπτόντων τε αὐτὸν
καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε·,,Τὸ
παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι· τὸν δὲ Δία βουλόμενον 
καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι, παραινέσαι αὐτῇ, 
ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. Κἀκείνη
ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου

 
δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· ἐὰν δὲ δόξῃ
αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῖν ἡ
τέχνη γενήσεται.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι οἱ τοὺς κρείττονας χλευάζοντες
λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν 
ἐπισπώμενοι.

20. Αἴσωπος καὶ Κύων.
(C. 426. ex Aristophanis Vespis v. 1402 sqq.) 
 Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἐσπέρας
θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
κἄπειτ’ ἐκεῖνος εἶπεν· ,,ὦ κύον, κύον,
εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκοῖς.“

21. Ἀλέκτορες. (C. 145. B.5.) 
 Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων,
ὁ εἷς τὸν ἕτερον κατετροπώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς
εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας, εἰς
ὕψος ἀρθεὶς καὶ ἐφʼ ὑψηλοῦ τοίχου στὰς, μεγαλοφώνως
ἐβόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν
αὐτόν. Ὁ δʼ ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς
θηλείαις ἐπέβαινεν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι κύριος ὑπερηφάνοις 
ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

21b. Ἄλλως. (C. p. 87.) 
 Ἀλεκτρυόνες συμπεσόντες ἀλλήλοις, ὡς νόμος
εἶχεν, ἐμάχοντο. Καὶ ὁ μὲν νικηθεὶς κλίνῃ ὑποδὺς ἀπεκρύπτετο, 
ὁ δὲ νενικηκὼς ἐπὶ στέγους ἀρθεὶς ἀνέκραγε
μέγιστον, τὴν νίκην κατάδηλον ἐξ ᾠδῆς ἐργαζόμενος.
Καὶ καταπτὰς ἀετὸς τοῦτον ἁρπάζει λαβών. 
 Νίκῃς ἀσφάλεια μετριότης φρονήματος.

21c. Ἄλλως. Ἀλέκτορες καὶ Ἀετος. (F. 119. C. p. 343.) 
 Μαχομένων δήποτε τῶν ἀλεκτόρων διὰ τὴν ὄρνιν,
τὸ τίς αὐτὴν ἐγγήμῃ, ὁ εἷς ἡττηθεὶς ἐκρύπτετο ἔν τινι
γωνίᾳ, ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας· ὁ δὲ ἕτερος
σφοδρῶς μέγα κοκκύσας, ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων,
ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου, φωνῶν·
„ἥττησα τὸν ἴδιον ἐχθρόν μου, τροπωσάμενος ἀντίπαλον
εἰς κράτος. Ὡς οὖν ἐβόα τοιαῦτα ὁ ἀλέκτωρ, ἧκεν
ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω, καὶ καταλαβὼν τὸν νικητὴν
ἐκεῖνον, ἢγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα, βρῶμα
ποιήσας τοῖς νεοττοῖς καὶ πόμα. Ὁ δὲ ἕτερος 
ἐλευθερίως ζήσας, ἢγετο οὕτως ἐν ἀδείᾳ τυγχάνων, λαβὼν 
κλειαν κατὰ τοῦ πολεμίου τοῦ ἐκπορθοῦντος καὶ τρο-
εὔπώσαντος τοῦτον καὶ καυχωμένου, ὡς ὄντος νικηφόρου. 
 Ὁ λόγος πρὸς ἄνδρας θεομάχους.

22. Ἀλεκτρυόνες καὶ Πέρδιξ. (S. 23. (C. 10 et p. 286. P.16.) 
 Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε
πέρδικι τιθασσῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμι-
σεν οἴκαδε ὡς συντραφησόμενον. Τῶν δὲ τυπτόντων
αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐβαρυθύμει, νομίζων
διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι, ὅτι ἀλλόφυλός ἐστι·
μικρὸν δὲ ὕστερον ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς
ἑαυτοὺς μαχομένους, καὶ οὐ πρότερον ἀποστάντας, πρὶν
ἢ ἀλλήλους πατάξαι, ἔφη πρὸς ἑαυτόν· ,,ἀλλʼ ἔγωγε οὐκ
ἄχθομαι ὑπὸ τούτων τυπτόμενος· ὁρῶ γὰρ αὐτοὺς οὐδὲ
αὐτῶν. ἀπεχομένους.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως τὰς ἐκ τῶν πέλας ὕβρεις
οἱ φρόνιμοι δέχονται, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν 
οἰκείων ἀπεχομένους.

23. Ἀλιεῖς. (S. 13. C. 13 et p. 287. F. 28.) 
 Ἁλιεῖς σαγήνην εἷλκον· βαρείας δʼ αὐτῆς οὔσης,
ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν

 
ἄγραν· ὡς δὲ ἑλκύσαντες ἐπὶ τὴν ᾐόνα τὸν μὲν ἰχθὺν
ὀλίγον εὗρον, λίθων δὲ καὶ ἄμμων μεστὴν τὴν σαγήνην,
οὐ μετρίως ἐβαρυθύμουν, οὐχ οὕτω μᾶλλον ἐπὶ τῷ
συμβεβηκότι δυσφοροῦντες, ὅσον ὅτι καὶ τὰ ἐναντία
προσειλήφασιν. Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὤν εἶπεν
,,ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γὰρ ὡς ἔοικεν
ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας
πάντως τι καὶ λυπηθῆναι.“ 
 Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον
ὁρῶντας μὴ τοῖς αὐτοῖς ἀεὶ πράγμασιν ἐπαγάλλεσθαι,
λογιζομένους, ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα
γενέσθαι.

24. Ἁλιεῖς. (C. 17 et p.289. F. 35. S. 21.) 
 Ἁλιεῖς, ἐξελθόντες ἐπʼ ἄγραν, ἐπειδὴ πολὺν χρόνον
ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ
ἀναχωρῆσαι παρεσκευάζοντο. Εὐθὺς δὲ θύννος, ὑπό
του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον
αὐτῶν εἰσήλατο. Οἱ δὲ τοῦτον λαβόντες μεθʼ ἡδονῆς
ἀνεχώρησαν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἃ μὴ τέχνη παρέσχε,
ταῦτα τύχη ἐδωρήσατο.

25. Ἁλιεύς. (S. 26. C.87. F. 241.) 
 Ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. Καὶ δὴ κατατείνας
τὰ δίκτυα ὡς περιέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα, 
προσδήσας κάλῳ λίθον, ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες
φεύγοντες ἀπαραφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. Τῶν
δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν
τοῦτο ποιοῦντα, ἐμέμφετο, ὡς τὸν ποταμὸν θολοῦντα
καὶ μὴ ἐῶντα αὐτοὺς διαυγὲς ὕδωρ πίνειν· ὁ δὲ 
ἀπεκρίνατο· ,,ἀλλʼ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται,
ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.“ 

 
 Οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα
ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιάγωσιν.

26. Ἁλιεύς. (C. 154. P. 263. B. 4.) 
 Ἁλιεὺς, τὸ πρὸς ἄγραν δίκτυον ἐκ τῆς θαλάσσης
ἐκβαλὼν, τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε,
καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν· οἱ δὲ βραχύτεροι τῶν
ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ.
Ὅτι εὔκολος ἡ σωτηρία τοῖς μὴ μεγάλως εὐτυχοῦσιν, 
τοὺς δὲ μεγάλους ὄντας τῇ δόξῃ σπανίως ἴδοις ἂν
ἐκφεύγειν τὴν δίκην.

27. Ἁλιεὺς αὐλῶν. (S. 11. C. 130 e p.332. F. 34. B.9.) 
 Ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαβὼν τοὺς 
αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν, καὶ
στὰς ἐπί τινος προβλήματος πέτρας τὸ μὲν πρῶτον ᾖδε,
νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας
οὐἐξελεύσεσθαι· ὡς δʼ αὐτοῦ ἐπὶ πολὺ διατεινομένου 
δὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ
ἀμφίβληστρον, καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς
ἰχθύας ἤγρευσεν. Ἐκβαλὼν δʼ αὐτοὺς ἀπὸ τῶν δικτύων
ἐπὶ τὴν ᾐόνα, ὡς ἐθεάσατο ἀσπαίροντας, ἔφη· ,,ὦ 
κάκιστα ζῶα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε· νῦν
δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε. 
 Πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος 
εὔκαιρος.

27b. Ἄλλως. (ex Herodoto l, c. 141.) 
 Ἴωνες καὶ Αἰολέες, ὡς οἱ Λυδοὶ τάχιστα κατεστράφατο 
ὑπὸ Περσέων, ἔπεμπον ἀγγέλους ἐς Σάρδις παρὰ
Κῦρον, ἐθέλοντες ἐπὶ τοῖσι αὐτοῖσι εἶναι τοῖσι καὶ
Κροίσῳ ἔσαν κατήκοοι. Ὁ δὲ ἀκούσας αὐτέων τὰ προΐσχοντο
ἔλεξέ σφι λόγον, ἄνδρα φὰς αὐλητὴν, ἰδόντα

 
ἰχθῦς ἐν τῇ θαλάσσῃ, αὐλέειν, δοκέοντά σφεας ἐξελεύ-
σεσθαι ἐς γῆν· ὡς δὲ ψευσθῆναι τῆς ἐλπίδος, λαβεῖν
ἀμφίβληστρον καὶ περιβαλεῖν τε πλῆθος πολλὸν τῶν
ἰχθύων καὶ ἐξειρύσαι· ἰδόντα δὲ παλλομένους, εἰπεῖν
ἄρα αὐτὸν πρὸς τοὺς ἰχθῦς· „παύεσθέ μοι ὀρχεόμενοι,
ἐπεὶ οὐδʼ ἐμέο αὐλέοντος ἠθέλετε ἐκβαίνειν ὀρχεόμενοι.
“Κῦρος μὲν τοῦτον τὸν λόγον τοῖσι Ἴωσι καὶ τοῖσι
Αἰολεῦσι τῶνδε εἵνεκα ἔλεξε, ὅτι δὴ οἱ Ἴωνες πρότερον,
αὐτοῦ Κύρου δεηθέντος διʼ ἀγγέλων ἀπίστασθαί σφεας
ἀπὸ Κροίσου, οὐκ ἐπείθοντο, τότε δὲ, κατεργασμένων
τῶν πρηγμάτων, ἔσαν ἕτοιμοι πείθεσθαι Κύρῳ.

28. Ἁλιεὺς καὶ Μαινίς. (S. 18. C. 124 et p. 326. F.20. B. 6.) 
 Ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε μαινίδα. Τῆς
δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτὴν,
ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξυνθεἔσαν συλλαβεῖν 
εἰς μείζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν· „ἀλλʼ ἔγωγε
εὐηθέστατος ἄν εἴην, εἰ τὸ παρὸν κέρδος ἀφεὶς ἄδηλον
ἐλπίδα διώκοιμι.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι αἱρετώτερόν ἐστι κέρδος τὸ 
παρὸν, κἄν μικρὸν ᾖ, τοῦ προσδοκωμένου κἂν μέγα
ὑπάρχῃ·

29. Ἀλκυών. (S. 25. C. 86. F. 240.) 
 Ἀλκυὼν ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν 
θαλάττῃ διαιτώμενον. Ταύτην λέγεται τὰς τῶν ἀνθρώπων 
θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις
νεοττοποιεῖσθαι. Καὶ δή ποτε τίκτειν μέλλουσα παρεγένετο
εἲς τι ἀκρωτήριον, καὶ θεασαμένη πέτραν ἐπὶ
θαλάσσῃ ἐνεοττοποιεῖτο ἐνταῦθα. Ἐξελθούσης δʼ αὐτῆς
ποτε ἐπὶ νομὴν, συνέβη τὴν θάλασσαν ὑπὸ λάβρων
πνευμάτων κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς,
καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. Καὶ

 
ἡ ἀλκυὼν ἐπανελθοῦσα ὡς ἔγνω τὸ γεγονὸς, εἶπεν·
„ἀλλ’ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον 
φυλαττομένη ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν
ἀπιστοτέρα.“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς 
φυλαττόμενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν
φίλοις ἐμπίπτοντες.

30. Ἀλώπεκες. (C. 155. F. 264.) 
 Ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν 
συνηθροίσθησαν, πιεῖν ἐξ αὐτοῦ θέλουσαι· διὰ δὲ τὸ 
ῥοιζηδὸν φέρεσθαι τὸ ὕδωρ, ἀλλήλας προτρεπόμεναι οὐκ
ἐτόλμων εἰσελθεῖν. Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ
εὐτελίζειν τὰς λοιπὰς, καὶ δειλίαν καταγελώσης, ἑαυτὴν 
ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ
ὕδωρ ἐπήδησεν. Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον 
κατασύραντος, καὶ τῶν λοιπῶν, παρὰ τὴν ὄχθην τοῦ 
ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν „μὴ ἐάσῃς
ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον, διʼ ἧς
ἀκινδύνως δυνησόμεθα πιεῖν,“ ἐκείνη ἀπαγομένη 
ἔλεγεν· ,,ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε
ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με, ὑποδείξω
ὑμῖν.“ 
 Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον 
ἐπιφέροντας.

31. Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα. (S. 24. C. 158.) 
 Ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἔν τινι δρυὸς
κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων 
καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν· ἐξογκωθεῖσα
δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε
καὶ ὠδύρετο. Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα εἰσήκουσε 
αὐτῆς τῶν στεναγμῶν, καὶ προσελθοῦσα ἐπυνθάνετο 

 
τὴν αἰτίαν. Μαθοῦσα δὲ τὰ γεγενημένα, ἔφη
πρὸς αὐτήν· ,,ἀλλὰ μενετέον σοι ἐνταῦθα, ἕως ἄν 
τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως
ἐξελεύσῃ.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ
χρόνος διαλύει.

31b. Ἄλλως. (F. 12. C. p. 350. B.86.) 
 Ἀλώπηξ λιμώττουσα ἐν πήρᾳ ἐθεάσατο ἐπί τινα
 καλύβην βοσκοῦ κρέα καὶ ἄρτον ὑπʼ αὐτοῦ καταλειφθέντα, 
 καὶ εἰσελθοῦσα ἔφαγεν αὐτὰ ἡδέως. Ἐξογκωθείσης 
 δὲ αὐτῆς τῆς γαστρὸς, καὶ διὰ τοῦτο μὴ δυναμένης 
ἐξελθεῖν τῆς καλύβης, ἔστενε καὶ ἐπωδύρετο.
Ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στε-
ναγμῶν, καὶ προσελθοῦσα ἐπυνθάνετο, διʼ ἣν αἰτίαν
τοῦτο ποιεῖς; Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη·
,,ἀλλὰ μένε τέως ἐνταῦθα σὺ, ἕως ἂν τοιαύτη γένῃ,
ὁποία οὖσα εἰσῆλθες.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ
χρόνος διαλύει.

32. Ἀλώπηξ καὶ Βάτος. (S. 19. C. 8 e p.285. F. 8.) 
 Ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθαίνειν 
ἔμελλε, βάτου ἐπελάβετο. Ξυσθεῖσα δὲ τὸ πέλμα
καὶ δεινῶς διατεθεῖσα, ᾐτιᾶτο αὐτὴν, εἴ γε καταφυ-
γοῦσα ἐπʼ αὐτὴν ὡς ἐπὶ βοηθὸν χείρονι αὐτῇ ἐχρήσατο
καὶ τοῦ προκειμένου. Καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν·
,,ἀλλʼ ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαβέσθαι
βουληθεῖσα, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις 
ὡς βοηθοῖς προσφεύγουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλόν
ἐστιν ἔμφυτον.

33. Ἀλώπηξ καὶ Βότρυς. (S. 15. C. 156. F. 5.170. B. 19.) 
 Ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἐπί τινος 
ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν 
περιγενέσθαι, καὶ οὐκ ἡδύνατο· ἀπαλλαττομένη δὲ πρὸς
ἑαυτὴν εἶπεν· ,,ὄμφακές εἰσιν.“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, τῶν πραγμάτων
ἐφικέσθαι μὴ δυνάμενοι διʼ ἀσθένειαν, τοὺς καιροὺς
αἰτιῶνται.

33b. Ἄλλως. (C. 156.) 
 Κερδὼ βότρυν βλέπουσα μακρᾶς ἀμπέλου,
πρὸς ὕψος ἦρτο, καὶ καμοῦσα πολλάκις
ἑλεῖν ἀπεῖπε· πρὸς ἑαυτὴν ταῦτʼ ἔφη·
„μὴ κάμνε· ῥᾶγες ὀμφακίζουσιν μάλα.“
Πρὸς τοὺς ποιοῦντας τὴν ἀνάγκην φιλοτιμίαν.

34. Ἀλώπηξ καὶ Γέρανος.
(C. 326. F. 397. ex Plut:. Symp. Disput. l, c. 5. p. 614, E.) 
 Οἱ τοιαῦτα προβλήματα καθιέντες οὐδὲν ἂν τῆς
Αἰσωπείου γεράνου καὶ ἀλώπεκος ἐπιεικέστεροι πρὸς
κοινωνίαν φανεῖεν· ὧν ἡ μὲν ἔτνος τι λιπαρὸν κατὰ
λίθου πλατείας καταχεαμένη, ἠνία ἅμα γέλωτα 
παρέχουσαν· ἐξέφευγε γὰρ ὑγρότητι τὸ ἔτνος τὴν λεπτότητα
τοῦ στόματος αὐτῆς. Ἐν μέρει τοίνυν ἡ γέρανος αὐτῇ
καταγγείλασα δεῖπνον, ἐν λαγυνίδι προὔθηκε λεπτὸν
ἐχούσῃ καὶ μακρὸν τράχηλον, ὥστε αὐτὴν μὲν καθιέναι
τὸ στόμα ῥᾳδίως καὶ ἀπολαύειν, τὴν δὲ ἀλώπεκα, μὴ
δυναμένην, κομίζεσθαι συμβολὰς πρεπούσας. 
 Οὕτω τοίνυν, ὅταν οἱ φιλόσοφοι παρὰ πότον εἰς
λεπτὰ καὶ διαλεκτικὰ προβλήματα καταδύντες, ἐνοχλῶσι
τοῖς πολλοῖς ἕπεσθαι μὴ δυναμένοις, ἐκεῖνοι δὲ πάλιν
ἐπʼ ᾠδάς τινας καὶ διηγήματα φλυαρώδη καὶ λόγους
βαναύσους καὶ ἀγοραίους ἐμβάλωσιν ἑαυτοὺς, οἴχεται

 
τῆς συμποτικῆς κοινωνίας τὸ τέλος καὶ καθύβρισται
Διόνυσος.

35. Ἀλώπηξ καὶ Δρυτόμος.
(S. 22. C. 127 e p.329. F.10. B.50.) 
 Ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα
δρυτόμον, τοῦτον ἱκέτευε κατακρύψαι αὐτήν· ὁ δʼαὐτῃ
παρῄνεσεν, εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. 
Μετʼ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν 
καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέατα
ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἡρνεῖτο
ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκέκρυπτο. 
Τῶν δὲ οὐχ οἷς ἔνευε προςσχόντων, ἀλλʼ οἷς
ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἁπαλλαγέντας, 
ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο· μεμφομένου 
δʼ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ᾽
αὐτοῦ οὐδὲ φωνῆς αὐτὸν ἠξίωσεν, ἔφη· „ἀλλʼ ἔγωγε
ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῶν
χειρῶν καὶ τοὺς τρόπους εἶχες. 
 Τούτῳ τῷ λόγῳ χρήσαιτʼ ἄν τις πρὸς ἐκείνους τῶν
ἀνθρώπων, οἵτινες τὰ μὲν χρηστὰ σαφῶς ἐπαγγέλλονται,
ἔργα δὲ φαῦλα δρῶσιν.

35b. Ἄλλως. Ἀλώπηξ καὶ Ποιμήν. (C. p.70.) 
 Ἔλαφον διώκει λέων. δὲ φεύγουσα ὑπεξάγει
καὶ καταδύεται εἰς δρυμῶνα βαθύν. Ὁ δὲ λέων, ἐπιστὰς
τῷ δρυμῷ, ἐρωτᾷ τὸν ποιμένα, εἴ που εἶδε πτήξασαν
τὴν ἔλαφον. Ὁ δὲ ποιμὴν οὐκ ἔφη εἰδέναι, καὶ
ὁμοῦ λέγων τὴν χεῖρα ἀνατείνας ἔδειξε τὸ χωρίον.
Ὤιχετο ὁ λέων ἐπὶ τὴν δειλαίαν ἔλαφον· ἡ δὲ ἀλώπηξ
πρὸς τὸν ποιμένα λέγει· ,,ὡς δειλὸς ἄρα καὶ πονηρὸς
ἦσθα, δειλὸς μὲν πρὸς λέοντας, πονηρὸς δὲ εἰς 
ἐλάφους.“

36. Ἀλώπηξ καὶ Ἐχῖνος.
(C. 314. F.384. ex Aristot. Phetor. II, c.20.) 
 Αἴσωπος ἐν Σάμῳ δημηγορῶν, κρινομένου 
δημαγωγοῦ περὶ θανάτου, ἔφη· Ἀλώπεκα διαβαίνουσαν
ποταμὸν ἀπωσθῆναι εἰς φάραγγα· οὐ δυναμένην δʼ
ἐκβῆναι πολὺν χρόνον κακοπαθεῖν, καὶ κυνοραϊστὰς
πολλοὺς ἔχεσθαι αὐτῆς· ἐχῖνον δὲ πλανώμενον, ὡς εἶδεν
αὐτὴν, κατοικτείραντα εἰπεῖν, εἰ ἀφέλοι αὐτῆς
τοὺς κυνοραῖστάς· τὴν δὲ οὐκ ἐᾶν. Ἐρομένου δὲ, διὰ
τί, ,,ὅτι οὗτοι μὲν“ φάναι ,,ἤδη μου πλήρεις εἰσὶ καὶ
ὀλίγον ἕλκουσιν αἷμα, ἐὰν δὲ τούτους ἀφέλῃ, ἕτεροι
ἐλθόντες πεινῶντες ἐκπιοῦνταί μου τὸ λοιπὸν οἷμα.“ —
„Ἀτὰρ καὶ ὑμᾶς,“ ἔφη ,,ὦ ἄνδρες Σάμιοι, οὗτος μὲν
οὐδὲν ἔτι βλάψει· πλούσιος γάρ ἐστιν· ἐὰν δὲ ἀποκτεί-
νητε, ἕτεροι ἥξουσι πένητες, οἳ ὑμῖν ἀναλώσουσι τὰ
κοινὰ κλέπτοντες.“

37. Ἀλώπηξ καὶ Κροκόδειλος. (S. 20. C.9 et p.285. F. 9.) 
 Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἢριζον.
Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν 
προγόνων λαμπρότητος, καὶ τὸ τελευταῖον λέγοντος, ὅτι
γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ὑποτυχοῦσα
ἔφη· ,,ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος
φαίνῃ, ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος.“ 
 Οὕτω καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι
τὰ πράγματα.

38. Ἀλώπηξ καὶ Κύων. (S. 41. C. 157 et p.350. F. 18.) 
 Ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα 
θηλαζόντων, τῶν ἀρνίων ἓν ἀναλαβομένη προσεποιεῖτο 
καταφιλεῖν· ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς ,,τί τοῦτο ποιεῖς;“
„τιθηνοῦμαι αὐτὸ, ἔφη, καὶ προσπαίζω.“ Καὶ ὁ κύων

 
ἔφη· ,,καὶ νῦν, ἄν μὴ ἀφῇς τὸ ἀρνίον, τὰ κυνῶν σοι
προσοίσιω. 
 Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μωροκλέπτην ὁ λόγος
εὔκαιρος.

39. Ἀλώπηξ καὶ Λέων. (F. 7. C. 5 c p.284. S. 10.) 
 Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά
τινα τύχην ὑπήντησεν αὐτῷ, τὸ μὲν πρῶτον ἰδοῦσα
αὐτὸν οὕτως ἐφοβήθη, ὡς μικροῦ καὶ ἀποθανεῖν. Ἐκ
δευτέρου δὲ αὐτῷ περιτυχοῦσα, ἐφοβήθη μὲν, ἀλλʼ
οὐχ ὡς τὸ πρότερον. Ἐκ τρίτου δὲ θεασαμένη αὐτὸν
οὕτως κατεθάρσησεν, ὡς καὶ προσελθοῦσα αὐτῷ 
διαλεχθῆναι. 
 Ὁ μῦθος δηλοῖ, ὅτι καὶ τὰ φοβερὰ τῶν πραγμάτων
ἡ συνήθεια καταπραΰνει.

40. Ἀλώπηξ καὶ Λέων. (C. 375. F. 335.) 
 Ἀλώπηξ θεασαμένη ἐγκάθειρκτον λέοντα, καὶ τούτου
στᾶσα ἐγγὺς, δεινῶς αὐτὸν ὕβριζεν. Ὁ δὲ λέων
ἔφη πρὸς αὐτήν· ,,οὐ σύ με καθυβρίζεις, ἀλλʼ ἡ 
προσπεσοῦσά μοι ἀτυχία.“ 
 Ὁ μῦθος οὗτος δηλοῖ, ὡς πολλοὶ τῶν ἐνδόξων,
δυσπραγίαις περιπίπτοντες, ὑπ εὐτελῶν ἐξουθενοῦνται.

41. Ἀλώπηξ καὶ Λέων. (C. 298. F. 210.) 
 Ἀλώπηξ λέοντι συνῆν ἐν ὑπηρέτου προσχήματι·
καὶ ἡ μὲν ἄγρας ἐμήνυεν, ὁ δὲ ἐμπίπτων ἐλάμβανεν.
Ἑκατέρῳ τοίνυν πρὸς τὴν ἀξίαν διῃρεῖτο μερίς. 
Ζηλοτυπήσασα δὲ ἡ ἀλώπηξ τῶν πλεόνων τὸν λέοντα,
θηρᾶν ἀντὶ τοῦ μηνύειν ᾑρεῖτο. Καὶ πειρωμένη 
ποίμνης τι λαβεῖν, κατέστη πρώτη τοῖς θηρῶσιν εἰς 
θήραμα. 
 Ἄρχεσθαι μᾶλλον ἀσφαλῶς ἄμεινον, ἤ κρατεῖν
σφαλερῶς.

42. Ἀλώπης καὶ Πάρδαλις. (S. 12. C. 159 et p. 351. F. 13.) 
 Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. Τῆς δὲ
παρδάλεως παρʼ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν
προβαλλομένης, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· ,,καὶ πόσον
ἐγώ σου καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ
ψυχὴν πεποίκιλμαι;“ 
 Ὁ λόγος δηλοῖ, ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων
ἐστὶν ὁ τῆς διανοίας κόσμος.

42b. Ἄλλως. (C.159. B.133.) 
 Στικτή ποτε πάρδαλις ἐκαυχᾶτο φορεῖν ἀπάντων
ζώων ποικιλωτέραν δέῤῥιν. Πρὸς ἥν ἡ ἀλώπηξ εἶπεν
,,ἐγώ σου τῆς δορᾶς κρείττονα καὶ ποικιλωτέραν 
γνώμην ἔχω.“

43. Ἀλώπηξ καὶ Πίθηκος. (S.14. C. 374. B.81.) 
 Ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ
εὐγενείας ἤριζον. Πολλὰ δὲ ἑκατέρων διεξιόντων, ἐπειδὴ
ἐγένοντο κατά τινα τόπον, ἐνταῦθα ἀποβλέψας ἀνεστέναξεν
ὁ πίθηκος· τῆς δʼ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν,
ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, ἔφη· ,,ἀλλʼ οὐ
μέλλω κλαίειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου
ἀπελευθέρων καὶ δούλων;“ Κἀκείνη πρὸς αὐτὸν ἔφη·
,,ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστάς
σε ἐλέγξει.“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα
καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσι.

43. Ἄλλως. (C. 334. F. 334.) 
 Ἀλώπηξ καὶ πίθηξ ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν. 
Παρερχόμενοι δὲ διὰ τινῶν μνημείων, ἔφη ὁ πίθηξ τῇ 
ἀλώπεκι, ὡς πάντες οἱ νεκροὶ οὗτοι ἀπελεύθεροι τῶν ἐμῶν
γεννητόρων ὑπάρχουσιν. δὲ ἀλώπηξ λέγει τῷ 

 
πίθηκι· „εὐκαίρως ἐψεύσω· οὐδεὶς γὰρ τῶν ἐνταῦθα 
ταφέντων ἀπελέγξαι σε δύναται.“ 
 Οὗτος ὁ μῦθος παριστᾷ τὸν τοὺς ψευδολόγους 
ὀρθῶς διελέγχοντα, καὶ τοὺς προδήλως τὸ ψεῦδος ἀντὶ
ἀληθείας προσφέροντας.

44. Ἀλώπηξ καὶ Πίθηκος. (S.82. C. 29 et p. 295. F. 69.) 
 Ἐν συνόδῳ τῶν ἀλόγων ζώων πίθηκος ὀρχησάμενος
καὶ εὐδοκιμήσας βασιλεὺς ὑπʼ αὐτῶν ἐχειροτονήθη·
ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ὡς ἐθεάσατο ἔν τινι παγίδι
κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς
εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ
αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ 
λαβεῖν. Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος, καὶ ὑπὸ τῆς
παγίδος συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς
ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· ,,ὦ πίθηκε, σὺ δὲ
τοιαύτην ψυχὴν ἔχων τῶν ἀλόγων ζώων βασιλεύσεις;“ 
 Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως 
ἐπιχειροῦντες σὺν τῷ δυστυχεῖς εἶναι καὶ γέλωτα 
ὁφλισκάνουσι.

45. Ἀλώπηξ καὶ Τράγος. (S.9. C. 4 et p. 281. F. 4.) 
 Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ, ἐπάναγκες ἔμενε, πρὸς
ιὴν ἀνάβασιν ἀμηχανοῦσα· τράγος δὲ δίψῃ συνεχόμενος 
ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν, 
ἐπυνθάνετο, εἰ καλὸν εἴη τὸ ὕδωρ· ἡ δὲ, τὴν
δυστυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος
κατέτεινε, λέγουσα, ὡς χρηστὸν εἴη, καὶ καταβῆναι
αὐτῷ παρῄνει. Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην
ἐπιθυμίαν, καὶ ἅμα τῷ τὴν δίψαν σβέσαι, μετὰ τῆς
ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμον.
τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν·
„ εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῷ

 
προσερεῖσαι, ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ
διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναβιβάσω.“ Τοῦ δὲ καὶ
πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος,
ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον
ἀνέβη, καὶ ἀπʼ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη,
ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. Τοῦ
δὲ τράγου μεμφομένου αὐτὴν, ὡς τὰς ὁμολογίας
παραβαίνουσαν, ἐπιστραφεῖσα εἶπεν· ,,ὦ οὗτος, ἀλλʼ εἰ 
τοσαύτας φρένας εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ
πρότερον δὴ κατεβεβήκεις, πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω.“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον
τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθʼ οὕτως αὐτοῖς
ἐπιχειρεῖν.

45b. Ἄλλως. (C. p.6.) 
 Τράγος, ἐν θέρει σφοδρῶς διψήσας, κατῆλθεν εἰς
βαθύκρημνον ὕδωρ πιεῖν. Πιών δὲ καὶ χορτασθεὶς οὐκ
ἡδύνατο ἀνελθεῖν καὶ μετενόει καὶ βοηθὸν ἐζήτει. Ἀλώπηξ
δὲ τοῦτον ἰδοῦσα ἔφη· ,,ὦ ἀνόητε, εἰ τόσας φρένας
εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ
ἂν κατέβης, ἢ μὴ τὴν ἄνοδον ἐσκέεψω.“ 
 Ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων,
 οὕτω ποιεῖσθαι (ποιεῖν ?).

46. Ἀλώπηξ κόλουρος. (S.17. C.7 et p.284. F. 6.) 
 Ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα,
ἐπειδὴ διʼ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν,
ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προσαγαγεῖν, 
ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψη.
Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς
ἀποκόπτειν, λέγουσα, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο,
ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. Τού-
των δέ τις ὑποτυχοῦσα ἔφη· ,,ὦ αὕτη, ἀλλʼ εἰ μή σοι
τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευσας.“ 

 
 Ὁ λόγος πρὸς ἐκείνους, οἳ τὰς συμβουλίας ποιοῦνται
 τοῖς πέλας οὐ διʼ εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς
συμφέρον.

47. Ἀλώπηξ πρὸς μορμολύκειον. (S.27.) 
 Ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον, καὶ
ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδῶν
προσώπῳ, τοῦτο ἐπάρασα εἶπεν· ,,οἵα κεφαλὴ
ἐγκέφαλον οὐκ ἔχει.“ 
 Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν
σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον.

47b. Ἄλλως. (C. 11 et pp.286. F. 11) 
 Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ, καὶ ἕκαστα
τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν
μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀνα-
λαβοῦσα ταῖς χερσὶν ἔφη· ,,ὦ οἵα κεφαλὴ, καὶ ἐγκέ-
φαλον οὐκ ἔχει.“ 
 Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώ-
ματι, κατὰ δὲ ψυχὴν ἀλογίστους.

48. Ἀνδροφόνος. (S. 32. C. 160 et p. 351. F. 29.) 
 Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν αὐτοῦ συγγενῶν 
ἐδιώκετο. Γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν,
λύκου αὐτῷ ἀπαντήσαντος, φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον
τῷ ποταμῷ παρακείμενον, κἀκεῖ ἐκρύπτετο. Θεασάμενος
δὲ ἐνταῦθα ἔχιν κατʼ αὐτοῦ ἐρχόμενον, ἑαυτὸν
εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τούτῳ ὑποδεξάμενος
αὐτὸν κροκόδειλος κατεθοινήσατο. 
 Ὁ λόγος δηλοῖ, ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε
γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστιν.

49. Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος. (S.34.C. 15 et p.288 F.31) 
 Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ
παρὰ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο 

 
ἑκατόμβην ποιῆσαι, ἐπαγγειλάμενος καὶ ἀναθήματα καθιερώσειν,
ἐὰν ἐξαναστῇ. Τῆς δὲ γυναικὸς, ἐτύγχανε γὰρ
αὐτὴ παρεστῶσα, πυνθανομένης ,,καὶ πόθεν αὐτὰ
ἀποδώσεις ;“ ἔφη· ,, νομίζεις γάρ με ἐξαναστήσεσθαι,
ἵνα καὶ ταῦτα οἱ θεοὶ ἀπαιτήσωσι;“ 
 Ὁ λόγος δηλοῖ, ὅτι ταῦτα ῥᾳδίως οἱ ἄνθρωποι 
κατεπαγγέλλονται, ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσι.

50. Ἀνὴρ Ἀθηναῖος καὶ Θηβαῖος. (B. 15) 
 Ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ
κοινῶς ὁδεύων, ὥσπερ εἰκὸς, ὡμίλει·
ῥέων δʼ ὁ μῦθος ἦλθε μέχρις ἡρώων,
μακρὴ μὲν ἄλλως ῥῆσις οὐδʼ ἀναγκαίη.
τέλος δʼ ὁ μὲν Θηβαῖος υίὸν Ἀλκμήνης
μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει·
ὁ δʼ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων
Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης
ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης.
λέγων δʼ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ·
ὁ δʼ ἄλλος, ὡς Βοιωτὸς, οὐκ ἔχων ἴσην
λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ·
,,πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη
Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δʼ Ἀθηναίοις·“ 
 Ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ
τῶν ὑπεξουσίων. [Είς ματαιολογίας καὶ ἔριδας.]

51. Ἀνὴρ, Ἵππος καὶ Πῶλος. (C.383. F. 343.) 
 Ἀνήρ τις ἐπωχεῖτο θηλείᾳ τινὶ ἵππῳ ἐγκύῳ ὑπαρχούσῃ, 
καὶ ὁδοιποροῦντος αὐτοῦ πῶλον ἡ ἵππος ἀπέτεκεν. 
Ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος,
καὶ ταχέως ἰλιγγιάσας, πρὸς τὸν τῆς ἰδίας μητρὸς 
ἐπιβάτην ἔλεγεν· ,,ἰδοὺ, ὁρᾷς με βραχύτατον καὶ πρὸς
πορείαν ἀδύνατον· γίνωσκε τοίνυν, ὡς εἰ ἐνταῦθα

 
ἐγκαταλίπῃς με, αὐθωρὸν διαφθείρομαι. Εἰ δὲ ἐντεῦθεν 
ἄρῃς με, καὶ ἀπαγάγῃς ἐν τόπῳ, καὶ ἀνατραφῆναι
παρασκευάσῃς, οὕτως αὐξυνθεὶς ἐν ὑστέρῳ ἐποχεῖσθαί
μοι ποιήσω σε.“ 
 Ὁ μῦθος δηλοῖ, ὡς ἐκείνους χρὴ εὐεργετεῖν, ὑφʼ
ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιίας ἐλπίζεται.

52. Ἀνὴρ καὶ Γυνή. (S. 96. C.93. P.246.) 
 Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς κατʼ οἶκον
λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς
τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ
προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε.
Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο,
πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο; Τῆς δὲ εἰπούσης·
,,οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο,“ ἔφη
πρὸς αὐτήν· ,,ἀλλʼ ὦ γύναι, εἰ τούτοις ἀπήχθου, οἵ
ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι,
τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν τὴν ἡμέραν
συνδιέτριβες;“ 
 Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ
τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.

53. Ἀνὴρ καὶ Κύκλωψ. (C. 384. P.344.) 
 Ἀνήρ τις τῶν εὐλαβῶν τυγχάνων [τάχα], καὶ τοῖς
πρακτέοις σεμνὸς, ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς
ἰδίοις παισὶ συμβιοτεύων, μετὰ ταῦτα ἐνδείᾳ περιπίπτει
ἐσχάτῃ, καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν, ἐβλασφήμει 
τὸ θεῖον, καὶ ἑαυτὸν ἀνελεῖν ἀπηναγκάζετο.
Λαβὼν οὖν σπάθην, ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξῄει,
θανεῖν μᾶλλον αἱρετισάμενος, ἤπερ κακῶς ζῆν. 
Πορευόμενος δὲ λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκὼς,
ἐν ᾧ χρυσίον οὐκ ὀλίγον παρά τινος τῶν γιγανταίων
ἀπετέθειτο, ᾧ Κύκλωψ τὸ ὄνομα. Ἰδὼν δὲ ὁ [δῆθεν]

 
εὐλαβὴς ἀνὴρ τὸ χρυσίον, φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως 
γίνεται, καὶ ῥίπτει μὲν τῆς χειρὸς τὸ ξίφος, αἴρει
δὲ τὸ χρυσίον ἐκεῖθεν, καὶ ἄσμενος ἐπὶ τὴν οἰκίαν
καὶ τοὺς παῖδας αὐτοῦ ἐπανέρχεται. Εἶτα ὁ Κύκλωψ ἐπὶ
τὸν λάκκον ἐλθών, καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκὼς,
ἀντʼ αὐτοῦ δὲ κείμενον ἐκεῖσε τὸ ξίφος ἐωρακὼς, αὐτίκα
τοῦτο σπασάμενος ἑαυτὸν διεχειρίσατο. 
 μῦθος οὗτος δηλοῖ, ὡς τοῖς σκαιοῖς ἀνδράσιν
ἀκολούθως ἐπισυμβαίνει τὰ φαῦλα· τοῖς δὲ ἀγαθοῖς
καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύεται.

54. Ἀνὴρ καὶ Μοιχός. (B. 116.) 
 Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως·
γυνὴ δʼ ἀκούει τοῦδε, κἀξαναστᾶσα
θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα
λαμπρᾶς σελήνης ἐν φάει καλὸν λίην,
τὸν ἄνδρʼ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι,
κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω
ἐλθοῦσ’ ἐποίει τὴν προθυμίην πλήρη.
ἁνὴρ δὲ ταύτης ἐξανίστατʼ ἐξαίφνης,
ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω
ἀμηχανῶν τε καὐτὸς ἦλθεν εἰς οἶμον·
καὶ τῇ συνεύνῳ φησί· ,,μηδὲν ἐκπλήσσου,
τὸν παῖδα δʼ ἡμῶν πεῖσον εἰς δόμους εὕδειν.“
ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος,
ἄμφω θελόντων δρᾶν τι, χἥδʼ ἐρᾳθύμει. 
 Τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου,
κακόν ἐστι χαίρειν, ὅταν ἔχῃ τις ἐκτῖσαι.

55. Ἀνὴρ κακοπράγμων. (S. 36. C. 16 et p.288. F.32.) 
 Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα 
ψεθδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ
προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα, καὶ τοῦτο

 
τῷ ίματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ίερὸν, καὶ στὰς ἄντικρυς
ἐπηρώτα, πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ
ἄπνουν; βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζῶν τὸ
στρουθίον ἐπιδεῖξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. 
Καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακοτεχνίαν 
εἶπεν· ,,ἀλλʼ ὦ οὗτος, πέπαυσο· ἐν σοὶ γὰρ ἔστι, τοῦτο
ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι.

56. Ἀνὴρ μεσαιπόλιος καὶ ἑταῖραι.
(S. 31. C. 162 et p.352. F. 199. B. 22.) 
 Ἀνὴρ μεσαιπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν
νέα, ἡ δὲ πρεσβῦτις. Καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη 
νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς
αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας 
περιαιρουμένη· ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα 
ἐραστὴν ἔχειν, τὰς πολιὰς αὐτοῦ ἀπέσπα. Καὶ οὕτω 
συνέβη ὑπὸ ἀμφοτέρων αὐτὸν περιτιλλόμενον φαλακρὸν
γενέσθαι. 
 Οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστι.

56b. Ἄλλως. (C. 162.) 
 Ἀνήρ τις, μέσην ἔχων ἥβην, δύο ἔσχεν ἑταίρας,
μίαν μὲν γραῦν, τὴν δὲ ἑτέραν νέαν. Τούτῳ ἡ μὲν
γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον
θέλουσα, ἡ δὲ νέα τὰς πολιάς· ἕως αὐτὸν φαλακρὸν
ἐποίησαν καὶ ὄνειδος ἀπάντων. 
 Ὅτι ἐλεεινός ἐστιν ὃς εἰς γυναῖκας ἐμπίπτει.

57. Ἀνὴρ πηρός. (S.37. C. 161 e p.351. F. 17.) 
 Ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιτιθέμενον εἰς τὰς
χεῖρας αὐτῷ ζῶον ἐφαπτόμενος λέγειν, ὁποῖόν τι ἐστι.
Καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας

 
καὶ ἀμφιγνοῶν εἶπεν· ,,οὐκ οἶδα, πότερον λύκου εἴη
ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζώου γέννημα· τοῦτο
μέντοι σαφῶς ἐπίσταμαι, ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ
ζῶον προβάτων ποίμνῃ συνιέναι. 
 Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ
τοῦ σώματος καταφαίνεται.

58. Ἀνὴρ φέναξ. (S.28. C. 18 et p. 289. F.36.) 
 Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο
τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν·
οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι, ῥαΐσαι
τάχιστα αὐτὸν παρεσκεύασαν. Κἀκεῖνος ἐξαναστὰς
ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας 
ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· ,,ἀπέχετε τὴν
εὐχὴν, ὦ δαίμονες.“ Οἰ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν
μέρει ἀντιβουκολῆσαι, ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες 
ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσειν ἀττικὰς
χιλίας. Καὶ ὃς περιχαρὴς γενόμενος, δρομαῖος
ἧκεν ἐπὶ τὴν ᾐόνα, ἔνθα δὴ λῃσταῖς περιτυχὼν ἀπήχθη,
καὶ ὑπʼ αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας. 
 Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.

59. Ἀνθρακεὺς καὶ Γναφεύς. (S. 29. C. 12 et p. 286. F.27.) 
 Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος καὶ θεασάμενος 
γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει 
αὐτὸν, ὅπως σύνοικος αὐτῷ γένηται, διεξιὼν
ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστεροι [διὰ]
μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχών ἔφη
πρὸς αὐτόν· ,,ἀλλʼ ἔμοιγε παντελῶς τοῦτό ἐστιν 
ἀδύνατον· ὃ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολήσεις.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν
ἐστι.

60. Ἄνθρωπος ἀριθμῶν τὰ κύματα.
(C. 333. F. 403. ex Luc. Hermot. c.84.) 
 Αἴσωπος ἔφη, ἄνθρωπόν τινα ἐπὶ τῇ ἠϊόνι καθεζόμενον 
ἐπὶ τὴν κυματωγὴν ἀριθμεῖν τὰ κύματα, σφαλέντα 
δὲ ἄχθεσθαι καὶ ἀνιᾶσθαι, ἄχρι δὴ τὴν κερδὼ
παραστᾶσαν εἰπεῖν αὐτῷ· ,,τί, ὦ γενναῖε, ἀνιᾷ τῶν
παρελθόντων ἕνεκα, δέον τὰ ἐντεῦθεν ἀρξάμενον 
ἀριθμεῖν, ἀμελήσαντα ἐκείνων;“

61. Ἄνθρωπος καὶ Ἀλώπηξ. (F. 265. C.163. B. 11.) 
 Ἀλώπεκά τις ἐχθρὰν ἔχων, ὡς βλάπτουσαν αὐτὸν
κρατήσας, καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα 
ἐλαίῳ βεβρεγμένα τῇ οὐρᾷ προσδήσας ὑφῆψε.
Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει· 
ἦν δὲ καιρὸς ἀμητοῦ. δὲ ἠκολούθει θρηνῶν 
μηδὲν θερίσας. 
 Ὅτι πρᾷον εἶναι χρὴ, καὶ μὴ ἀμέτρως θυμοῦσθαι·
ἐξ ὀργῆς γὰρ πολλάκις τυγχάνει βλάβην γίνεσθαι μεγάλην 
τοῖς δυσοργήτοις.

61b. Ἄλλίως. Γεωργὸς καὶ Ἀλώπηξ. (C. 304. P. 221.) 
 Γεωργῷ πονηρῷ φθόνον ἐνεποίει τὸ τοῦ γείτονος
αὐξανόμενον λήϊον, καὶ διαφθείρειν τοὺς ἐκείνου πόνους 
ἐζήτει. Καὶ θηράσας ἀλώπεκα, προσάψας δαλὸν,
πρὸς τὸ τοῦ γείτονος ἀφίησι λήϊον. Ἡ δὲ καθʼ ἧς ἀφεῖτο
μὴ παριοῦσα, βουλομένου τοῦ δαίμονος τὸ τοῦ πέμψανττος 
ἐνέπρησεν λήϊον. 
 Πονηροὶ γείτονες πρῶτοι τῆς ἑτέρων μετέχουσι
βλάβης.

62. Ἄνθρωπος καὶ Κύων. (C. 129 et p.331 sq. F.22. B. 42.) 
 Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινα
τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον

 
κύνα ἐκάλει, λέγων· ,,ὠ φίλε, δεῦρο συνδείπνησόν
μοι.“ Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ
μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· ,,βαβαὶ, πόση μοι
χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ, καὶ
εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε 
πεινᾶσαι.“ Ταῦτα καθʼ ἑαυτὸν λέγοντος τοῦ κυνὸς, καὶ
ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαβῥοῦντος,
ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον
περιστρέφοντα, κατασχών τὰ σκέλη αὐτοῦ, ἔῤῥιψε 
παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει 
μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθʼ ὁδὸν αὐτῷ
συναντώντων, ἐπηρώτα· ,,πῶς ἐδείπνησας, φίλος;“
Ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· ,,ἐκ τῆς πολλῆς πόσεως 
μεθυσθεὶς ὑπὲρ κόρον, οὐδὲ τὴν ὁδὸν αὐτὴν, ὅθεν
ἐξῆλθον, οἶδα.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαῤῥεῖν τοῖς ἐξ ἀλλοτρίων 
 εὖ ποιεῖν ἐπαγγελλομένοις.

63. Ἄνθρωπος καὶ Λέων συνοδεύοντες.
(F. 169. C. 219 et p.374.) 
 Ποτὲ συνώδευσε λέων ἀνθρώπῳ. Ἐκαυχῶντο οὖν
πρὸς ἀλλήλους τοῖς λόγοις. Εὖρον δὲ ἐν τῇ ὁδῷ πετρίνην
στήλην ὁμοίαν ἀνδρὶ, ἑτέραν στήλην λέοντος 
συμπνίγουσαν. Καὶ ὁ ἄνθρωπος ὑποδείξας πρὸς αὐτὴν,
ταῦτα ἔφη· ,,ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων,
καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον.“ Ὑπολαβὼν δὲ ὁ λέων
ἔφη· ,,ὑφʼ ὑμῶν εἰσιν οὕτω ταῦτα γινόμενα καὶ 
πραττόμενα· εἰ γὰρ ᾔδεσαν λέοντες γλύφειν λίθους, 
πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ καυχώμενοι πειρῶνται
ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες 
τοιοῦτοι.

63b. Ἄλλως. (C. 219.) 
 Εἰς ἔριν ἀλλήλοις ἀνήρ τε καὶ λέων προῆλθον· καὶ
ὁ μὲν ἀνὴρ τὸ τῶν ἀνθρώπων κρεῖττον ἀπέφηνε γένος,
ὁ δὲ τοῖς λέουσιν ἐδίδου τὸ πλέον. Ἁμιλλωμένων δὲ
περὶ τοῦ κρείττονος, πίστιν ὁ ἀνὴρ ἐξ εἰκόνος ἐλάμβανεν,
ἐν ᾗ λέων ἐγέγλυπτο ἐξ ἀνδρὸς ἁλισκόμενος. Καὶ
πρὸς ἐκεῖνον ὁ λέων· ,,εἰ καὶ παρʼ ἡμῖν ἦσαν οἱ γλύ-
φοντες, πλείους ἂν εἶδες ἑαλωκότας ἐκ λεόντων ἀν-
θρώπους ἢ παρʼ ἀνθρώπων λέοντας.“ 
 Ὁ τοῖς ἴσοις δικαίως χρώμενος οὐκ ἀπορήσει τῆς
νίκης.

64. Ἄνθρωπος καὶ Σάτυρος. (S. 35. C. 126. F. 26.) 
 Ἄνθρωπόν ποτε λέγεται πρὸς Σάτυρον φιλίαν
σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύ-
χους γενομένου ὁ ἄνθρωπος τὰς χεῖρας τῷ στόματι ἐπέ-
πνει. Τοῦ δὲ Σατύρου τὴν αἰτίαν ἐρομένου, διʼ ἣν
τοῦτο πράττει, ἔλεγεν, ὅτι θερμαίνει τὰς χεῖρας διὰ
τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης
καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος
ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ
ἐφύσα· πυνθανομένου δὲ πάλιν τοῦ Σατύρου, τί τοῦτο
ποιεῖ; ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν 
ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ ἀποτάσσομαί 
σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος
τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.“ 
 Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν
ἀμφίβολός ἐστιν ἡ διάθεσις.

65. Ἄνθρωπος καὶ Τέττιξ. (C. 344. F. 411.) 
 Ἀνήρ τις, ἀκρίδας συλλέγων καὶ ἀποκτιννὺς, εἷλε
καὶ τέττιγα. Ἐπεὶ δὲ κἀκεῖνον ἠβούλετο κτεῖναι, φησὶν 
ὁ τέττιξ· ,, ἄνθρωπε, μή με μάτην ἀνέλῃς· ἐγὼ

 
γὰρ οὔτε στάχυν βλάπτω, οὔτʼ ἄλλο τι τῶν ἀπάντων
σε ἀδικῶ· τῇ κινήσει δὲ τῶν ἐν ἐμοὶ ὑμένων ἡδὺ φθέγγομεαι,
τέρπων τοὺς ὁδοιπόρους· φωνῆς οὖν παρʼ ἐμοὶ
πλέον οὐδὲν εὑρήσεις.“ Κἀκεῖνος, ταῦτα ἀκούσας,
ἀφῆκεν ἀπιέναι.

65b. Ἄλλως. Τέττιξ καὶ ἀνήρ. (C. 385.) 
 Τέττιξ, ἄνδρα τινὰ θεασάμενος κατασχεῖν αὐτὸν
μηχανώμενον, ἔφη πρὸς αὐτόν· „ἐκείνοις τοῖς ὀρνέοις
ἐπέρχου, παρʼ ὧν σοι καὶ ὄφελός τι προσγενήσεται·
ἐμὲ γὰρ εἰ κατάσχῃς, οὐδὲν ἐξ ἐμοῦ τὸ παράπαν 
κερδανεῖς.“ 
 Ὁ μῦθος δηλοῖ, ὡς οὐ χρή τινα τῶν ἀχρήστων καὶ
ἀνονήτων ἐφίεσθαι.

66. Ἄνθρωπος καταθραύσας ἄγαλμα.
(C. 128 et p.330. F.21. B. 119.) 
 Ἄνθρωπός τις, ξύλινον ἔχων θεὸν, πένης ὢν καθικέτευε
τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτʼ ἔπραττε, καὶ
μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς ἐκ τοῦ σκέλους ἂρας
αὐτὸν τῷ τοίχῳ προσέκρουσε. Τῆς δὲ κεφαλῆς αὐτοῦ
παραχρῆμα κλασθείσης, ἔῤῥευσε χρυσὸς ἐξ αὐτῆς, ὃν
συναγαγὼν ὁ ἄνθρωπος ἐβόα· ,,στρεβλὸς τυγχάνεις,
ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν 
ὠφέλησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν, πονηρὸν 
ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφελήσεις.

67. Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών. (S. 71. C. 26. P. 295.) 
 Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν·
Οὐκ οἶδα τίς γένωμαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκβέβλημαι
τῶν φρενῶν, καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με
φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία. Ποία γὰρ τύχη
ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; Ἡ μὲν γὰρ

 
ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ· ἀγαπᾷ μὲν
τὸν χρυσὸν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· 
ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. Ὤ
τύχης διδούσης καὶ μὴ λαμβάνεσθαι συγχωρούσης! ὤ
θησαυρὸς ἡδονὴν μὴ ἔχων! ὤ χάρις δαίμονος ἄχαρις
γενομένη! Τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν
ἔλθω μηχανὴν; ἂπειμι τοὺς οἰκέτας δεῦρο κομίσων,
λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ· κἀγὼ
πόῤῥω ἔσομαι θεατής. 
 Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον, μὴ τολμῶντα
προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.

68. Ἄραψ καὶ Κάμηλος. (B.8.) 
 Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα,
πότερʼ ἀναβαίνειν μᾶλλον ἢ κάτω βαίνειν
αἱροῖτο. χὡ κάμηλος, οὐκ ἄτερ μούσης,
εἶφ’. „ἡ γὰρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη;“
Ὁ λόγος εὔθετος πρὸς ἄνδρας διεστραμμένους τῆς
εὐθείας ὁδοῦ ἐκκλίνοντας.

69. Ἄρκτος καὶ Ἀλώπηξ. (C. 165. F. 25. B. 14.) 
 Ἄρκτος τίς ποτε μεγάλως ἐκαυχᾶτο, ὡς φιλανθρωπότατον 
πάντων ἐστὶ τῶν ζώων· φασὶ γὰρ ἄρκτον νεκρὸν 
μηδὲν βιβρώσκειν. Ἡ δὲ ἀλώπηξ ἀκούουσα ταῦτα
ἐμειδίασε, καὶ πρὸς αὐτὴν ἀντέφη· „εἴθε τοὺς νεκροὺς
ἤσθιες καὶ μὴ τοὺς ζῶντας.“ 
 Ὁ μῦθος τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει 
βιοῦντας ἐλέγχει.

70. Ἀρότης καὶ Λύκος. (S. 38.) 
 Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ πότον ἀπήγαγε· λύκος
δὲ λιμώττων καὶ τροφὴν ζητῶν ὡς περιέτυχε τῷ 
ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας 
περιέλειχε, λαθὼν δὲ κατὰ μικρὸν, ἐπεὶ καθῆκε τὸν αὐχένα,

 
ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον
ἔσυρεν. Ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν
ἔλεγεν· „εἴθε γὰρ, ὦ κακὴ κεφαλὴ, καταλιπὼν τὰς
ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης.“ 
 Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων κἂν χρηστότητα
ἐπαγγέλλωνται, ψεύδονται.

71. Ἀσπτάλαξ. (C.51.) 
 Ὁ ἀσπάλαξ τυφλὸν ζῶόν ἐστι. Φησὶν οὖν ποτε τῇ
μητρί· ,,συκαμινέαν, μῆτερ, ὁρῶ.“ Εἶτα αὖθίς φησι·
„λιβάνου ὀσμῆς πεπλήρωμαι.“ Κἀκ τρίτου πάλιν 
„χαλκῆς“ φησὶ „ψηφῖδος κτύπον ἀκούω. δὲ μήτηρ 
ὑπολαβούσα εἶπεν· ,,ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ 
μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. 
 Ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ 
ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις 
ἐλέγχονται.

71b. Ἀλλως. Σπάλαξ καὶ Μήτηρ. (S. 210. C. 307. F. 177.) 
 Σπάλαξ (ἔστι δὲ τοῦτο τὸ ζῶον τυφλὸν) λέγει τῇ
μητρὶ αὐτοῦ, ὅτι βλέπω· κἀκείνη πειράζουσα αὐτὸν
χόνδρον λιβανωτοῦ δοῦσα αὐτῷ ἐπηρώτα, τί τοῦτο εἴη.
Τοῦ δὲ εἰπόντος ψηφῖδα, ἡ μήτηρ εἶπεν· ,,ὦ τέκνον,
οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις
ἀπώλεσας.“ 
 Οὕτως ἔνιοι τῶν ἀλαζόνων, μέχρις οὗ τὰ ἀδύνατα
κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.

72. Ἀστρολόγος. (S. 40. C. 166 e p.354. F. 19.) 
 Ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς
ἀστέρας ἐπισκοπῆσαι· καὶ δή ποτε περιιὼν εἰς τὸ 
προάστειον, καὶ τὸν νοῦν ὅλον ἔχων ἐν τῷ οὐρανῷ, ἔλαθε
καταπεσὼν εἰς φρέαρ. Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος,

 
παριων τις ὡς ἢκουσε τῶν στεναγμῶν, προσελθὼν
καὶ μαθὼν τὰ συμβεβηκότα, ἔφη πρὸς αὐτόν· ,,ὦ οὗτος, 
σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς
γῆς οὐχ ὁρᾷς;“ 
 Τῷ λόγῳ τούτῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τῶν
ἀνθρώπων, οἳ παραδόξως ἀλαζονεύοντες οὐδὲ τὰ κοινὰ
τοῖς ἀνθρώποις ἐπιτελεῖν δύνανται.

73. Ἀφροδίτη καὶ Δούλη. (B.10.) 
 Αίσχρᾶς τις ἢρα καὶ κακοῤῥύπου δούλης
ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ
ἅπανθʼ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης,
σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας,
πάσῃ μάχην συνῆπτεν οἰκοδεσποίνῃ·
τὴν δʼ Ἀφροδίτην, ὥσπερ αἰτίην τούτων,
λύχνοις ἐτίμα καὶ καθʼ ἡμέραν πᾶσαν
ἔθυεν, ηὔχεθ’, ἱκέτευεν, ἠρώτα·
ἕως πότʼ αὐτῶν ἡ θεὸς καθευδόντων
ἦλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ
„μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ·
τούτῳ χολοῦμαι“ φησὶν, ,,ᾧ καλὴ φαίνῃ.“ 
 Ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων
θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.

74. Βάτραχοι. (C. 19. F. 38. S. 43.) 
 Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο· θέρους δὲ ξηρανθείσης 
τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. 
Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν
ἅτερος θατέρῳ φησί· ,,συγκατέλθωμεν, ὦ οὗτος, εἰς
τόδε τὸ φρέαρ.“ Ὁ δὲ ὑπολαβών εἶπεν· „ἂν οὖν καὶ τὸ
ἐνθάθε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι 
 τοῖς πράγμασιν.

75. Βάτραχοι. (S.69. C.84.F.238.) 
 Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίαζον· ἐνέμοντο δὲ ὁ
μὲν βαθεῖαν καὶ τῆς ὁδοῦ πόῤῥω λίμνην, ὁ δὲ ἐν ὁδῷ
μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος 
θατέρῳ μεταβῆναι πρὸς αὐτὸν, ἵνα καὶ ἀμείνονος 
καὶ ἀσφαλεστέρας διαίτης ἀπολαύῃ, ἐκεῖνος οὐκ
ἐπείθετο λέγων, δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου
συνηθείας· ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν 
ὀλέσαι αὐτόν. 
 Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδεύμασιν 
 ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι, πρὶν
ἢ ἐπὶ τὰ καλλίονα τραπέσθαι.

76. Βάτραχοι αἰτοῦντες βασιλέα. (S. 44. C. 167.) 
 Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις 
ἔπεμιψαν ἐπὶ τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς
παρασχεῖν. Ὁ δὲ συνιδὼν τὴν εὐήθειαν, ξύλον εἰς
τὴν λίμνην καθῆκε. Καὶ οἱ βάτραχοι τὸ μὲν πρῶτον
καταπλαγέντες τὸν ψόφον, ἑαυτοὺς εἰς τὰ βάθη τῆς
λίμνης ἐδίδοσαν· ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον,
ἀναδύναντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὡς
ἐπιβαίνοντας αὐτῷ ἐπικαθέζεσθαι. Ἀναξιοπαθοῦντες
δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν
Δία, καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν 
ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. Καὶ ὁ Ζεὺς
ἀγανακτήσας κατʼ αὐτῶν, ὕδραν αὐτοῖς ἐπέπεμψεν, ὑφʼ
ἧς συλλαμβανόμενοι κατησθίοντο. 
 Ὁ λόγος δηλοῖ, ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ 
πονηροὺς ἔχειν ἄρχοντας, ἢ ταρακτικοὺς καὶ κακούργους.

76b. Ἄλλως. (C. 167 et p.355. F. 37.) 
 Βάτραχοι λυπούμενοι ἐπὶ τῇ αὑτῶν ἀναρχίᾳ, 
πρέσβεις ἔπεμψαν, ἱκετεύοντες τὸν Δία, ὅπως αὐτοῖς 

 
βασιλέα παράσχῃ. Ὁ δὲ συνιδών αὐτῶν τὴν εὐήθειαν,
ξύλον ἔπηξε μέσον τῆς λίμνης. Συστελλόμενοι δὲ τῷ
φόβῳ οἱ βάτραχοι, εἰς τὰ βάθη ἑαυτούς κατέδυον. Χρόωου
δὲ πολλοῦ παρωχηκότος, ὡς ἑώρων τὸ ξύλον ἀκίνητον, 
ἀπεβάλοντο τὸν φόβον, καὶ τοσοῦτον κατεφρόνησαν 
αὐτοῦ, ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι
τούτῳ. Μὴ ἀξιοῦντες δὲ αὐτὸν ἔχειν βασιλέα, ἐκ 
δευτέρου ἦλθον πρὸς τὸν Δία, καὶ παρεκάλουν ἀλλάξαι
αὐτόν. Τότε δʼ ἔδωκεν αὐτοῖς βασιλέα ἔγχελυν. Ἰδόντες
δὲ αὐτοῦ τὴν εὐήθειαν, οὐκ ἀπεδέξαντο αὐτόν.
Ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον
ἀλλάξῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῶν, ὕδραν
ἔπεμψεν, ἥτις ἕνα καθʼ ἕνα τῶν βατράχων ἤσθιεν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι ἄμεινόν ἐστι θεῷ πείθεσθαι,
καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.

77. Βάτραχοι καὶ Ἥλιος. (C. 350 cl p. 407. F.350. B.24.) 
 Γάμοις ἔχαιρον βάτραχοι τοῖς Ἡλίου.
Καί τις πρὸς αὐτούς εἶπεν· ,,ὦ δειλὸν γένος·
εἰ γὰρ μόνου τρέμοιμεν αὐγὰς ἡλίου,
τίς, εἴγε τεκνώσειε, τοῦτον βαστάσει; “
Πρὸς τούς ἐπʼ ἰδίᾳ βλάβῃ ἀγνωσίᾳ χαίροντας.

77b. Ἄλλως. (C. 350.) 
 Γάμοι τοῦ Ἡλίου θέρους ἐγίνοντο· πάντα δὲ τὰ
ζῶα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ βάτραχοι.
Εἷς δὲ τούτων εἶπεν· ,,ὦ μῶροι, εἰς τί ἀγάλλεσθε; εἰ
γὰρ μόνος ὤν ὁ Ἥλιος πᾶσαν ὕλην ἀποξηραίνει, ἐὰν
γήμας ὅμοιον αὐτῷ γεννήσῃ, τί οὐ πάθωμεν κακῶν;“

78. Βάτραχος ἰατρός. (F. 154. C. p. 401.) 
 Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ, καὶ τοῖς ζώοις
πᾶσιν ἀναβοήσαντος, ,,ἔγὼ ἰατρός εἰμι φαρμάκων 

 
ἐπιστήμων,“ ἀλώπηξ ἀκούσασα ἔφη· ,,πῶς σὺ ἄλλους
σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων;“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων,
πῶς ἄλλους παιδεῦσαι δυνήσεται;

78b. Ἄλλως. Σκώληξ καὶ Ἀλώπηξ. (C. 135. B. 120.) 
 Ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ, εἰς γῆν ἐξελθὼν,
ἔλεγε πᾶσι τοῖς ζώοις· ,,ἰατρός εἰμι φαρμάκων ἐπιστήμων,
οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρὸς Παιών.“ Καὶ
,,πῶς“ εἶπεν ἀλώπηξ ,,ἄλλους ἰώμενος σαυτὸν χωλὸν
ὄντα οὐκ ἰάσω;“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα,
πᾶς λόγος ἀργὸς ὑπάρχει.

78c. Ἄλλως. Βάτραχος καὶ Ἀλώπηξ. (C. 300. F. 213.) 
 Ὁ βάτραχος τῆς τῶν ἰατρῶν κατηλαζονεύετο τέχνης,
πάντα μὲν εἰδέναι φάρμακα γῆς ὑπισχνούμενος, πᾶσι
δὲ μόνος εἰς ὑγίειαν ἀρκέσειν. Καὶ παρεστῶσα τοῖς λόγοις
ἀλώπηξ τὸ ψεῦδος ἀπὸ τοῦ χρώματος ἤλεγχεν, ,,τί
δῆτα “ λέγουσα ,,νόσου μὲν τούς ἄλλους ἐλευθεροῖς,
νόσου δὲ φέρεις ἐπὶ τῆς ὄψεως σύμβολον;“ 
 Ἀλαζονεία τὸν ἔλεγχον οἴκοθεν εὕρατο.

79. Βόες καὶ Ἄξονες. (S. 45. C. 168 et p. 355. F. 39. B. 52.) 
 Βόες ἅμαξαν εἷλκον· τοῦ δὲ ἄξονος τρίζοντος, 
ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· ,,ὦ οὗτος, ἡμῶν
τὸ ὅλον βάρος φερόντων, σὺ τί κράζεις;“ 
 Οὕτω καὶ ἔνιοι ἑτέρων μοχθούντων αὐτοὶ 
προσποιοῦνται κάμνειν.

80. Βόες καὶ Μάγειροι. (Β.21.) 
 Βόες μαγείρους ἀπολέσαι πότʼ ἐζήτουν,
ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμη.
καὶ δὴ συνηθροίζοντο, πρὸς μάχην ἤδη

 
κέρατʼ ἀποξύνοντες· εἷς δέ τις λίην
γέρων ἐν αὐτοῖς (πολλὰ δʼ ἦν ἀροτρεύσας),
,,οὗτοι μὲν ἡμᾶς“ εἶπε ,,χερσὶν ἐμπείροις
σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης·
ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους,
διπλοῦς τότʼ ἔσται θάνατος· οὐ γὰρ ἐλλείψει
τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“
[Ὁ τὴν παροῦσαν πημονὴν φεύγειν σπεύδων
ὁρᾶν ὀφείλει, μή τι χεῖρον ἐξεύρῃ.] 
 Ὁ μῦθος τοῦτο δηλοῖ, ὅτι ἅμεινον δουλεύειν σοφοῖς 
καὶ ἐπιεικέσιν ἢ δεσπόζεσθαι ὑπὸ σκαιῶν τε καὶ
ἀπαιδεύτων.

81. Βοηλάτης καὶ Ἡρακλῆς. (C. 335. B. 20.) 
 Βοηλάτης ἐκ κώμης ἅμαξαν ἄγων, καὶ ταύτης 
ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ἀργὸς
ἵστατο τῷ Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων
ἀσπαζόμενος ἐτίμα. Ὁ δὲ θεὸς ἐπιστας εἶπε· ,,τῶν
τροχῶν ἅπτου, καὶ τοὺς βόας νύττε, καὶ τότε τῷ θεῷ
εὔχου, ὅταν καὐτός τι ποιῇς· μὴ μέντοιγε μάτην
εὔχου.“

82. Βορέας καὶ Ἥλιος. (S. 46. C. 306. B. 18.) 
 Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον· ἔδοξε δὲ
αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι, ὃς ἂν αὐτῶν 
ἄνθρωπον ὁδοιπόρον ἐκδύσῃ. Καὶ ὁ Βορέας ἀρξάμενος
σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος,
μᾶλλον ἐπέκειτο. Ὁ δὲ, ὑπὸ τοῦ ψύχους καταπονούμενος
ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν, 
ἕως ἀποκαμών ὁ Βορέας τῷ Ἡλίῳ μετὰ τοῦτο
παρέδωκε. Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· 
τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, 
σφοδρότερον τὸ καῦμα ἐπέτεινε, μέχρις οὐ

 
πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος
ποταμοῦ ῥέοντος ἐπὶ λουτρὸν ἀπῄει. 
 Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι 
 ἀνυτικώτερόν ἐστι.

82b. Ἄλλως. (C. p. 201. F. 391. cx Plut. Praec. coniug. c. 12.) 
 Ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν. Ὁ γὰρ ἄνθρωπος,
τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ίμάτιον ἀφελέσθαι καὶ
λαμπρὸν καταπνέοντος, μᾶλλον ἔσφιγγε καὶ συνεῖχε
τὴν περιβολήν. Τοῦ δὲ ἡλίου μετὰ τὸ πνεῦμα θερμοῦ
γενομένου θαλπόμενος, εἶτα καυματιζόμενος, καὶ τὸν
χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο. 
 Τοῦτο ποιοῦσιν αἱ πλεῖσται γυναῖκες. Ἀφαιρουμένοις 
 τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ πολυτέλειαν
διαμάχονται καὶ χαλεπαίνουσιν· ἂν δὲ πείθωνται μετὰ
λόγου, πρᾴως ἀποτίθενται καὶ μετριάζουσιν.

83. Βουκόλος. (S. 49. C. 131 e p. 333. F.41. B.23.) 
 Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον·
περιελθών δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διὶ, ἐὰν τὸν
κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. Ἐλθών δὲ εἴς τινα
δρυμῶνα, καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μό-
σχον, περίφοβος γενόμενος, ἐπάρας εἰς τὸν οὐρανὸν τὰς
χεῖρας εἶπε· δέσποτα λεῦ, πάλαι μέν σοι ηὐξάμην ἔρι-
φον θῦσαι, ἐὰν τὸν κλέπτην εὕρω· νῦν δὲ ταῦρον
θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω.“ 
 Οὗτος ὁ λόγος λεχθείη ἂν κατʼ ἀνδρῶν δυστυχούντων,
οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ
ζητοῦσιν ἀποφυγεῖν.

84. Βοῦς καὶ Φρῦνος. (F. 378. C. p.273. B.28.) 
 Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων·
ἐλθοῦσα δʼ αὐτόσʼ (οὐ παρῆν γὰρ) ἡ μήτηρ

 
παρὰ τῶν ἀδελφῶν, ποῦ ποτʼ ἦν, ἐπεζήτει.
,,τέθνηκε, μῆτερ· ἄρτι γὰρ πρὸ τῆς ὥρης
ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὐ κεῖται
χηλῇ μαλαχθείς.“ ἡ δὲ φρῦνος ἠρώτα,
φυσῶσʼ ἑαυτὴν, εἰ τοιοῦτον ἦν ὄγκῳ
τὸ ζῶον. οἱ δὲ μητρὶ ,,παῦε, μὴ πρίου·
θᾶσσον σεαυτὴν·“ εἶπον ,,ἐκ μέσου ῥήξεις,
ἢ τὴν ἐκείνου ποιότητα μιμήσῃ.“ 
 Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς
μείζοσι.

85. Βωταλὶς καὶ Νυκτερίς. (S. 48. C. 77.F.235.) 
 Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε·
νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο αὐτῆς τὴν αἰτίαν,
διʼ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ
λεγούσης, ὡς οὐ μάτην τοῦτο πράττει· ,,ἡμέρας γάρ
ποτε ᾄδουσα συνελήφθην, διὸ ἀπʼ ἐκείνου ἐσωφρονίσθην· 
ἡ νυκτερὶς εἶπεν· ,ἀλλ’ οὐ νῦν σε δεῖ φυλάττεσθαι, 
ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ
συλληφθῆναι.“ 
 λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια
ἀνωφελὴς καθέστηκε.

86. Γαλῆ. (F. 49. C.81. S. 59.) 
 Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον, τὴν
ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέβη δὲ ἐκτριβομένης
τῆς γλώσσης πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο,
ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μέχρι παντελῶς
ἀπέβαλε τὴν γλῶσσαν. 
 Ὁ λόγος εἴρηται πρὸς τούς ἐν φιλονεικίαις ἑαυτούς
καταβλάπτοντας.

87. Γαλῆ μέλαινα.
(Εκ Niceplori Gregorae hist. Byzant. VII, 1. p. 216. cd. Schop.) 
 Ἦν τις ἀνὴρ τὴν τέχνην σκυτεύς γαλῆν ἔχων τὸ
χρῶμα λευκὴν, ἣ τῶν κατʼ οἶκον μυῶν καθʼ ἡμέραν
ἐθήρευεν ἕνα. Αὕτη λαθοῦσά ποτε κατὰ μέσην κρημνίζεται 
τὴν λεκάνην, ἐν ᾗ τὸ τὰ σκύτη μελαῖνον ὁ σκυτεύς
ἐκεῖνος εἶχεν ὑγρὸν, καὶ μόλις ἐκεῖθεν ἄνεισι μέλαν
ἔχουσα χρῶμα. Ἔδοξεν οὖν τοῖς μυσὶν, ἐκείνην
ἴσως μηκέτι κρεωφαγεῖν ἐθελήσειν εἰς μοναδικὸν ἑαυτὴν 
μεταμείψασαν σχῆμα. Ὅθεν καὶ ἀδεῶς ἑαυτοὺς ἐς
τὸ ἕδος ἐφήπλωσαν, ῥινηλατοῦντες ἄνω καὶ κάτω οἷς
τραφήσονται. ἀλλʼ ἐκείνη πρὸς τοσοῦτον ἄγρας παρελθοῦσα 
θέατρον, πάντας μὲν ὁμοῦ σαγηνεύειν οὐκ εἶχε
καὶ μάλα ἐθέλουσα· δύο δʼ οὖν ὅμως συλλαβοῦσα 
κατεθοινήσατο. Οἱ δʼ ἕτεροι πάντες ᾤχοντο φεύγοντές
τε ἅμα καὶ θαυμάζοντες, ὅπως ἀπηνεστέρα γέγονεν,
ἀφʼ οὐ τὸ μοναδικὸν περιέθετο σχῆμα.

88. Γαλῆ καὶ Ἀφροδίτη.
(S. 50. C. 169 cl p. 356. F. 48. B. 32.) 
 Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς ηὔξατο τῇ
Ἀφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ
ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν
εἰς κόρην εὐειδῆ· καὶ οὕτως ὁ νεανίσκος θεασάμενος
αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων 
δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι
βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν
τρόπον κατήλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν· ἡ δὲ 
ἐπιλαθομένη τῶν παρόντων, ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης
τὸν μῦν ἐδίωκε, καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς 
ἀγανακτήσασα κατʼ αὐτῆς, πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν
φύσιν ἀποκατέστησεν. 
 Οὕτως καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροὶ κατὰ

 
πάντα, κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ
μεταλλάσσουσι.

89. Γαλῆ συλληφθεῖσα. (F. 355. C. p.265. B.27.) 
 Γάλην δόλῳ τις συλλαβών τε καὶ δήσας
ἔπνιγε βάλλων ὑδάτων συναγκείᾳ.
τῆς δʼ αὖ λεγούσης ,, ὡς κακὴν χάριν τίνεις
ὧν σʼ ὠφέλουν, θηρῶσα μῦς τε καὶ σαύρας,
,,ἐπιμαρτυρῶ σοι“ φησίν· ,,ἀλλὰ καὶ πάσας
ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους,
κρεῶν (δʼ) ἀνέῳγες ἄγγος, ὥστε τεθνήξῃ,
βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ’ ἡμᾶς.“ 
 Πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας
δὲ τὰ μεγάλα, εὔκαιρός ἐστιν ὁ λόγος.

90. Γέρων καὶ Θάνατος. (S.60. C. p. 14 cl p.290. F. 50.) 
 Γέρων ποτὲ ξύλα κόψας [καὶ] ταῦτα φέρων πολλὴν
ὀδὸν ἐβάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος
τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου
φανέντος καὶ πυθομένου, διʼ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, 
ὁ γέρων ἔφη· ,,ἵνα τὸ φορτίον ἄρῃς.“ [θανεῖν
δὲ οὐ θέλω.] 
 Ὁ λόγος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ἐν τῷ
βίῳ, κἂν δυστυχῇ.

90b. Ἄλλως. (C. 20.) 
 Γέρων ποτὲ ξύλα τεμών ἐξ ὄρους κἀπὶ τῶν ὤμων
ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν,
ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα, καὶ τὸν Θάνατον ἐλ-
θεῖν ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος,
καὶ τὴν αἰτίαν πυνθανομένου, διʼ ἥν αὐτὸν καλοίη, ὁ
γέρων ἔφη· ,,ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος, φιλόζωος ὢν,

 
κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, 
ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται.

91. Γεωργὸς δίκελλαν ἀπολέσας. (B.2.) 
 Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων
καὶ τὴν δίκελλαν ἀπολέσας ἀνεζήτει,
μὴ τῶν παρόντων τήνδʼ ἔκλεψεν ἄγροικος.
ἠρνεῖθ’ ἕκαστος· οὐκ ἔχων δʼ ὃ ποιήσει,
εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων·
τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις
ἀγροὺς κατοικεῖν, τοὺς δʼ ἐσωτέρω τείχους
εἶναί τʼ ἀληθεῖς καὶ τὰ πάντʼ ἐποπτεύειν.
ὡς δʼ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης
τοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας,
κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν
μήνυτρα σύλων, ὧν ὁ θεὸς ἐσυλήθη.
ὁ δὲ τοῦτʼ ἀκούσας εἶπεν· ,,ὡς μάτην ἥκω!
κλέπτας γὰρ ἄλλους πῶς θεός γʼ ἂν εἰδείη,
ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει,
ζητεῖ δὲ μισθοῦ, μή τις οἶδεν ἀνθρώπων;“ 
 Ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμένοις ὧν οὐκ εἰσὶ
δεσπόται.

92. Γεωργὸς καὶ Ἀετός. (C. 307. F. 418.) 
 Γεωργὸς ἀετὸν εὑρὼν ἀγρευόμενον, τὸ κάλλος αὐτοῦ 
θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. Ὁ δὲ οὐκ
ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλʼ ὑπὸ τεῖχος 
σαθρὸν καθήμενον ἰδὼν, προσπετάσας τοῖς ποσὶν ἦρε
τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάκελον. Ὁ δὲ ἐξαναστὰς
ἐδίωκε· τοῦτον δὲ ὁ ἀετὸς ἔῤῥιψε. Καὶ ἀναλαβόμενος
αὐτὸν καὶ ὑποστρέψας, εὗρε τὸ τεῖχος συμπεπτωκὸς,
ἔνθα ἐκάθητο, καὶ τὴν ἀμοιβὴν ἐθαυμάσατο. 
 Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἀντευεργετεῖν χρή.

93. Γωργὸς καὶ Γέρανοι. (B.26.) 
 Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην,
ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ.
ὁ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων,
ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων.
αἱ δʼ ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας,
κατεφρόνησαν λοιπὸν, ὥστε μὴ φεύγειν,
ἕως ἐκεῖνος οὐκέθʼ, ὡς πρὶν εἰώθει,
λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους.
αἱ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις
,,φεύγωμεν “ ἐκραύγαζον ,,εἰς τὰς Πυγμαίων·
ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς
ἔοικεν· ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν.“ 
 Παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων 
παραινέσεσι πταίοντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ
ποτε πειραθεῖεν ὀδύναις.

94. Γεωργὸς καὶ Θάλασσα. (F. 348. C. p. 385. B. 71.) 
 Γεωργός τις ἰδὼν ναῦν ἐν θαλάσσῃ κυμαινομένην
καὶ βυθῷ πεμπομένην, κατηρᾶτο τὴν θάλασσαν 
δακρύων. δὲ πρὸς αὐτὸν ἀνεβόα τοιαῦτα· ,,ἵνα τι, 
ἄνθρωπε, μέμφῃ με μάτην; οὐ γὰρ ἔγωγε τῶν κινδύνων
αἰτία, ἀλλʼ οἱ ἄνεμοι οἱ ἐκταράττοντές με. Εἰ δὲ βουληθῇς
χωρὶς τούτων πλεῦσαι, ἡμερωτέραν δή με τῆς
γῆς εὑρήσεις. 
 Ὅτι γαληνοὺς δεσπότας οί χαιρέκακοι παραφυσῶντες 
ἐπεγείρουσι πρὸς ὀργάς τε καὶ ζάλας.

94b. Ἄλλως. Ναυαγὸς καὶ Θάλασσα. (S. 166. C. 247. F.309.) 
 Ναυαγὸς ἐκβρασθεὶς εἴς τινα αἰγιαλὸν διὰ τὸν κόπον
ἐκοιμᾶτο μετὰ δὲ μικρὸν ἐξαναστὰς, ὡς ἐθεάσατο
πρὸς τὴν θάλασσαν, ἐμέμφετο αὐτὴν, ὅτι δελεάζουσα
τοὺς ἀνθρώπους τῇ τῆς ὄψεως λαμπρότητι, ἡνίκα ἂν

 
αὐτοὺς προσδέξηται, ἐξαγριουμένη διαφθείρει. Ἡ δὲ
γυναικὶ ὁμοιωθεῖσα πρὸς αὐτὸν ἔφη· ,,ἀλλʼ ὦ οὗτος,
μὴ μέμφου ἐμὲ, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ γὰρ φύσει
τοιαύτη εἰμὶ, ὁποία ἡ γῆ· οἱ δὲ αἰφνίδιοι ἐμπίπτοντες
κυματοῦσι καὶ ἐξαγριαίνουσιν.“ 
 Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς
δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι
τοὺς δὲ τούτοις ἐπιστατοῦντας.

95. Γεωργὸς καὶ Κύνες. (S. 52. C.23 ct p.292. F. 43.) 
 Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει,
ἐπειδὴ οὐκ ἠδύνατο προελθὼν τροφὴν ἑαυτῷ 
πορίσασθαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν· ἐπειδὴ
δὲ ὁ χειμών ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο·
ἐκ τρίτου δὲ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τούς
ἀροτῆρας βοῦς ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ
πραττόμενα, ἔφασαν πρὸς ἀλλήλους· ,,ἀπιτέον ἡμῖν
ἐντεῦθεν· ὁ δεσπότης γὰρ εἰ οὐδὲ τῶν συνεργαζομένων
βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται;“ 
 Ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους φυλάττεσθαι μάλιστα,
οἳ οὐδὲ τῆς τῶν οἰκείων ἀδικίας ἀπέχονται.

96. Γωργὸς καὶ Ὄφις. (S. 51. F. 42. C. p.339.) 
 Γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. Ὁ δὲ
ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε, καὶ παραγενόμενος
εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει, παρατηρούμενος, 
ὅπως, ἄν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. Παρακύψαντος 
δὲ τοῦ ὄφεως κατενεγκών τὸν πέλεκυν τοῦ
μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν.
Εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν, ὅπως αὐτῷ
διαλλαγῇ· ὁ δὲ εἶπεν· ,,ἀλλ’ οὕτε ἐγώ δύναμαί σοι
εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ,
ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον.“ 

 
 Ὁ λόγος δηλοῖ, ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥαδίως
τὰς μεταλλαγὰς ἔχουσι.

96b. Ἄλλως. (C. 141 et p.338. F. 155.) 
 Ὄφις, ἐν γεωργοῦ προθύροις φωλεύων, ἀνεῖλεν
αὐτοῦ τὸ νήπιον παιδίον. Πένθος δὲ τοῖς γονεῦσιν
ἐγένετο μέγα. Καὶ ὁ πατὴρ, ὑπὸ τῆς λύπης πέλεκυν
λαβὼν, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. Ὡς δὲ
ἔκυψε μικρὸν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτὸν.
ἠστόχησε, μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. 
Ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς, νομίσας τὸν ὄφιν
μηκέτι μνησικακεῖν, λαβών ἄρτον καὶ ἅλας, ἔθηκεν ἐν
τῇ τρώγλῃ. Ὁ δὲ ὄφις, λεπτὸν συρίξας, εἶπεν· ,,οὐκ
ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν 
πέτραν ὁρῶ, σύ δὲ τὸν τύμβον τοῦ τέκνου.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς μίσους ἢ ἀμύνῃς 
ἐπιλανθάνεται, ἐφʼ ὅσον βλέπει μνημόσυνον, διʼ οὗ 
ἐλυπήθη.

97. Γωργὸς καὶ Ὄφις. (S. 62. C. 170) 
 Γέρων τις γεωργὸς χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ
κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον
ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβών τὴν
ἰδίαν φύσιν, ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνήσκων
δὲ ἔλεγε· ,,δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν
τὰ μέγιστα φιλανθρωπεύωνται.

97b. Ἄλλως. Ὁδοιπόρος καὶ Ἔχις. (S. 171.F. 130. C. p.357.) 
 Ὁδοιπόρος χειμῶνος ὁδεύων, ὡς ἐθεάσατο ἔχιν ὑπὸ
τοῦ κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλετο,
καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον, θερμαίνειν ἐπειρᾶτο.
Ὁ δὲ, μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει·
ἐπειδὴ δὲ ἐθερμάνθη, καὶ ἀνεζωώθη, τὴν αὐτοῦ 

 
γαστέρα ἔδακε. Καὶ ὃς ἀποθνήσκειν μέλλων ἔφη· ,,ἀλλʼ
ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον
ἔσωζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν;“ 
 Ὁ λόγος δηλοῖ, ὅτι πονηρία εὐεργετουμένη πρὸς
τῷ ἀμοιβὰς οὐκ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν
ἀναπτεροῦται.

98. Γεωργὸς καὶ Παῖδες αὐτοῦ. (C. 22 el p.291. F. 33 .) 
 Γεωργός τις, μέλλων καταλύειν τὸν βίον, καὶ 
βουλόμενος τούς ἑαυτοῦ παῖδας πεῖραν λαβεῖν τῆς γεωργίας, 
προσκαλεσάμενος αὐτούς ἔφη· ,,παῖδες ἐμοὶ, ἐγὼ
μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δʼ, ἅπερ ἐν τῇ 
ἀμπέλῳ μοι κέκρυπται, ζητήσαντες, εὑρήσετε πάντα.· Οἱ
μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι,
πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ
πατρὸς κατέσκαψαν· καὶ θησαυρῷ μὲν οὐ περιέτυχον,
ἡ δὲ ἄμπελος, καλῶς σκαφεῖσα, πολλαπλασίονα τὸν
καρπὸν ἀνέδωκεν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς
ἀνθρώποις.

98b. Ἄλλως. (S. 42.) 
 Ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος
τοὺς αὐτοῦ παῖδας ἐμπείρους ποιῆσαι τῆς γεωργίας,
μετακαλεσάμενος αὐτοὺς ἔφη· ,,τεκνία μου, ἐν ἐνί μου
τῶν ἀμπελώνων θησαυρὸς ἀπόκειται.“ Οἱ δὲ μετὰ τὴν
αὐτοῦ τελευτὴν ὕννας τε καὶ δικέλλας λαβόντες πᾶσαν
αὐτῶν τὴν γεωργίαν ὤρυξαν, καὶ τὸν μὲν θησαυρὸν
οὐχ εὗρον, ἡ δʼ ἄμπελος πολλαπλασίονα τὴν φορὰν 
αὐτοῖς ἀντεδίδου. 
 Ὁ λόγος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς
ἀνθρώποις

99. Γωργὸς καὶ Παῖς καὶ Κολοιοί. (F.374. C. p.271. B. 33.) 
 Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δʼ ὥρη·
καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας
ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει
μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων,
ψᾶρές τʼ ὀρύκται σπερμάτων ἀρουραίων.
τῷ δʼ ἠκολούθει σφενδόνην ἔχων κοίλην
παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης
ἤκουον, εἰ τὴν σφενδόνην πότʼ ᾐτήκει,
καὶ πρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνην
ὁ γεωργὸς ἄλλην, τόν τε παῖδα φωνήσας
ἐδίδασκεν· ,, ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἡμᾶς
σοφὸν δολῶσαι φῦλον· ἡνίκʼ ἂν τοίνυν
ἔλθωσ’, ἐγὼ μὲν“ εἶπεν ,,ἄρτον αἰτήσω,
σὺ δʼ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.“
οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην.
ὁ δʼ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην·
οἱ δʼ οὐκ ἔφευγον. τῷ δʼ ὁ παῖς λίθων πλήρη
τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας
τοῦ μὲν τὸ βρέγμα, τοῦ δʼ ἔτυψε τὴν κνήμην,
ἑτέρου τὸν ὦμον· οἱ δʼ ἔφευγον ἐκ χώρης.
γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων.
καί τις κολοιῶν εἶπε· ,,φεύγετʼ ἀνθρώπων
γένος πονηρὸν, ἄλλα μὲν πρὸς ἀλλήλους
λαλεῖν μαθόντων, ἄλλα δʼ ἔργα ποιούντων.“ 
 Δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.]

100. Γεωργὸς καὶ Πελαργός. (C. 172 et p.358. F. 76. B. 13.) 
 Ἐν ἀρούρᾳ παγίδας γεωργὸς ἔστησε. Θηρεύσας δὲ
γεράνους, τούς τὸν σπόρον φθείροντας, σὺν αὐτοῖς
καὶ πελαργὸν εἰλήφει. Ὁ δὲ χωλεύων ἱκέτευεν ἀφεθῆναι
λέγων· ,,οὐ γάρ εἰμι γέρανος· πελαργός εἰμι, 

 
εὐσεβέστατον ζῶον, ὃς τιμῶ τὸν πατέρα καὶ δουλεύω·
ἴδε καὶ τὴν χροιὰν, ὡς οὐχ ὁμοία.“ Ὁ δʼ ἔφη· ,,οὐκ
οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετʼ αὐτῶν καὶ
ἀπολέσω.“ 
 Ὅτι καλόν ἐστι φεύγειν, καὶ μὴ συγκοινωνεῖν 
ἀνδράσι κακοῖς, μή πως κινδύνοις σύν αὐτοῖς ἐμπέσῃς.

100b. Ἄλλως. Ὀρνιθοθήρας καὶ Πελαργός.
(F. 147. C. p.359. S. 190.) 
 Ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας, πύῥῥωθεν
ἐθεώρει τὴν ἄγραν. Πελαργοῦ δὲ σύν τοῖς γεράνοις 
ἐπικαθίσαντος, ἐπιδραμὼν μετʼ ἐκείνων καὶ αὐτὸν
συνέλαβε. Τοῦ δὲ δεομένου μὴ θῦσαι αὐτὸν καὶ
λέγοντος, ὡς οὐ μόνον [αὐτὸς] ἀβλαβής ἐστι τοῖς 
ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος· τοὺς γὰρ ὄφεις καὶ
τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων ἀναιρεῖν, ὁ ὀρνιθοθήρας
ἔφη· ,,ἀλλʼ εἰ τὰ μάλιστα οὐ φαῦλος εἶ, διὰ τοῦτο
κολάσεως ἄξιος, ὅτι μετὰ πονηρῶν κεκάθικας.“ 
 Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνουσίας 
φεύγειν, ἵνα μὴ καὶ αὐτοὶ ἐκείνων τῆς κακίας
κοινωνεῖν δόξωμεν.

101> Γτωργὸς καὶ Τύχη. (C. 82. F. 51. S. 61.) 
 Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθʼ ἑκάστην
οὖν τὴν Γῆν, ὡς ὑπʼ αὐτῆς εὐεργετηθεὶς, ἔστεφε.
Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· ,,ὦ οὗτος, τί τῇ Γῇ τὰ
ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι 
σε βουλομένη; Κἰ γὰρ ὁ καιρὸς μεταβάλοι, καὶ
πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδʼ
ὅτι τηνικαῦτα ἐμὲ, τὴν Τύχην, μέμψῃ.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινωσκειν 
καὶ τούτῳ χάριτας ἀποδιδόναι.

102. Γεωργὸς καὶ Θυτόν. (C. 173. F.266.) 
 Φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον,
ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἠν
καταφυγή. Ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτέμνειν ἤμελλε·
καὶ δὴ τὸν πέλεκυν λαβών ἐπέφερε τὴν πληγήν. Οἱ
δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν
αὐτῶν μὴ ἐκκόψαι, ἀλλʼ ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ,
καὶ αὐτὸν τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν αὐτῶν
φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε.
῾Ως δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι
εὗρε. Γευσάμενος δὲ τὸν πέλεκυν ἔῤῥιψε, καὶ τὸ φῦ
τὸν ἐτίμα ὡς ἱερὸν, καὶ ἐπεμελεῖτο. 
 Ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον
ἀγαπῶσι καὶ τιμῶσιν, ὅσον τὸ κερδαλέον ἐπιδιώκουσιν.

103. Γωργοῦ Παῖδες. (S. 53. C. 171 ct p.358. F. 52. B. 47.) 
 Γεωργοῦ παῖδες ἐστασίαζον· ὁ δʼ, ὡς πολλὰ 
παραινῶν οὐκ ἡδύνατο πεῖσαι αὐτούς λόγοις μεταβάλλεσθαι,
ἔγνω δεῖν πρᾶγμα τοῦτο πρᾶξαι. Καὶ παρηῄνεσεν
αὐτοῖς ῥάβδων δέσμην κομίσαι. Τῶν δὲ τὸ προσταχθὲν
ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς
ῥάβδους ἐκέλευσε κατεάσσειν· ἐπειδὴ δὲ καὶ 
περιβιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην
ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου· τῶν δὲ ῥᾳδίως 
κατακλώντων, ἔφη· ,,ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν
ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε· ἐὰν δὲ
στασιάζητε, εὐάλωτοι.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυρότερόν ἐστιν ἡ
ὁμόνοια, ὅσον εὐκαταγώνιστος ἡ στάσις.

104. Γηπόνος, Ὄνος καὶ Βοῦς (F. 371. C. p. 270. ex B. 55.) 
 ὄνον τις ἔχων καὶ τῷ βοῒ συζεύξας ἠροτρία, πτωχῶς 
μὲν, ἀλλʼ ἀναγκαίως. Ἐπεὶ δὲ τὸ ἔργον ἐπληρώθη,

 
καὶ λύειν ἔμελλεν αὐτοὺς, ἡ ὄνος διηρώτα τὸν βοῦν·
,,τίς ἄξει τῷ γηπόνῳ τὰ σκεύη;“ Ὁ δὲ πρὸς αὐτὴν
εἶπε· ,,πάντως ὅσπερ εἴωθεν.“

105. Γλαὺξ καὶ Ὄρνεα.
(C. 331. ex Dione Chrysost. XIl, §.7 sq.) 
 Γλαύξ, σοφὴ οὖσα, ξυνεβούλευε τοῖς ὀρνέοις, τῆς
δρυὸς ἐν ἀρχῇ φυομένης, μὴ ἐᾶσαι, ἀλλʼ ἀνελεῖν πάντα
τρόπον· ἔσεσθαι γὰρ φάρμακον ἀπʼ αὐτῆς ἄφυκτον,
ὑφʼ οὗ ἁλώσονται, τὸν ἰξόν. Πάλιν δὲ τὸ λίνον τῶν
ἀνθρώπων σπειρόντων, ἐκέλευε καὶ τοῦτο ἐκλέγειν τὸ
σπέρμα· μὴ γὰρ ἐπʼ ἀγαθῷ φυήσεσθαι. Τρίτον δὲ,
ἰδοῦσα τοξευτήν τινα ἄνδρα, προέλεγεν, ὅτι οὗτος ὁ
ἀνὴρ φθάσει ὑμᾶς τοῖς ὑμετέροις πτεροῖς, πεζὸς ὢν
αὐτὸς πτηνὰ ἐπιπέμπων βέλη. Τὰ δὲ ἠπίστει τοῖς λόγοις
καὶ ἀνόητον αὐτὴν ἡγοῦντο καὶ μαίνεσθαι ἔφασκον· 
ὕστερον δὲ πειρώμενα ἐθαύμαζε καὶ τῷ ὄντι
σοφωτάτην ἐνόμιζεν. Καὶ διὰ τοῦτο, ἐπὰν φανῇ, 
πρόσεισιν ὡς πρὸς ἅπόντα ἐπισταμένην· ἡ δὲ ξυμβουλεύει
μὲν οὐδὲν ἔτι αὐτοῖς, ὀδύρεται δὲ μόνον.

106. Ιλαὺξ καὶ Ὄρνεα.
(C. 330. F. 385. ex Dione Chrysost. LlXXII, §. 14 sq.) 
 Αἴσωπος ξυνετίθει λόγον τοιοῦτον· ὡς τὰ ὄρνεα
ξυνῆλθε πρὸς τὴν γλαῦκα καὶ ἐδεῖτο, τῆς μὲν ἀπὸ τῶν
οἰκοδομημάτων σκέπης ἀπανίστασθαι, πρὸς δὲ τὰ δένδρα
τὴν καλιὰν, ὥσπερ καὶ αὐτὰ, καὶ τούς τούτων 
μεταπήγνυσθαι κλῶνας, ἀφʼ ὧν καὶ ᾄδειν ἔστιν εὐσημότερον· 
καὶ δὴ καὶ πρὸς δρῦν ἄρτι ταυτηνὶ φυομένην,
ἐπειδὰν πρὸς ὥραν ἀφίκηται, ἑτοίμως ἔχειν ἱζάνειν καὶ
τῆς χλοερὰς κόμης ἀπόνασθαι. Ἀλλʼ οὖν τήν γε γλαῦκα
μὴ τοῦτο τοῖς ὀρνέοις ποιεῖν παραινεῖν μηδὲ φυτοῦ
βλάστῃ ἐφήδεσθαι ἰξὸν πεφυκότος φέρειν, πτηνοῖς
ὄλεθρον. Τὰ δὲ μὴ τῆς ξυμβουλῆς ἀποδέχεσθαι τὴν

 
γλαῦκα· τοὐναντίον δὲ ἔχαιρε τῇ δρυὶ φυομένῃ· ἐπειδὴ
δὲ ἱκανὴ ἦν, καθίσαντα ἐπʼ αὐτὴν ᾖδεν. Γενομένου
δὲ τοῦ ἰξοῦ ῥᾳδίως ἤδη ὑπὸ τῶν ἀνθρώπων ἁλισκόμενα
μετενόουν καὶ τὴν γλαῦκα ἐθαύμαζον ἐπὶ τῇ ξυμβουλῇ.
Καὶ νῦν ἔτι οὕτως ἔχουσιν, ὡς δεινῆς καὶ σοφῆς οὔσῃς
αὐτῆς, καὶ διὰ τοῦτο ἐθέλουσι πλησιάζειν, ἡγούμενα
ἀγαθόν τι ἀπολαύειν τῆς ξυνουσίας. Προσίασι δὲ μάτην
ἐπὶ κακῷ. Ἡ μὲν γὰρ ἀρχαία γλαύξ τῷ ὄντι φρονίμη
τε ἦν καὶ ξυμβουλεύειν ἐδύνατο· αἱ δὲ νῦν μόνον
τὰ πτερὰ ἔχουσιν ἐκείνης καὶ τούς ὀφθαλμούς καὶ τὸ
ῥάμφος, τὰ δὲ ἄλλα ἀφρονέστεραί εἰσι τῶν ἄλλων ὸρνέων.

107. Γραῦς καὶ Ἰατρός. (S.57.) 
 Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα ἰατρὸν
ἐπὶ μισθῷ παρεκάλεσεν· ὁ δὲ εἰσιὼν, ὁπότε αὐτὴν ἔχριε,
διετέλει ἐκείνης συμμυούσης καθʼ ἕν ἕκαστον τῶν σκευῶν
ὑφαιρούμενος. Ἐπεὶ δὲ πάντα ἐκφορήσας κὰκείνην 
ἐθεράπευσεν, ἀπῄτει τὸν συνταχθέντα μισθόν. Μὴ 
βουλομένης δʼαὐτῆς ἐπιδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς 
ἄρχοντας. Ἠ δʼ ἔλεγε, τὸν μὲν μισθὸν ὑπισχνεῖσθαι, ἐὰν
θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις· νῦν δὲ χεῖρον διατεθῆναιναι· 
,,τότε μὲν γὰρ ἔβλεπον“ ἔφη ,,πάντα τὰ ἐπὶ τῆς
οἰκίας μου σκεύη, νῦν δὲ οὐδὲν ἰδεῖν δύναμαι.“ 
 Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν
λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

107b. Ἄλλως. (F. 46. C.21 et p.291.) 
 Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα, ἰατρόν
τινα ἐπὶ μισθῷ ἰατρεῦσαι αὑτὴν παρεκάλει, στοιχήσασα
ἐνώπιον μαρτύρων, ὅτι ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς
ὀφθαλμοὺς, πολὺν λήψεται παρʼ αὐτῆς τὸν μισθόν·
ἐὰν δὲ μὴ θεραπευθῇ, ἐπιμείνῃ δὲ ἡ ἀῤῥωστία, μηδὲν
αὐτῷ παράσχῃ. Καὶ οὕτω γενομένου, ὅσον ὅσον ὁ 

 
ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τὴν ἰατρείαν, κατʼ
ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. Μετʼ οὐ
πολύ δὲ θεραπεύσας αὐτὴν, ἐζήτει τὸν στοιχηθέντα 
μισθόν. Ἀναβλέψασα τοίνυν ἡ γραῦς, ὡς οὐδὲν τῶν
προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς, οὐδὲν
ἐδίδου αὐτῷ. Ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτὴν, 
ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς
ἄρχοντας. Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· ,,ὁ 
ἄνθρωπος οὗτος, καθὼς λέγει, ἀλήθειαν λέγει· 
ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθὸν, ἐὰν καλῶς
ἀναβλέψω· ἐὰν δὲ ἐπιμείνω τῇ ἀῤῥωστίᾳ, ἵνα μηδὲν
παρέξω αὐτῷ. Νῦν οὖν φάσκει, ὅτι ἐθεραπεύθην·
ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅτε γὰρ τοὺς
ὀφθαλμούς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ 
χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου· νυνὶ δὲ, ὅτε αὐτὸς
φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι. 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων 
διὰ πλεονεξίαν λανθάνουσι καθʼ ἑαυτῶν τὸν
ἔλεγχον ἐπισπώμενοι.

108. Γυνή. (C.73. F. 234.) 
 Γυνή τις ἄνδρα μέθυσον εἶχε· τοῦ δὲ πάθους αὐτὸν 
ἀπαλλάξαι θέλουσα, τοιόνδε τι σοφίζεται. Κεκαρωμένον 
γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ
νεκροῦ δίκην ἀναισθητοῦντα, ἐπʼ ὤμων ἄρασα, ἐπὶ
τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν.
Ἡνίκα δʼ αὐτὸν ἤδη ἀνανήφειν ἐστοχάσατο, προσελθοῦσα 
τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου. Ἐκείνου
δὲ φήσαντος ,,τίς ὁ τὴν θύραν κόπτων;“ ἡ γυνὴ 
ἀπεκρίνατο· ,,ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ 
πάρειμι·“ Κἀκεῖνος· ,,μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, 
μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ

 
μὴ πόσεως μνημονεύων.“ Ἡ δὲ τὸ στῆθος πατάξασα
,,οἴμοι τῇ δυστήνῳ “ φησίν· ,,οὐδὲν γὰρ οὐδὲ 
σοφισαμένη ὤνησα· σὺ γὰρ, ἄνερ, οὐ μόνον οὐκ 
ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι
καταστάντος τοῦ πάθους.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν
ἐγχρονίζειν. Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ
τὸ ἔθος ἐπιτίθεται.

109. Γυνὴ καὶ Γεωργός. (C. 343. F. 412.) 
 Γυνή τις, προσφάτως τὸν ἑαυτῆς ἄνδρα θάψασα,
καθʼ ἡμέραν ἀπιοῦσα πρὸς τὸ μνημεῖον ἐθρήνει. 
Ἀροτριῶν δέ τις οὐ πόῤῥω τοῦ μνήματος εἰς ἐπιθυμίαν ἧκε
τῆς γυναικὸς, καὶ καταλιπών τοὺς βόας ἦλθε καὶ 
αὐτὸς πρὸς τὸ μνῆμα, καὶ καθίσας συνεθρήνει τῇ 
γυναικί. Τῆς δὲ πυθομένης, τί δήποτε καὶ αὐτὸς οὕτως
ὀδύρεται; ,,ὅτι κἀγὼ “ φησὶν ,,εὐπρεπῆ γυναῖκα 
κατώρυξα, καὶ, ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι.“
Ἡ δὲ ,,κἀμοὶ τοῦτʼ αὐτὸ προσγίνεται.“ Κἀκεῖνος· ,,εἰ
τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε
ἀλλήλοις μὴ σύνέσμεν; ἐγώ τε γὰρ φιλήσω σε ὡς 
ἐκείνην, κἀμὲ σὺ πάλιν ὡς τὸν σαυτῆς ἄνδρα.“ Ταῦτα
ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. Ἐν τούτῳ δὲ
κλέπτης ἐλθών καὶ τοὺς βόας λύσας ἀπήλασεν. Ὁ δὲ
ἐπανελθών καὶ τοὺς βόας μὴ εὑρηκὡς, κόπτεσθαί τε
καὶ οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. Ἐλθοῦσα δὲ καὶ ἡ
γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί ,,πάλιν 
κλαίεις ;“ κἀκεῖνος ,,νῦν·“ εἶπεν ,,ἐπʼ ἀληθείας κλαίω.“

110. Γυνὴ καὶ Θεράπαιναι (C. 79. F. 44. S 55.) 
 Γυνὴ χήρα φιλεργὸς, θεραπαινίδας ἔχουσα, ταύτας 
 εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν
ἀλεκτρυόνων ᾠδάς. Αἱ δὲ, συνεχῶς τῷ πόνῳ 

 
ταλαιπωρούμειναι, ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας 
ἀποκτεῖναι ἀλεκτρυόνα, ὡς ἐκείνου νύκτωρ ἐξανιστάντος τὴν
δέσποιναν. Συνέβη δʼ αὐταῖς τοῦτο διαπραξαμέναις
χαλεπωτέροις περιπεσεῖν τοῖς δεινοῖς. Ἡ γὰρ δεσπότις,
ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν, ἐννυχωτερον
ταύτας ἀνίστη. 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλοῖς ἀνθρώποις τὰ 
βουλεύματα κακῶν αἴτια γίνεται.

111. Γυνὴ καὶ Ὄρνις (C. 24. F. 47. S. 58.) 
 Γυνή τις χήρα ὄρνιν εἶχε καθʼ ἑκάστην ἡμέραν ὠὸν
αὐτῇ τίκτουσαν. Νομίσασα δὲ, ὡς, εἰ πλείους τῇ 
ὄρνιθι κριθὰς παραβάλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο
πεποίηκεν. Ἡ δʼ ὄρνις, κιμελὴς γενομένη, οὐδʼ ἅπαξ
τῆς ἡμέρας τεκεῖν ἡδύνατο. 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων
ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποβάλλουσι.

112. Γυνὴ μάγος. (S. 46.) 
 Γυνὴ μάγος ἐπῳδὰς θείων μηνιμάτων ἐπαγγελλομένη 
διετέλει πολλὰ ποιοῦσα, κἀκ τούτου οὐ μικρὸν
βίον πορίζουσα. Ἐπὶ τούτῳ γραψάμενοί τινες αὐτὴν
ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα εἰς δίκην ὑπήγαγον,
καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ.
Θεασάμενος δέ τις αὐτὴν ἐκ τῶν δικαστηρίων, ἔφη
αὐτῇ· ,,ἡ τὰς δαιμόνων ὀργὰς τρέπειν ἐπαγγελλομένη
πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης;“ 
 Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον,
ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις
ἀδύνατος ἀπελέγχεται.

112b. Ἄλλως. (C.80. F. 45.) 
 Γυνὴ μάγος, θείων μηνιμάτων ἀποτροπιασμοὺς
ἐπαγγελλομένη, πολλὰ διετέλει ποιοῦσα, καὶ κέρδος

 
ἐντεῦθεν ἔχουσα. Γραψάμενοι δέ τινες αὐτὴν ἀσεβείας,
εἷλον, καὶ καταδικασθεῖσαν ἀπῆγον εἰς θάνατον. Ἰδὼν
δέ τις ἀπαγομένην αὐτὴν, ἔφη· ,,ἡ τὰς τῶν θεῶν 
ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπων
βουλὴν μεταπεῖσαι ἠδυνήθης;“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται,
μηδὲ μικρὰ ποιῆσαι δυνάμενοι.

113. Δάμαλις καὶ Βοῦς. (F. 61. C. 174 et p.360. B.37.) 
 Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον, ἐταλάνιζεν αὐτὸν
ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν
ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι.
Ἰδῶν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· ,, ὦ
δάμαλις, διὰ τοῦτο ἤργεις, διότι ἔμελλες ἀρτίως 
τυθῆναι.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.

114. Δειλὸς κυνηγὸς καὶ Δρυοτόμος. (C. 175. F.267. B. 92.) 
 Λέοντός τινος ἴχνη ἐζήτει κυνηγός· δρυοτόμον δὲ
ἐρωτήσας, εἰ εἶδεν ἴχνη λέοντος, καὶ ποῦ κοιτάζει, ἔφη·
,,καὶ αὐτὸν τὸν λέοντα ἤδη σοι δείξω.“ Ὁ δὲ ὠχριάσας
ἐκ τοῦ φόβου, καὶ τούς ὀδόντας συγκρούων εἶπεν·
,,ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα.“ 
 Ὅτι τούς θρασεῖς καὶ δειλούς ὁ λόγος ἐλέγχει, τούς
τολμηροὺς ἐν τοῖς λόγοις μόνοις καὶ οὐκ ἐν τοῖς ἔργοις.

115. Δέλφαξ καὶ Πρόβατα. (S. 86. C. p. 362. F. 72.) 
 Ἔν τινι ποίμνῃ δέλφαξ εἰσελθών ἐνέμετο. Καὶ δή
ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτὸν, ἐκεκράγει
τε καὶ ἀντέτεινε· τῶν δὲ προβάτων αὐτὸν αἰτιωμένων
ἐπὶ τῷ βοᾶν, καὶ λεγόντων, ,,ἡμᾶς μὲν συνεχῶς
συλλαμβάνει, καὶ οὐ κράζομεν,· ἔφη πρὸς ταῦτα· ,,ἀλλʼ
οὐχ ὁμοία τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ.
τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα· ἐμὲ δὲ διὰ τὸ κρέας.“ 

 
 Ὁ λόγος δηλοῖ, ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν,
οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστὶν, ἀλλὰ περὶ 
αὐτῆς τῆς σωτηρίας.

115b. Ἄλλῶς. Δέλφαξ καὶ Ἀλώπηξ. (S.174. C. 176. F. 131.) 
 Ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα,
ἤλαυνεν εἰς ἄστυ. Τοῦ δὲ δέλφακος παρʼ ὅλην τὴν
ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ
τὴν αἰτίαν, διʼ ἣν, τῶν λοιπῶν μεθʼ ἡσυχίας φερομένων, 
μόνος αὐτὸς βοᾷ. Ὁ δὲ ὑποτυχών ἔφη· ,,ἀλλʼ
ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν
προβάτου ἔριά τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης
ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ
τούς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι,
πάντως με θύσει.“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν, ὅσοι
τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.

116. Δελφῖνες καὶ Κωβιός. (F. 53. C. p. 362. S. 72.) 
 Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο.
Ἐπὶ πολὺ δὲ τῆς μάχης κορυφουμένης, κωβιὸς ἀνέδυ
(ἔστι δὲ οὗτος μικρὸς ἰχθὺς), καὶ ἐπειρᾶτο αὐτούς 
διαλλάττειν. Εἷς δέ τις τῶν δελφίνων ὑπολαβών ἔφη πρὸς
αὐτόν· ,,ἀλλʼ ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένοις ὑπʼ
ἀλλήλων διαφθαρῆναι, ἢ σοῦ διαλλακτοῦ τυχεῖν.“ 
 Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες,
ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.

116b. Ἄλλως. Δελφῖνες καὶ Καρίς. (C. 177. B.39.) 
 Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο.
Ἐπὶ πολύ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς
ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν. Κἷς δέ τις τῶν
δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν· ,,ἀλλʼ ἡμῖν 

 
αἱρετώτερόν ἐστιν ὑπʼ ἀλλήλων διαφθαρῆναι ἢσοῦ 
διαλλακτοῦ τυχεῖν.“ 
 Οὕτως ἔνιοι τῶν ἀνθρώπων, οὐδενὸς ἄξιοι ὄντες,
ἂν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.

117. Δημάδης ὁ ῥήτωρ. (S. 63. C. 178 et p.363. F. 54.) 
 Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις,
ἐκείνων οὐ πάνυ αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν,
ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. Τῶν
δὲ προτρεψαμένων, αὐτὸς ἀρξάμενος ἔλεγε· ,, 
Δήμητρα καὶ χελιδών καὶ ἔγχελυς τὴν αὐτὴν ἐβάδιξον ὁδόν·
γενομένων δὲ αὐτῶν κατά τινα ποταμὸν, ἡ μὲν χελιδνων
ἀνέπτη, ἡ δὲ ἔγχελυς κατέδυ·“ καὶ ταῦτα εἰπών 
ἐσιώπησεν. Ἐρομένων δʼ αὐτῶν ,,τί οὖν ἡ Δήμητρα 
ἔπαθεν ;“ ἔφη· ,,κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως
πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε.“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, ὅσοι
τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν
μᾶλλον αἱροῦνται.

118. Δηχθεὶς ὑπὸ μύρμηκος καὶ Ἑρμῆς.
(C. 364 et p. 411. F.363. B. 117.) 
 Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών
τις, ἀδίκως ἔλεγε τούς θεούς κρίνειν· ,,διʼ ἕνα γὰρ
ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι.· Ταῦτα αὐτοῦ 
λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ, ἐν ᾧ
ἔτυχεν ἱστάμενος, συνέβη ὑφʼ ἑνὸς δηχθῆναι τούτων.
Ὁ δὲ ὑφ’ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς
δʼ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων, εἶπεν· ,,εἶτα
οὐκ ἀνέχῃ σὺ τούς θεούς δικαστὰς εἶναι, οἷος εἶ σὺ
τῶν μυρμήκων;“ 
 Ὁ λόγος διδάσκει ἡμᾶς, μηδὲν ψέγειν τὰς τοῦ θεοῦ
περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν
ἄδικοι τοῖς ἀπαιδεύτοις δοκοῖεν εἶναι.

119. Διογένης ὁδοιπορῶν. (F. 56. C. 398.) 
 Διογένης ὁ κυνικὸς ὁδοιπορῶν, ὡς ἐγένετο κατά
τινα ποταμὸν πλημμυροῦντα, εἰστήκει ἀμηχανῶν. Εἷς
δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν
διαποροῦντα, προσελθὼν, καὶ ἀράμενος αὐτὸν σὺν
φιλοφροσύνῃ, διεπέρασεν αὐτόν. Ὁ δὲ εἱστήκει τὴν
αὐτοῦ πενίαν μεμφόμενος, διʼ ἣν ἀμείψασθαι τὸν 
εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου,
ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν
μὴ δυνάμενον, προσδραμών καὶ αὐτὸν διεπέρασε. Καὶ
ὁ Διογένης προσελθών αὐτῷ εἶπεν· ,,ἀλλʼ ἔγωγε οὐκέτι 
σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ, ὅτι οὐ
κρίσει, ἀλλὰ νόσῳ αὐτὸ σποιεῖς.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι οἱ μετὰ τῶν σπουδαίων καὶ
τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας 
δόξαν, ἀλογιστίαν δὲ μᾶλλον ὀφλισκάνουσι.

120. Δράκων καὶ Ἀετός. (C. 303. F.215.) 
 Δράκων καὶ ἀετὸς συμπλακέντες ἀλλήλοις 
ἐμάχοντο· καὶ ὁ μὲν δράκων εἶχε τὸν ἀετὸν συλλαβών.
Γεωργὸς δὲ ἰδὼν, λύσας τὴν πλοκὴν τοῦ δράκοντος,
αὐτόνομον ἀφῆκε τὸν ἀετόν. Χαλεπήνας δὲ ἐπὶ 
τούτοις ὁ δράκων, ἰὸν ἀφῆκε τῷ τοῦ σώσαντος πόματι.
Πιεῖν δὲ τοῦ γεωργοῦ πρὸς ἄγνοιαν μέλλοντος, ὁ ἀετὸς 
καταπτὰς τῶν τοῦ γεωργοῦ χειρῶν ἐξαιρεῖται τὴν
κύλικα. 
 Τοὺς εὖ ποιοῦντας μένουσι χάριτες.

121. Δραπέτης. (C. 324. F.395.) 
 Ὁ τὸν δραπέτην ἰδὼν διὰ χρόνου καὶ διώκων, ὡς
κατέφυγε φθάσας εἰς μυλῶνα, ,,ποῦ δʼ ἂν “ ἔφη ,,σὲ
μᾶλλον εὑρεῖν ἐβουλήθην ἢ ἐνταῦθα;“

 
ξατο. Τούτων δὲ σειομένων, οἱ κυνηγοὶ ἐπιστραφέντες
καὶ, ὅπερ ἦν ἀληθὲς, νομίσαντες, τῶν ζώων ὑπὸ τοῖς
φύλλοις τι κρύπτεσθαι, βέλεσιν ἀνεῖλον τὴν ἔλαφον.
Ἡ δὲ θνήσκουσα τοιαῦτʼ ἔλεγε· ,,δίκαια πέπονθα· οὐ
γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας
ὑπὸ θεοῦ κολάζονται.

128. Ἔλαφος καὶ Λέων.
(S.75. . 181 et p.365. P. 66 ct 209. B. 43.) 
 Ἔλαφος δίψει συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν. 
Πίνουσα δὲ ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν κατὰ
τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο, ὁρῶσα τὸ
μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα
ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. Ἔτι δʼ αὐτῆς
διανοουμένης, λέων ἐπιφανεὶς ἐδίωκεν αὐτὴν, κἀκείνη
εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχε. Μέχρι
μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα ἐσώζετο·
ἐπεὶ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα 
συνέβη, τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις,
μὴ δυναμένην τρέχειν συλληφθῆναι τῷ λέοντι. Μέλλουσα 
δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· ,,δειλαία ἐγὼ,
ἥτις, ὑφʼ ὧν μὲν ᾠόμην προδοθήσεσθαι, ἐσωζόμην ὑπὸ
τούτων, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων
ἀπόλλυμαι.“ 
 Οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν
φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες
προδόται.

129. Ἔλαφος καὶ Λέων. (S. 77. C. 64 et p. 314. F. 64.) 
 Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι 
σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη·
συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη εἶπε

 
,,δυσδαίμων ἐγὼ, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν
θηρίῳ ἐνεχείρισα.“ 
 Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλαττόνων
κινδύνων ἑαυτοὺς εἰς μείζονα κακὰ εἰσιᾶσιν.

130. Ἔλαφος καὶ Μήτηρ. (C.297. F.208.) 
 Ἔλαφον ἡ μήτηρ ἐνουθέτει, ταῦτα λέγουσα· ,,κέρας, 
ὦ παῖ, παρὰ τῆς φύσεως εἴληφας, μεγέθει δὲ 
διενήνοχας σώματος, καὶ οὐκ οἶδ’ ὅ, τι παθών 
ἀποδιδράσκεις ἐπιόντας τοὺς κύνας.“ Ταῦτα ἦν, καὶ κυνῶν
δρόμος ἠκούετο πόῤῥωθεν. δὲ μένειν τῷ παιδὶ 
παραινέσασα αὐτὴ τῆς φυγῆς προκατήρξατο. 
 Παραινεῖν ἕτοιμον, ἃ ποιεῖν ἀπορώτερον.

131. Ἔλαφος νοσοῦσα. (C. 377. F. 337. B. 46.) 
 Ἔλαφος νόσῳ περιπεσοῦσα, ἐπί τινος τόπου πεδινοῦ
κατεκέκλιτο. Τινὰ δὲ τῶν θηρίων εἰς θέαν αὐτῆς
ἐλθόντα, τὴν παρακειμένην τῇ ἐλάφῳ νομὴν κατεβοσκήθησαν· 
εἶτα ἐκείνη τῆς νόσου ἀπαλλαγεῖσα, τῇ ἐνδείᾳ 
δεινῶς κατετρύχετο, καὶ τῇ νομῇ τὸ ζῆν 
προσαπώλεσεν. 
 Ὁ μῦθος δηλοῖ, ὡς οἱ περιττοὺς καὶ ἀνονήτους
κτώμενοι φίλους ἀντὶ κέρδους ὑπʼ αὐτῶν ζημίαν 
μᾶλλον ὑφίστανται.

132. Ἐλπὶς ἐν ἀνθρώποις. (C.360. B. 58.) 
 Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας
ἔθηκεν αὐτὸν πωμάσας παρʼ ἀνθρώπῳ.
ὁ δʼ ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων,
τί ποτʼ ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας,
διῆκʼ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους,
κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν.
μόνη δʼ ἔμεινεν Ἐλπὶς, ἣν κατειλήφει
τεθὲν τὸ πῶμα. τοιγὰρ Ἐλπὶς ἀνθρώποις

 
μόνη σύνεστι, τῶν πεφευγότων ἡμιᾶς
ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.

133. Ἑορτὴ καὶ Ὑστεραία.
(Ex Plut. v. Themist. c. 18. C. 322. F.394.) 
 Τῇ ἑορτῇ φασι τὴν ὑστεραίαν ἐρίσαι λέγουσαν, ὡς
ἐκείνη μὲν ἀσχολιῶν τε μεστὴ καὶ κοπώδης ἐστὶν, ἐν
αὐτῇ δὲ πάντες ἀπολαύουσι τῶν παρεσκευασμένων 
σχολάζοντες· τὴν δʼ ἑορτὴν πρὸς ταῦτʼ εἰπεῖν· ,,ἀληθῆ
λέγεις· ἀλλʼ ἐμοῦ μὴ γενομένης, σὺ οὐκ ἂν ἦσθα.“

134. Ἔριφος καὶ Λύκος. (S. 98. C. 94 et p.318. F. 74.) 
 Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· 
ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· ,,πέπεισμαι, 
λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλʼ ἵνα μὴ ἀδόξως
ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι.“ Αὐλοῦντος δὲ
τοῦ λύκου καὶ τοῦ ἐρίφου ὀρχουμένου, οἱ κύνες 
ἀκούσαντες καὶ ἐξελθόντες τὸν λύκον ἐδίωκον· ὁ δὲ 
ἐπιστραφεὶς λέγει τῷ ἐρίφῳ· ,,ταῦτα ἐμοὶ καλῶς γίνεται·
ἔδει γάρμε, μακελλάριον ὄντα, αὐλητὴν μὴ μιμεῖσθαι.“ 
 Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες
καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.

135. Ἔριφος καὶ Λύκος. (C. 139. F. 75. B. 96.) 
 Ἔριφος ἐπί τινος δώματος ἑστὼς, ἐπειδὴ λύκον
παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν· ὁ δὲ
λύκος ἔφη· ,,ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλʼ ὁ
τόπος. 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ
καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.

136. Ἑρμῆς. (C. 103. F.255 
 Ζεὺς Ἑρμῆν προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους 
φάρμακον ἐγχεῖν. Ὁ δὲ, τοῦτο τρίψας καὶ μέτρον 
ποιήσας ἴσον, ἑκάστῳ ἐνέχεεν. Ἐπεὶ δὲ, μόνου

 
τοῦ σκυτέως ὑπολειφθέντος, πολύ κατελέλειπτο φάρμακον, 
ὅλην λαβὼν τὴν θυείαν ἐνέχεεν αὐτῷ. Κἀκ
τούτου συνέβη, τοὺς τεχνίτας ἅπαντας ψεύδεσθαι, 
μάλιστα δὲ πάντων τοὺς σκυτέας. 
 Ὁ μῦθος πρὸς ψευδολόγους τεχνίτας.

137. Ἑρμης καὶ Ἀγαλματοποιός. (S.89. C. 90. P. 243.) 
 Ἑρμῆς γνῶναι βουλόμενος, ἐν τίνι τιμῇ παρʼ 
ἀνθρώποις ἐστὶν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς 
ἀγαλματοποιυῦ ἐργαστήριον· καὶ θεασάμενος Διὸς ἄγαλμα
ἐπύθετο, πόσου· τοῦ δὲ εἰπόντος ,,δραχμῆς,“ γελάσας
ἠρώτα τῆς Ἥρας πόσου ἐστίν· εἰπόντος δὲ ἔτι μείζονος,
θεασάμενος καὶ ἑαυτοῦ ἄγαλμα ὑπέλαβεν, ὅτι αὐτὸν,
ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδὴς, περὶ πολλοῦ οί
ἄνθρωποι ποιοῦνται. Διὸ προσεπυνθάνετο ὁ Ἑρμῆς,
καὶ ὁ ἀγαλματογλύφος ἔφη· ,,ἀλλʼ ἐὰν τούτους 
ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω.“ 
 Πρὸς ἄνδρα κενόδοξον, ἐν οὐδεμιᾷ μοίρᾳ παρὰ
τοῖς ἄλλοις ὄντα, ὁ λόγος ἁρμόζει.

138. Ἑρμῆς καὶ Γῆ. (S. 102. C. 182. F.269.) 
 Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῇ
ἀγαγεῖν αὐτούς ἐπὶ τὴν γῆν, καὶ δεῖξαι ὅθεν ὀρύξαντες 
πλεῖον ποιήσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, 
ἡ γῆ τὸ μὲν πρῶτον ἐκώλυεν· ὡς δὲ ὁ Ἑρμῆς ἠνάγκαζε 
λέγων, τὸν Δία προστεταχέναι· ,,ἀλλʼ ὀρυσσέτωσαν,“ 
ἔφη, ,, ὅσην βούλονται· στένοντες γὰρ αὐτὴν καὶ
κλαίοντες ἀποδώσουσιν.“ 
 Πρὸς τοὺς ῥᾳδίως δανειζομένους καὶ μετὰ λύπης
ἀποδιδόντας ὁ λόγος εὔκαιρος.

139. ἄρμης καὶ Κύων. (Β. 48.) 
 Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἰστήκει,
λίθων δʼ ὑπʼ αὐτῷ σωρὸς ἦν. κύων τούτῳ

 
εἶπε προσελθών· ,,χαῖρε πρῶτον, Ἑρμεία·
ἔπειτʼ ἀλεῖψαι βούλομαί σε, μηδ’ οὕτω
θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην.“
ὁ δʼ εἶπεν· ,,ἄν μὴ τοῦτό μούπιλιχμήσῃς
τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς,
χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.“ 
 Ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως 
δυναμένοις δρᾶσαι τὰ βελτίω, κἂν τῶν συνήθων αὐτῶν 
αἰτιῶν ἀργῆσαι.

140. Ἑρμῆς καὶ Τιρεσίας. (S. 90. C.91. F. 244.) 
 Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι, 
εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ
ἀγροῦ, ἧκε πρὸς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ,
καὶ ἐπεξενώθη παρʼ αὐτῷ. Παραγγελθείσης δὲ τῷ 
Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαβών τὸν 
Ἑρμῆν ἧκεν εἰς τὸ προάστειον, οἰωνόν τινα περὶ τῆς 
κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν
θεάσηται ὄρνεον. Καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος
ἀετὸν, ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον,
ἀπήγγειλε αὐτῷ. Τοῦ δὲ εἰπόντος, μὴ πρὸς αὐτοὺς
τοῦτον εἶναι, ἐκ δευτέρου ἰδὼν κορώνην, ἐπί τινος
δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ
δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. Ὁ δὲ ὑποτυχών
ἔφη· ,,ἀλλʼ αὕτη ἡ κορώνη διόμνυται τόν τε οὐρανὸν
καὶ τὴν γῆν, ὅτι, ἐὰν σὺ θέλῃς, τοὺς ἐμαυτοῦ
βόας ἀπολήψομαι.“ 
 Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα 
κλέπτην.

141. Ἑρμοῦ ἅμαξα καὶ Ἄραβες. (F. 349. C. 403. cx B. 57.) 
 Ἑρμῆς ποτε ψεύσματα καὶ πανουργίας θεὶς εἰς
ἅμαξαν, εἰς πᾶσαν γῆν ἀπῄει. Ὡς δὲ Ἀράβων κατήντησε

 
τὴν χώραν, συντρίβει (συντριβῆναι λέγουσι?) τὴν
ἅμαξαν κενὴν φορτίων· οἱ δὲ εἰς ἄλλους τόπους οὐκ
εἴασαν ὁδεῦσαι. [οὐδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις 
ἐπιτελεῖν δυνάμενοι.]

142. Ἔρως ἐν ἀνθρώποις.
(C. 396. F. 406. ex Himerii Soph. X, c. 6.) 
 Ὅτε τοὺς ἀνθρώπους ὁ Ζεὺς ἐγέννησεν, τά μεν ἄλλα
πάντα εἶχον, ὡς νῦν κεκόσμηνται, Ἔρως δὲ οὔπω ταῖς
ψυχαῖς τῶν ἀνθρώπων ἐγκατῳκίζετο, ἀλλʼ ἔχων ἔτι τὸ
πτερὸν ὁ θεὸς οὗτος μετάρσιον, οὐρανῷ τε ἐνωμίλει
καὶ εἰς θεοὺς μόνους ἐτόξευεν. Δείσας δὲ μὴ αὐτῷ
ἀφοανισθῇ τῶν ποιημάτων τὸ κάλλιστον, Ἔρωτα πέμπει
τοῦ τῶν ἀνθρώπων γένους ἐσόμενον φύλακα. Ὁ δὲ
ταύτην ἐκ Διὸς τὴν ἐπιτροπὴν λαβὼν, τὸ μὲν ἀπάσαις
ψυχαῖς ἐγκατοικίζεσθαι, ἢ πᾶν ἐπίσης ἦθος νεοτελές τε
καὶ βέβηλον ἔχειν τέμενος, οὐκ ἐδοκίμαζεν· ἀλλὰ τὰς
μὲν πολλὰς καὶ ἀγελαίους ψυχὰς ταῖς πανδήμοις Ἔρωσι,
τοῖς τῶν νυμφῶν παισὶ, ποιμαίνειν ἀπένεμεν, αὐτὸς
δὲ ταῖς θείαις καὶ οὐρανίαις ψυχαῖς ἐνῳκίσατο, καὶ
ταύτας ἀναβακχεύων ἐπὶ μανίαν ἐρωτικὴν, μυρία
ἀγαθὰ τὸ τῶν ἀνθρώπων γένος εἰργάσατο. Ὅἴαν μὲν
οὖν ἴδῃς τινὰ βραδύν τε τὴν φύσιν καὶ πρὸς φιλίαν
δυσκίνητον, νόησον, ὅτι τῶν Ἔρωτος ἐκείνου ξενίων
οὐδαμῶς οὗτος ἠξίωται· ὅταν δὲ ὀξύν καὶ θερμὸν τὴν
γνώμην, καὶ φλογὸς δίκην ἐπʼ ἐρωτικὴν φιλίαν ᾄττοντα, 
νόησον τοῦτο εἶναι ἐκείνου ξένιον τοῦ Ἔρωτος.

143. Εὐνοῦχος καὶ Θύτης. (B. 54.) 
 Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων
σκεψόμενος. ὁ θύτης δʼ ἁγνὸν ἧπαρ ἁπλώσας
,,ὅταν μὲν“ εἶπε ,,τοῦτʼ ἴδω, πατὴρ γίγνῃ·
ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδʼ ἀνὴρ φαίνῃ.“ 

 
 Πρὸς τούς τὰς εὐχὰς ὑπὲρ τῶν οὐ δεόντων 
ποιουμένους ἢ καὶ ἄλλως μὴ δυναμένων γενέσθαι.

144. Ἐχθροί. (S. 68. F. 58. C. p.294.) 
 Δύο ἐχθροὶ ἐν μιᾷ νηῒ ἔπλεον· βουλόμενοι δʼ ἀλλήλων 
πολὺ διεζεῦχθαι, ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν,
ὁ δὲ ἐπὶ τὴν πρύμναν, καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος
δὲ σφοδροῦ καταλαβόντος, καὶ τῆς νεὼς περιτρεπομένης,
ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετό τινος, περὶ ποῖον μέρος
καταδύεται τὸ σκάφος πρῶτον κινδυνεῦον· τοῦ δὲ
εἰπόντος ,,κατὰ τὴν πρώραν,“ ἔφη· ,,ἀλλʼ ἔμοιγε οὐκέτι
λυπηρὸς ὁ θάνατός ἐστιν, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν
μου προαποπνιγόμενον.“ 
 Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς ἐχθροὺς
δυσμένειαν αἱροῦνται καὶ αὐτοὶ τὸ δεινὸν πάσχειν, χάριν 
τοῦ κἀκείνους ὁρᾶν δυστυχήσαντας.

144b. Ἄλλως. (C.27.) 
 Δύο τινὲς, ἀλλήλοις ἐχθραίνοντες, ἐπὶ τῆς αὐτῆς
νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος
δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. λειμῶνος δὲ ἐπιγενομένου, 
καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ
ἐπὶ τῆς πρύμνης τὸν κυβερνήτην ἢρετο, πότερον τῶν
μερῶν τοῦ πλοίου πρότερον μέλλει καταβαπτίζεσθαι.
Τοῦ δὲ ,,τὴν πρῴραν“ εἰπόντος, ,,ἀλλ’ ἔμοιγε οὐκ ἔστι
λυπηρὸν“ εἶπεν ,,ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ
τὸν ἐχθρὸν ἀποθνήσκοντα.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν
τῆς ἑαυτῶν βλάβης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς
μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους.

145. Ἔχις καὶ Ἀλώπηξ. (S. 97. C.183. F. 270.) 
 Ἔχις ἐπὶ δέσμῃ ἀκανθῶν εἴς τινα ποταμὸν 

 
ἐφέρετο· ἀλώπηξ δὲ παριοῦσα ὡς ἐθεάσατο αὐτὸν, εἶπεν·
,,ἄξιος τῆς νεὼς ὁ ναύκληρος.“ 
 Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν 
ἐπιχειρήσαντα ὁ λόγος ἁρμόσειεν ἄν.

146. Ἔχις καὶ Ῥίνη. (S.94. C. 184. F.271.) 
 Ἔχις εἰσελθών εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ
τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρʼ αὐτῶν ἧκε
πρὸς τὴν ῥίνην, καὶ ταύτην παρεκάλει δοῦναί τι αὐτῷ.
Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· ,,ἀλλʼ εὐήθης εἶ παρʼ ἐμοῦ
ἀποίσεσθαί τι οἰόμενος, ἥτις οὐ διδόναι ἀλλὰ λαμβάνειν 
παρὰ πάντων εἴωθα.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων
τι κερδαίνειν προσδοκῶντες.

147. Ἔχις καὶ Ὕδρα. (S. 91. C.185. F.272) 
 Ἔχις φοιτῶν ἐπί τινα κρήνην, ἔπινεν· ἡ δὲ ἐνταῦθα
οἰκοῦσα ὕδρα ἐκώλυεν αὐτὸν, ἀγανακτοῦσα εἴγε μὴ
ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν ἑαυτῆς δίαιταν
ἀφικνεῖται. Ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, 
συνἐθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι, καὶ τοῦ
νικῶντος ἥ τε τῆς γῆς καὶ τοῦ ὕδατος νομὴ γένηται.
Ταξαμένων δʼ αὐτῶν τὴν προθεσμίαν, οἱ βάτραχοι διὰ
μῖσος τῆς ὕδρας παραγενόμενοι πρὸς τὸν ἔχιν 
παραθαδῥύνουσιν αὐτὸν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ 
συμμαχήσειν αὐτῷ. Ἐνσταθείσης δὲ τῆς μάχης ὁ μὲν ἔχις
πρὸς τὴν ὕδραν ἐπολέμει, οἱ δὲ βάτραχοι, μηδὲν περαιτέρω 
δυνάμενοι δρᾶν, μεγάλα ἐκεκράγεισαν. Καὶ ὁ
ἔχις νικήσας ᾐτιάσατο αὐτούς, ὅτι συμμαχήσειν αὐτῷ
ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐβοήθουν,
ἀλλὰ καὶ ᾖδον. Οἱ δὲ ἔφασαν πρὸς αὐτόν· ,,ἀλλʼ εὖ
ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν,
ἀλλὰ διὰ μόνης φωνῆς καθέστηκεν.“ 

 
 Ὁ λόγος δηλοῖ, ὅτι, ἔνθα χειρῶν χρεία ἐστὶν, ἡ δία
λόγων βοήθεια οὐδὲν λυσιτελεῖ.

148. Ζεὺς καὶ Αἰσχύνη. (S. 108. C. 104. F.256.) 
 Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις
εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο.
Διόπερ ἀμηχανῶν, πόθεν αὐτὴν εἰσαγάγῃ, ἐκέλευσεν
αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. Ἡ δὲ τὸ μὲν πρῶτον
ἀντέλεγε καὶ ἠναξιοπάθει· ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, 
ἔφη· ,,ἀλλʼ ἔγωγε ἐπὶ τοιαύταις ὁμολογίαις εἴσειμι, 
ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθέως ἐξελεύσομαι.“
Απὸ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους
εἶναι. 
 Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πόρνον.

149. Ζεὑς καὶ Ἀλώπηξ. (S.106. C. 186. F.273.) 
 Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν 
καὶ τὸ ποικίλον, τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων
ζώων ἐνεχείρισε. Βουλόμενος δὲ γνῶναι, εἰ τὴν τύχην 
μεταλλάξασα μετεβάλετο καὶ τὴν ἕξιν, φερομένης
ἐν φορείῳ, κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν. Ἡ δὲ
ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο, τοῦ φορείου 
ἀναπηδήσασα ἀκόσμως συλλαβεῖν αὐτὸν ἐπειρᾶτο. 
Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῆς πάλιν αὐτὴν 
εἰς τὴν ἀρχαίαν τάξιν ἀποκατέστησεν. 
 Ὁ λόγος δηλοῖ, ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων, κἂν
τὰ προσχήματα λαμπρότερα ἀναλάβωσι, τὴν γοῦν φύσιν
οὐ μετατίθενται.

150. Ζεὺς καὶ Ἄνθρωποι. (S. 107.) 
 Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑρμῇ νοῦν αιτοῖς 
ἐγχέαι· κἀκεῖνος μέτρον ἴσον ποιήσας ἑκάστῳ ἐνέχεε. 
Συνέβη οὖν τοὺς μὲν μικροφυεῖς πληρωθέντας

 
τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακρούς, ἅτε
μὴ ἐφικομένου τοῦ ποτοῦ μηδὲ εἰς πᾶν τὸ σῶμα, ἀλλὰ
μέχρι γονάτων, ἀφρονεστέρους γενέσθαι. 
 Πρὸς ἄνδρα εὐμεγέθη τῷ σώματι, κατὰ ψυχὴν δὲ
ἀλόγιστον ὁ λόγος εὔκαιρος.

151. Ζεὺς καὶ Ἀπόλλων.
(S. 103. C. 187 e p.366. F.274 ct 351. B. 68.) 
 Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον· τοῦ δὲ
Ἀπόλλωνος ἐκτείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος,
Ζεὺς τοσοῦτον διέβη, ὅσον Ἀπόλλων ἐτόξευσεν. 
 Οὕτως οἱ τοῖσι κρείττοσιν ἀνθαμιλλώμενοι γέλωτος
ἄξιοί εἰσιν.

152. Ζεὺς κριτὴς. (C. 366 et p. 412. F. 365. B. 129.) 
 Ὁ Ζεὺς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ἐν ὀστράκοις
τὸν Ἑρμῆν ὥρισε γράφειν, καὶ εἰς κιβωτὸν ἀποτιθέναι
πλησίον αὐτοῦ, ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ.
Συγκεχυμένων δὲ τῶν ὀστράκων ἐπʼ ἀλλήλοις, τὸ μὲν
βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τὰς τοῦ Διὸς χεῖρας,
εἴποτε καλῶς κρίνοι. 
 Τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζειν, ἂν 
θᾶσσον ἀδικῶν τις, ὀψὲ κακῶς πράσσῃ.

153. Ζεὺς καὶ Ὄφις. (F. 184. C. 189 et p.368) 
 Τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῶα ἀνήνεγκαν 
δῶρα, ἕκαστον κατὰ τὴν οἰκείαν δύναμιν· ὄφις
δὲ ἕρπων, ῥόδον λαβὼν ἐν τῷ στόματι, ἀνέβη. Ἰδὼν
δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· ,,τῶν ἄλλων πάντων τὰ δῶρα
λαμβάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμβάνω οὐδʼ
ὅλως.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι τῶν πονηρῶν αἱ χάριτες 
φοβεραί εἰσιν.

153b. Ἄλλως. (S. 218) 
 Τοῦ Διὸς γαμοῦντος πάντα τὰ ζῶα ἀνήνεγκαν
δῶρα· ὄφις δὲ ἕρπων ῥόδον ἀναλαβὼν τῷ στόματι 
ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· ,,τῶν ἄλλων ἀπάντων
καὶ ἐκ ποδῶν δῶρα δέχομαι, ἀπὸ δὲ τοῦ σοῦ στόματος
οὐ λαμβάνω.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι πάντων τῶν πονηρῶν αἰ χάριτες 
φοβεραί.

154. Ζεὺς καὶ Χελώνη. (S. 105. C. 105 et p. 318. F.79.) 
 Ζεὺς, γάμους τελῶν, συγκαλεσάμενος τὰ ζῶα
πάντα εἱστία. Μόνης δὲ χελώνης ὑστερησάσης, διαπορῶν 
τὴν αἰτίαν τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς· ,,διὰ
τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθες;“ Τῆς δὲ εἰπούσης
,,φίλος οἶκος ἄριστος οἶκος,“ ἀγανακτήσας κατʼ αὐτῆς
παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν 
περιφέρειν.“ 
 Οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται λιτῶς οἰ-
κεῖν ἢ παρʼ ἄλλοις πολυτελῶς διαιτᾶσθαι.

155. Ζεὺς, Προμηθεὺς, Ἀθηνᾶ, Μῶμος
(S.100. C. 190. F.275. B. 59.) 
 Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες,
ὁ μὲν ταῦρον, ὁ Προμηθεὺς ἄνθρωπον, ἡ δὲ οἶκον,
Μῶμον κριτὴν εἵλοντο. Ὁ δὲ, φθονήσας τοῖς δημιουργήμασιν, 
ἀχθόμενος ἔλεγε· τὸν μὲν Δία ἡμαρτηκέναι,
τοῦ ταύρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι μὴ θέντα,
ἵνα βλέπῃ ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι ἀνθρώπου 
τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν
οἱ πονηροὶ, φανεροῦντες, εἴ τι ἕκαστος κατὰ
νοῦν ἔχει. Τρίτον δὲ ἔλεγεν, ὡς ἔδει τὴν Ἀθηνᾶν τῷ
οἱκῳ τροχοὺς ὑποθεῖναι, ἵνα, ἐὰν πονηρῷ τις παροικισθῇ

 
γείτονι, ῥᾳδίως μεταβαίνῃ. Καὶ ὁ Ζεὺς, ἀγανακτήσας 
κατʼ αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ, τοῦ Ὀλύμπου
αὐτὸν ἐξέβαλεν. 
 Ὁ λόγος δηλοῖ, ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον,
ὃ μὴ πάντως περί τι ψόγον ἐπιδέχεται.

155b. Ἄλλως. Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ.
(C 190. p. 120.) 
 Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ ἔριν ἐποιήσαντο, τίς
κάλλιόν τι ποιήσει. Καὶ ὁ μὲν Ζεὺς ἄνθρωπον εὐπρεπέστατον 
ἐποίησεν, ὁ δὲ Ποσειδῶν ταῦρον, ἡ δὲ Ἀθηνᾶ
οἶκον ἀνθρώποις· κριτὴς δʼ ἦν ἐπὶ τούτοις Μῶμος.
Καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, 
κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι,
ὡς ἂν βλέπῃ, ποῦ τύπτει· τοῦ δέ γε τὰς φρένας [ἀνθρώπου] 
καὶ τὰς βουλὰς φανερὰς εἶναι, ὡς ἄν διαγινώσκηται,
τί βουλεύεται ἕκαστος· τῆς δὲ οἰκίας, ὅτι
μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις 
συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν.

156. Ἡδονὴ καὶ Λύπη. (C. 392. ex Plat. Phaed. p. 60, B.) 
 Ὡς ἄτοπον, ἔφη Σωκράτης, ὦ ἄνδρες, ἔοικέ τι
εἶναι τοῦτο, ὃ καλοῦσιν οἱ ἄνθρωποι ἡδύ· ὡς θαυμασίως 
πέφυκε πρὸς τὸ δοκοῦν ἐναντίον εἶναι, τὸ λυπηρὸν, 
τῷ ἅμα μὲν αὐτὼ μὴ ἐθέλειν παραγίγνεσθαι τῷ
ἀνθρώπῳ, ἐὰν δέ τις διώκῃ τὸ ἕτερον καὶ λαμβάνῃ,
σχεδόν τι ἀναγκάζεσθαι ἀεὶ λαμβάνειν καὶ τὸ ἕτερον,
ὥσπερ ἐκ μιᾶς κορυφῆς συνημμένῳ δύʼ ὄντε. Καί μοι
δοκεῖ, ἔφη, εἰ ἐνενόησεν αὐτὰ Αἴσωπος, μῦθον ἂν
συνθεῖναι, ὡς ὁ θεὸς βουλόμενος αὐτὰ διαλλάξαι 
πολεμοῦντα, ἐπειδὴ οὐκ ἐδύνατο, ξυνῆψεν εἰς ταὐτὸν
αὐτοῖς τὰς κορυφὰς, καὶ διὰ ταῦτα, ᾧ ἂν τὸ ἕτερον
παραγένηται, ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἕτερον.

157. Ἡμίονος. (F.83. (C. 140 et p. 338. B.62.) 
 Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα, ἀνεσκίρτησε,
καθʼ ἑαυτὴν βοῶσα· πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, 
κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην. Καὶ δὴ ἐν μιᾷ
ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡ ἡμίονος τρέχειν·
ὡς δὲ τοῦ δρόμου ἐπέπαυτο, σκυθρωπάζουσα πατρὸς
τοῦ ὄνου εὐθὺς ἀνεμνήσθη. 
 Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ
εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι· ἀβέβαιος
γάρ ἐστιν ὁ βίος οὗτος.

158. Ἡρακλῆς, Ἀρετὴ καὶ Κακία.
(C. 393. ex Xenoph. Commen. ll, 1, §.21 sqq.) 
 Πρόδικος ὁ σοφὸς ἐν τῷ συγγράμματι τῷ περὶ
Ἡρακλέους ὧδε περὶ Ἀρετῆς ἀπεφαίνετο· φησὶ γὰρ
Ἡρακλέα, ἐπεὶ ἐκ παίδων εἰς ἥβην ὡρμᾶτο, ἐν ᾗ οἱ νέοι
ἤδη αὐτοκράτορες γιγνόμενοι δηλοῦσιν εἴτε τὴν διʼ
ἀρετῆς ὁδὸν τρέψονται ἐπὶ τὸν βίον εἴτε τὴν διὰ κακίας, 
ἐξελθόντα εἰς ἡσυχίαν καθῆσθαι ἀποροῦντα ὁποτέραν 
τῶν ὁδῶν τράπηται· καὶ φανῆναι αὐτῷ δύο 
γυναῖκας προσιέναι μεγάλας, τὴν μὲν ἑτέραν εὐπρεπῆ τε
ἰδεῖν καὶ ἐλευθέριον φύσει, κεκοσμημένην τὸ μὲν σῶμα
καθαριότητι, τὰ δὲ ὄμματα αἰδοῖ, τὸ δὲ σχῆμα σωφροσύνῃ, 
ἐσθῆτι δὲ λευκῇ, τὴν δʼ ἑτέραν τεθραμμένην μὲν
εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα, κεκαλλωπισμένην
δὲ τὸ μὲν χρῶμα ὥστε λευκοτέραν τε καὶ ἐρυθροτέραν
τοῦ ὄντος δοκεῖν φαίνεσθαι, τὸ δὲ σχῆμα ὥστε δοκεῖν
ὀρθοτέραν τῆς φύσεως εἶναι, τὰ δὲ ὄμματα ἔχειν 
ἀναπεπταμένα, ἐσθῆτα δὲ ἐξ ἧς ἄν μάλιστα ἡ ὥρα 
διαλάμποι· κατασκοπεῖσθαι δὲ θαμὰ ἑαυτὴν, ἐπισκοπεῖν δὲ
καὶ εἴ τις ἄλλος αὐτὴν θεᾶται, πολλάκις δὲ καὶ εἰς τὴν
ἑαυτῆς σκιὰν ἀποβλέπειν. Ὡς δʼ ἐγένοντο πλησιαίτερον

 
τοῦ Ἡρακλέους, τὴν μὲν πρόσθεν ῥηθεῖσαν ἰέναι
τὸν αὐτὸν τρόπον, τὴν δʼ ἑτέραν φθάσαι βουλομένην
προσδραμεῖν τῷ Ἡρακλεῖ καὶ εἰπεῖν· „Ὁλρῶ σε, ὦ Ἡράκλεις,
ἀποροῦντα ποίαν ὁδὸν ἐπὶ τὸν βίον τράπῃ. Ἐὰν
οὖν ἐμὲ φίλην ποιήσῃ, ἐπὶ τὴν ἡδίστην τε καὶ ῥᾴστην
ὀδὸν ἄξω σε, καὶ τῶν μὲν τερπνῶν οὐδενὸς ἂγευστος
ἔσει, τῶν δὲ χαλεπῶν ἄπειρος διαβιώσει. Πρῶτον μὲν
γὰρ οὐ πολέμων οὐδὲ πραγμάτων φροντιεῖς, ἀλλὰ 
σκοπούμενος διοίσει, τί ἄν κεχαρισμένον ἢ σιτίον ἢ ποτὸν
εὕροις, ἢ τί ἄν ἰδών ἢ τί ἀκούσας τερφθείης, ἢ τίνων
ὀσφραινόμενος ἢ ἁπτόμενος ἡσθείης, τίσι δὲ παιδικοῖς
ὁμιλῶν μάλιστʼ ἂν εὐφρανθείης, καὶ πῶς ἄν μαλακώτατα 
καθεύδοις, καὶ πῶς ἄν ἀπονώτατα τούτων πάντων 
τυγχάνοις. Ἐὰν δέ ποτε γένηταί τις ὑποψία σπάνεως 
ἀφʼ ὧν ἔσται ταῦτα, οὐ φόβος μή σε ἀγάγω ἐπὶ
τὸ πονοῦντα καὶ ταλαιπωροῦντα τῷ σώματι καὶ τῇ ψυχῇ
ταῦτα πορίζεσθαι, ἀλλʼ οἷς ἂν οἱ ἄλλοι ἐργάζωνται,
τούτοις σὺ χρήσει, οὐδενὸς ἀπεχόμενος ὅθεν ἂν δυνατὸν 
ᾖ τι κερδᾶναι· πανταχόθεν γὰρ ὠφελεῖσθαι τοῖς
ἐμοὶ ξυνοῦσιν ἐξουσίαν ἐγὼ παρέχω.“ Καὶ ὁ Ἡρακλῆς
ἀκούσας ταῦτα ,,ὦ γύναι,“ ἔφη ,,ὄνομα δέ σοι τί
ἐστιν;“ δέ ,,οἱ μὲν ἐμοὶ φίλοι·“ ἔφη ,,καλοῦσί με
Εὐδαιμονίαν, οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι 
ὀνομάζουσι Κακίαν.“ Καὶ ἐν τούτῳ ἡ ἑτέρα γυνὴ 
προσελθοῦσα εἶπε· ,,Καὶ ἐγὼ ἥκω πρὸς σὲ, ὦ Ἡράκλεις, 
εἰδυῖα τοὺς γεννήσαντάς σε καὶ τὴν φύσιν τὴν σὴν ἐν τῇ
παιδείᾳ καταμαθοῦσα, ἐξ ὧν ἐλπίζω, εἰ τὴν πρὸς ἐμὲ
ὁδὸν τράποιο, σφόδρʼ ἄν σε τῶν καλῶν καὶ σεμνῶν
ἐργάτην ἀγαθὸν γενέσθαι, καὶ ἐμὲ ἔτι πολύ ἐντιμοτέραν 
καὶ ἐπʼ ἀγαθοῖς διαπρεπεστέραν φανῆναι. Οὐκ
ἐξαπατήσω δέ σε προοιμίοις ἡδονῆς, ἀλλʼ ᾗπερ οἱ θεοὶ
διέθεσαν τὰ ὄντα διηγήσομαι μετʼ ἀληθείας. Τῶν γὰρ

 
ὄντων ἀγαθῶν καὶ καλῶν οὐδὲν ἄνευ πόνου καὶ ἐπιμελείας 
θεοὶ διδόασιν ἀνθρώποις, ἀλλʼ εἴτε τοὺς θεοὺς
ἵλεως εἶναί σοι βούλει, θεραπευτέον τοὺς θεοὺς, εἴτε
ὑπὸ φίλων ἐθέλεις ἀγαπᾶσθαι, τοὺς φίλους εὐεργετητέον, 
εἴτε ὑπό τινος πόλεως ἐπιθυμεῖς τιμᾶσθαι, τὴν
πόλιν ὠφελητέον, εἴτε ὑπὸ τῆς Ἑλλάδος πάσης ἀξιοῖς
ἐπʼ ἀρετῇ θαυμάζεσθαι, τὴν Ἑλλάδα πειρατέον εὖ
ποιεῖν, εἴτε γῆν βούλει σοι καρποὺς ἀφθόνους φέρειν,
τὴν γῆν θεραπευτέον, εἴτε ἀπὸ βοσκημάτων οἴει δεῖν
πλουτίζεσθαι, τῶν βοσκημάτων ἐπιμελητέον, εἴτε διὰ
πολέμου ὁρμᾷς αὔξεσθαι καὶ βούλει δύνασθαι τούς τε
φίλους ἐλευθεροῦν καὶ τοὺς ἐχθροὺς χειροῦσθαι, τὰς
πολεμικὰς τέχνας αὐτάς τε παρὰ τῶν ἐπισταμένων 
μαθητέον καὶ ὅπως αὐταῖς δεῖ χρῆσθαι ἀσκητέον· εἰ δὲ
καὶ τῷ σώματι βούλει δυνατὸς εἶναι, τῇ γνώμῃ ὑπηρετεῖν
ἐθιστέον τὸ σῶμα καὶ γυμναστέον σὺν πόνοις καὶ
ἱδρῶτι.“ Καὶ ἡ Κακία ὑπολαβοῦσα εἶπεν· ,,ἐννοεῖς,
ὦ Ἡράκλεις, ὡς χαλεπὴν καὶ μακρὰν ὀδὸν ἐπὶ τὰς 
εὐφροσύνας ἡ γυνή σοι αὕτη διηγεῖται; ἐγὼ δὲ ῥᾳδίαν
καὶ βραχεῖαν ὁδὸν ἐπὶ τὴν εὐδαιμονίαν ἄξω σε.“ Καὶ
ἡ Ἀρετὴ εἶπεν· ,,ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν ἔχεις; ἢ
τί ἡδὺ οἶσθα μηδὲν τούτων ἕνεκα πράττειν ἐθέλουσα;
ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, ἀλλὰ
πρὶν ἐπιθυμῆσαι πάντων ἐμπίπλασαι, πρὶν μὲν πεινῆν
ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, (καὶ) ἵνα μὲν ἡδέως
φάγῃς, ὁψοποιοὺς μηχανωμένη, ἵνα δὲ ἡδέως πίνῃς,
οἴνους τε πολυτελεῖς παρασκευάζει καὶ τοῦ θέρους
χιόνα περιθέουσα ζητεῖς, ἵνα δὲ καθυπνώσῃς ἡδέως,
οὐ μόνον τὰς στρωμνὰς μαλακὰς, ἀλλὰ καὶ τὰς κλίνας
καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζει· οὐ γὰρ
διὰ τὸ πονεῖν, ἀλλὰ διὰ τὸ μηδὲν ἔχειν ὅ, τι ποιῇς ὕπνου
ἐπιθυμεῖς. Τὰ δʼ ἀφροδίσια πρὸ τοῦ δεῖσθαι ἀναγκάζεις,

 
πάντα μηχανωμένη, καὶ γυναιξὶ τοῖς ἀνδράσι
χρωμένη· οὕτω γὰρ παιδεύεις τοὺς σεαυτῆς φίλους,
τῆς μὲν νυκτὸς ὑβρίζουσα, τῆς δʼ ἡμέρας τὸ χρησιμώτατον
κατακοιμίζουσα. Ἀθάνατος δὲ οὖσα ἐκ θεῶν μὲν
ἀπέῤῥιψαι, ὑπὸ δὲ ἀνθρώπων ἀγαθῶν ἀτιμάζει· τοῦ
δὲ πάντων ἡδίστου ἀκούσματος, ἐπαίνου σεαυτῆς, 
ἀνήκοος εἶ, καὶ τοῦ πάντων ἡδίστου θεάματος ἀθέατος·
οὐδὲν γὰρ πώποτε σεαυτῆς ἔργον καλὸν τεθέασαι. Τίς
δʼ ἄν σοι λεγούσῃ τι πιστεύσειε; τίς δʼ ἂν δεομένῃ τινὸς 
ἐπαρκέσειεν; ἢ τίς ἂν εὖ φρονῶν τοῦ σοῦ θιάσου
τολμήσειεν εἶναι; οἳ νέοι μὲν ὄντες τοῖς σώμασιν 
ἀδύνατοί εἰσι, πρεσβύτεροι δὲ γενόμενοι ταῖς ψυχαῖς 
ἀνόητοι, ἀπόνως μὲν λιπαροὶ διὰ νεότητος φερόμενοι,
ἐπιπόνως δὲ αὐχμηροὶ διὰ γήρως περῶντες, τοῖς μὲν
πεπραγμένοις αἰσχυνόμενοι, τοῖς δὲ πραττομένοις 
βαρυνόμενοι, τὰ μὲν ἡδέα ἐν τῇ νεότητι διαδραμόντες,
τὰ δὲ χαλεπὰ εἰς τὸ γῆρας ἀποθέμενοι. Ἐγὼ δὲ σύνειμι 
μὲν θεοῖς, σύνειμι δὲ ἀνθρώποις τοῖς ἀγαθοῖς·
ἔργον δὲ καλὸν οὕτε θεῖον οὔτʼ ἀνθρώπινον χωρὶς
ἐμοῦ γίγνεται· τιμῶμαι δὲ μάλιστα πάντων καὶ παρὰ
θεοῖς καὶ παρʼ ἀνθρώποις οἷς προσήκει, ἀγαπητὴ μὲν
συνεργὸς τεχνίταις, πιστὴ δὲ φύλαξ σἴκων δεσπόταις,
εὐμενὴς δὲ παραστάτις οἰκέταις, ἀγαθὴ δὲ συλλήπτρια
τῶν ἐν εἰρήνῃ πόνων, βεβαία δὲ τῶν ἐν πολέμῳ σύμμαχος 
ἔργων, ἀρίστη δὲ φιλίας κοινωνός. Ἔστι δὲ τοῖς
μὲν ἐμοῖς φίλοις ἡδεῖα μὲν καὶ ἀπράγμων σίτων καὶ
ποτῶν ἀπόλαυσις· ἀνέχονται γὰρ, ἕως ἂν ἐπιθυμήσωσιν 
αὐτῶν· ὕπνος δʼ αὐτοῖς πάρεστιν ἡδίων ἢ τοῖς
ἀμόχθοις, καὶ οὔτε ἀπολείποντες αὐτὸν ἄχθονται οὔτε
διὰ τοῦτον μεθιᾶσι τὰ δέοντα πράττειν. Καὶ οἱ μὲν
νέοι τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις χαίρουσιν, οἱ δὲ
γεραίτεροι ταῖς τῶν νέων τιμαῖς ἀγάλλονται, καὶ ἡδέως

 
μὲν τῶν παλαιῶν πράξεων μέμνηνται, εὖ δὲ τὰς 
παρούσας ἥδονται πράττοντες, διʼ ἐμὲ φίλοι μὲν θεοῖς 
ὄντες, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν. Ὅταν δʼ
ἔλθῃ τὸ πεπρωμένον τέλος, οὐ μετὰ λήθης ἄτιμοι 
κεῖνται, ἀλλὰ μετὰ μνήμης τὸν ἀεὶ χρόνον ὑμνούμενοι 
θάλλουσι. Τοιαῦτά σοι, ὦ παῖ τοκέων ἀγαθῶν Ἡράκλεις,
ἔξεστι διαπονησαμένῳ τὴν μακαριστοτάτην εὐδαιμονίαν 
κεκτῆσθαι.“ 
 Οὕτω πως διώκει Πρόδικος τὴν ὑπʼ Ἀρετῆς Ἡρακλέους 
παίδευσιν· ἐκόσμησε μέντοι τὰς γνώμας ἔτι 
μεγαλειοτέροις ῥήμασιν ἢ ἐγὼ νῦν. Ὑμῖν δʼ οὖν ἄξιον,
ὦ νέοι, τούτων ἐνθυμουμένοις πειρᾶσθαί τι καὶ τῶν
εἰς τὸν μέλλοντα χρόνον τοῦ βίου φροντίζειν.

159. Ἡρακλῆς καὶ Ἀθηνᾶ. (C.308. P. 419.)h 
 Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. Ἰδὼν δʼ ἐπὶ
γῆς μήλῳ ὅμοιόν τι, ἐπειρᾶτο συντρῖψαι. Ὡς δὲ εἶδε
διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέθετο, καὶ τῷ 
ῥοπάλῳ ἔπαιεν. Τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸν
ἐπέφραξεν. Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων.
Ἀθηνᾶ δὲ, αὐτῷ ἐπιφανεῖσα, εἶπε· ,,πέπαυσο, ἀδελφέ·
τοῦτʼ ἔστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ
ἀμάχητον, μένει οἷον ἦν πρῶτον, ἐν δὲ ταῖς μάχαις
οὕτως οἰδεῖται.“ 
 Ὅτι αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάβης
ὑπάρχουσιν.

160. Ἡρακλῆς καὶ Πλοῦτος. (S. 110. C . 191:. F. 276.) 
 Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα
ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. 
Καὶ δὴ τελευταίου εἰσιόντος τοῦ Πλούτου, κατὰ
τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. Ὁ δὲ Ζεὺς
θαυμάσας τὸ γεγονὸς, ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν,

 
δι᾿ ἣν πάντας ἀσμένως προσαγορεύσας μόνον τὸν Πλοῦτον
ὑποβλέπεται. Ὁ δὲ εἶπεν· ,,ἀλλʼ ἔγωγε διὰ τοῦτο
αὐτὸν ὑποβλέπομαι, ὅτι παρʼ ὅν καιρὸν ἐν ἀνθρώποις
ἢμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς
συνόντα.“ 
 Ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρὸς πλουσίου μὲν τὴν
τύχην, πονηροῦ δὲ τὸν τρόπον.

161. Ἥρως. (S. 109. F.80. C. 399. B. 63.) 
 Ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων τούτῳ πολυτελῶς
ἔθυεν· ἀεὶ δʼ αὐτοῦ ἐξαναλισκομένου καὶ πολλὰ εἰς
θυσίας δαπανῶντος ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη·
,,ἀλλʼ ὦ οὗτος, πέπαυσο διατρίβων τὴν οὐσίαν· ἐὰν
γὰρ πάντα ἀναλώσῃς καὶ πένης γένῃ, ἐμὲ αἰτιάσῃ.“ 
 Οὕτως πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες 
 τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.

162. Θεῶν γάμοι. (C. 361. B.70.) 
 Θεοὶ πάντες ἔγημαν ἣν ἕκαστος εἰλήχει κλήρῳ. 
Πόλεμος παρῆν ἐσχάτῳ κλήρῳ· Ὕβριν δὲ μόνην κατέλαβε,
καὶ ταύτης περισσῶς ἐρασθεὶς ἔγημεν. Ἐπακολουθεῖ
δὲ αὐτῇ πανταχοῦ βαδιζούσῃ.

163. Θηρευτὴς καὶ Ἱππεύς. (C.352. F. 345.) 
 Ἀνήρ τις θηρευτὴς, λαγωὸν κατασχὼν καὶ τοῦτον
ἐπιφερόμενος, τῆς ὁδοιπορίας εἴχετο, καί τινι 
προσυπαντηθεὶς ἐφίππῳ ἀνδρὶ, ἐζητεῖτο παρʼ αὐτοῦ τὸν 
λαγωὸν, προσχήματι ἀπεμπολήσεως. Λαβὼν τοίνυν ὁ
ἱππεὺς τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ, εὐθὺς δρομαῖος
ᾤχετο· ὁ δὲ θηρευτὴς κατόπιν αὐτοῦ τρέχων, φθάσαι
αὐτὸν δῆθεν ἐδόκει. Τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ
διαστήματος μακρὰν ἐκείνου ἀπέχοντος, ὁ θηρευτὴς καὶ

 
ἄκων φωνεῖ πρὸς αὐτὸν καί φησιν· ,, ἄπιθι λοιπόν·
ἐγὼ γὰρ ἤδη τὸν λαγωὸν ἐδωρησάμην σοι.“ 
 Ὁ μῦθος δηλοῖ, ὡς πολλοὶ ἀκουσίως τὰ ἰδια 
ἀφαιρούμενοι, προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα 
δεδωκέναι.

164. Θηρευτὴς καὶ Κύων. (C. 378. F. 338.) 
 Ἀνὴρ θηρευτὴς παρερχόμενον κύνα ἰδών, διηνεκῶς
αὐτῷ ψωμούς προσεπέῥριπτε. Λέγει οὖν πρὸς τὸν
ἄνδρα ὁ κύων· ,,ἄνθρωπε, ἄπιθι ἐξ ἐμοῦ· ἡ γὰρ πολλή
σου εὔνοια μᾶλλόν με τὰ μέγιστα θροεῖ.“ 
 Ὁ μῦθος δηλοῖ, ὡς οἱ πολλὰ δῶρά τισι παρεχόμενοι
δῆλοί εἰσι τὴν ἀλήθειαν ἀνατρέποντες.

165. Θηρευτὴς καὶ Λύκος. (C. 372. F. 331.) 
 Ἀνήρ τις θηρευτὴς, λύκον θεασάμενος προσβάλλοντα
τῇ ποίμνῃ, καὶ πλεῖστα τῶν προβάτων, ὡς δυωατὸν,
διασπαράττοντα, τοῦτον εὐμηχάνως θηρεύει,
καὶ τοὺς κύνας αὐτῷ ἐπαφίησι, φθεγξάμενος πρὸς αὐτόν· 
,,ὦ δειλότατον θηρίον, ποῦ σου ἡ προσβαλοῦσα
ἰσχὺς, ὅτι τοῖς κυσὶν ὅλως ἀντιστῆναι οὐκ ἠδυνήθης; 
 Ὁ μῦθος δηλοῖ, ὡς τῶν ἀνθρώπων ἕκαστος ἐν τῇ
ἰδίᾳ τέχνῃ καθέστηκε δόκιμος.

166. Πατὴρ καὶ Θυγατέρες. (S. 95. C.265 et p. 394 P. 77.) 
 Ἔχων τις δύο θυγατέρας τὴν μὲν κηπωρῷ ἐξέδωκε
πρὸς γάμον, τὴν δὲ ἑτέραν κεραμεῖ. Χρόνου δὲ προελθόντος
ἧκε πρὸς τὴν τοῦ κηπωροῦ, καὶ ταύτην ἠρώτα,
πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. Τῆς δὲ
εἰπούσης, πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο 
εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμών γένηται καὶ ὄμβρος,
ἵνα τὰ λάχανα ἀρδευθῇ· μετ’ οὐ πολὺ παρεγένετο καὶ
πρὸς τὴν τοῦ κεραμέως, καὶ ὡσαύτως ἐπυνθάνετο, πῶς

 
ἔχοι. Τῆς δὲ νὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο
δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία τε λαμπρὰ ἐπιμείνῃ
καὶ λαμπρὸς ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς
αὐτήν· ,,ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου
χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξωμαι;“ 
 Οὕτως οἱ ἐν ταὐτῷ τοῖς ἀνομοίοις πράγμασιν 
ἐπιχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν.

166b. Ἄλλως Μήτηρ καὶ Θυγατέρες. (C. 265. p. 176.) 
 Γυνή τις, θυγατέρων οὖσα δυοῖν μήτηρ, ἀνδράσι
συνῆψε ταύτας, τὴν μὲν κηπωρῷ, θατέραν δὲ κεραμεῖ.
Ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην, 
τά τε ἄλλα ὡμίλει, καὶ πῶς ἔχοι διηρώτα. Ἡ δὲ
„τὰ μὲν ἄλλα, μῆτερ, “ἔφη „καλῶς· εὔχου δὲ ὄμβρων
φορὰν, ὡς τοῖς λαχάνοις αὔξησις ἡ κατὰ νόμους προσγένοιτο.“ 
Ἐκεῖθεν δʼ ἐξελθοῦσα, καὶ πρὸς τὴν συνοικοῦσαν 
τῷ κεραμεῖ ἀφικνεῖται. Τοῖς δʼ αὐτοῖς χρησαμένη 
καὶ πρὸς ἐκείνην, ἤκουσεν ὡς „τὰ μὲν ἄλλα καλῶς
ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δʼ αἰθρίαν ἡμῖν καὶ ἡλίους
γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν
θᾶττον οἱ κέραμοι ψύχοιντο.“ Καὶ ἡ μήτηρ πρὸς ταῦτα
ἔφη· „σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ
παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἵ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι
χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων 
ἐπαγγέλλονται.

167. Θύννος καὶ Δελφίν. (S. 112. C. 30. F.85.) 
 Θύννος, διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ
ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν,
ἔλαθεν ὑπὸ τῆς σφοδρᾶς ὁρμῆς ἐκκρουσθεὶς εἰς τινα
ᾐόνα· ὑπὸ τῆς αὐτῆς δὲ φορᾶς ἐλαυνόμενος καὶ ὁ 
δελφὶν αὐτῷ συνεξώσθη. Καὶ ὁ θύννος, ὡς ἐθεάσατο 

 
ἐπιστραφεὶς αὐτὸν λειποψυχοῦντα, ἔφη· „ἀλλʼ ἔμοιγε
οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μου
τοῦ θανάτου γενόμενον συναποθνήσκοντα.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι ῥᾷον φέρουσι τὰς συμφορὰς οἱ
ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων 
συναποθνήσκοντας.

168. Ἰατρὸς ἄτεχνος. (C. 192.F.277. B.75.) 
 Ἰατρὸς ἦν ἄτεχνος. Οὗτος ἀῤῥώστῳ παρακολουθῶν, 
πάντων ἰατρῶν λεγόντων αὐτῷ μὴ κινδυνεύειν,
ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ,
πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· „τὴν αὔριον γὰρ οὐχ 
ὑπερβήσῃ.“ Ταῦτα εἰπὼν ὑπεχώρησε. Μετὰ χρόνον δέ
τινα ἀναστὰς ὁ νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις 
βαδίζων. Ὁ δὲ ἰατρὸς ἐκεῖνος συναντήσας αὐτῷ„ χαῖρε,“
ἔφη· „πῶς ἔχουσιν οἱ κάτω;“ Κἀκεῖνος εἶπεν· 
„ἠρεμοῦσι, πιόντες τὸ τῆς λήθης ὕδωρ. Πρὸ ὀλίγου δὲ ὁ
Θάνατος καὶ ὁ Ἅιδης δεινὸν ἠπείλουν τοὺς ἰατροὺς
πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνήσκειν,
καὶ κατεγράφοντο πάντας. Ἔμελλον δὲ καὶ σὲ γράψαι,
ἀλλʼ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην 
αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην 
διαβληθῆναι.“ 
 Ὅτι τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγγους
ἰατροὺς ὁ παρὼν μῦθος ἐλέγχει καὶ στηλιτεύει.

169. Ἰατρὸς καὶ Νοσῶν. (S.113. C. 31. F. 224.) 
 Ἰατρὸς ἐκκομιζομένου τινὸς τῶν οἰκείων ἔλεγε πρὸς
τοὺς συμπροπέμποντας, ὡς οὗτος ὁ ἅνθρωπος, εἰ 
οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε.
Τούτῳ δέ τις ὑποτυχών ἔφη· „ὦ οὗτος, ἀλλʼ οὔ σε
ἔδει ταῦτα νῦν λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ
παραινεῖν, ὅτε καὶ χρῆσθαι ἡδύνατο.“ 

 
 Ὁ λόγος δηλοῖ, ὅτι χρὴ τοῖς φίλοις παρὰ τὰς χρείας
τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν 
πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

170. Ἰκτῖνοι. (C.293. 1.201. P.73.) 
 Ὅσην τοῖς κύκνοις ἡ φύσις ᾠδὴν, τοσαύτην 
ἰκτίνοις παρέσχε τὸ πρότερον. Ἵππων δὲ χρεμετιζόντων
ἀκούσαντες, εἰς ἔρωτα ἧκον τῆς ἐκείνων φωνῆς· καὶ
μιμεῖσθαι πειρώμενοι συναποβάλλουσιν ἃ εἶχον, οἷς
μαθεῖν ἐπετήδευον· χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον,
ᾄδειν δὲ ἐπελάθοντο. 
 Φέρει τῶν προσόντων τὴν στέρησιν ᾐ τοῦ μὴ 
προσήκοντος μίμησις.

170b. Ἄλλοως. (C. 293) 
 Λέγεται τὸν ἰκτῖνα, φωνὴν ἔχοντα παραπλησίαν
τοῖς ἄλλοις ὄρνισιν, ἐπιθέσθαι τῷ χρεμετίζειν, ὥσπερ
οἱ γενναῖοι τῶν ἵππων. Εἶτα τῆς μὲν ἐπιλαθόμενον,
τὸ δὲ μὴ δυνηθέντα ἑλεῖν ἱκανῶς, ἀμφοῖν στέρεσθαι,
καὶ φαυλότερον τῶν ἄλλων ὀρνίθων εἶναι τὴν φωνήν.

171. Ἰξευτὴς καὶ Ἀσπίς. (S.114. C. 32. F. 225.) 
 Ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν
ἐπʼ ἄγραν· θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ
δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ
δὴ ἀνάψας εἰς μῆκος τούς καλάμους, ἀτενὲς ἔβλεπεν,
ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον 
ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν
κοιμωμένην πατήσας, ἥτις ἐπιστραφεῖσα ἔπληξεν αὐτόν· 
ὁ δὲ λειποψυχῶν ἔφη πρὸς ἑαυτόν· „ἄθλιος ἔγωγε,
ὃς ἕτερον θηρεῦσαι βουλόμενος, ἔλαθον αὐτὸς ἀγρευθεὶς 
εἰς θάνατον.“ 

 
 Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες, φθάνουσιν
αὐτοὶ συμφοραῖς περιπίπτοντες.

172. Ἰξευτὴς καὶ Τέττιξ. (C. 294. F. 20.) 
 Ἰξευτὴς τέττιγος ἀκούσας μέγα τι θηράσειν ἐδόκει·
μετρεῖ τὴν θήραν ἐκ τῆς ᾠδῆς παρερχόμενος. Ὡς δὲ
τὴν τέχνην κινήσας εἶλε τὸ θήραμα, ᾠδῆς μὲν πλέον
οὐδὲν ἐκομίσατο· κατῃτιᾶτο δὲ τὴν δόξαν, ὡς ψευδῆ
τοῖς πολλοῖς κρίσιν ἐπάγουσαν. 
 Οὕτως οἱ φαῦλοι δοκοῦσι μᾶλλον ἤπερ γεγόνασιν.

173. Ἵππος, Βοῦς, Κύων καὶ Ἄνθρωπος.
(C. 194. F. 278. B.74.) 
 Ἵππος καὶ βοῦς καὶ κύων, ὑπὸ ψύχους στενούμενοι, 
ἦλθον εἰς ἀνθρώπου τινὸς οἰκίαν. Ὁ δὲ δεξάμενος 
αὐτοὺς καὶ πῦρ ἀνάψας ἔθαλψε. Καὶ τῷ μὲν ἵππῳ
κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα, τῷ δὲ κυνὶ τὰ
ἐπὶ τῆς τραπέζης ἐδίδου. Διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν 
ἀντημείψαντο αὐτῷ χάριτας, μερίσαντες καὶ χαρισάμενοι 
αὐτῷ τῶν ἐτῶν ἀφʼ ὧν ἔζων. Καὶ ὁ μὲν ἵππος
εὐθύς τοὺς πρώτους χρόνους· διὰ τοῦτο ἕκαστος θερμὸς
καὶ γαῦρός ἐστι τῇ γνώμῃ. Ὁ δὲ βοῦς μετʼ αὐτὸν
τοὺς μέσους χρόνους· διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός
ἐστι πλοῦτον ἀθροίζων. Τρίτον δὲ ὁ κύων τοὺς τελευταίους 
χρόνους· διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι
τῇ γνώμῃ, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾷ καὶ
σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ
καθάπτεται. 
 Ὅτι τινὲς τῶν ἀνθρώπων, φαῦλοι ὄντες καὶ κακοὶ,
μόνους εἰώθασι φιλεῖν τοὺς διατρέφοντας αὐτούς.

173b. Ἄλλως. (S. 104.) 
 Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν·
ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο

 
ὁ χειμων, οἶκον ἑαυτῷ κατεσκεύαζε, καὶ ἐνταῦθα διέτριβε. 
Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ
τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε
δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη, ὅπως
σκέπῃ αὐτόν. Ὁ δʼ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, εἰ
μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. Τοῦ δὲ ἀσμένως
παραχωρήσαντος, παρεγένετο μετʼ οὐ πολὺ καὶ βοῦς,
οὐδʼ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. Ὁμοίως
δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος,
ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ 
αὐτὸς μέρος δοὺς ὑπεδέχθη. Τὸ δὲ τελευταῖον κύων 
ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος
ἀπονείμας σκέπης ἔτυχε. Οὕτω τε συνέβη τοὺς ἀνθρώπους, 
ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους 
τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου
ἔτη γένωνται, ἀλαζόνας τε καὶ ὑψαύχενας εἶναι· 
ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη ἀρχικοὺς ὑπάρχειν·
τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ
ὑλακτικοὺς γίνεσθαι. 
 Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην
θυμώδη καὶ δύστροπον.

174. Ἵππος γέρων. (C.193. B.29.) 
 Γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς
δὲ ἐν τῷ μυλῶνι, στενάζων εἶπεν· „ἐξ οἵων δρόμων εἰς
οἵους καμπτῆρας ἦλθον.“ 
 Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ
τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις
ἀνηλώθη.

174b. Ἄλλως. Ἵππος καὶ Μυλωρός. (C. 193. F. 206.) 
 Ἵππον ἐλύπει τὸ γῆρας, καὶ μυλῶνα ἀντὶ μάχης
ἐλάμβανεν. Ὡς δὲ ἀλήθειν ἀντὶ τοῦ πολεμεῖν ἡναγκάζετο,

 
τὴν παροῦσαν ἐδάκρυε τύχην, τῆς δὲ πρώτης
ἐμέμνητο „ἐμοὶ“ λέγων, „ὦ μυλωρὲ, στρατεύεσθαι μὲν
ὑπῆρχε πρότερον, κόσμος δὲ παντὶ περιέκειτο τῷ 
σώματι, καὶ θεραπεύων παρηλοκούθει τις ἂνθρωπος·
νῦν δὲ οὐκ οἱδ’ ὅτι παθών ἀντιλαμβάνω τὸν μυλῶνα
τῆς μάχης. Καὶ ὁ μυλωρὸς πρὸς αὐτὸν ,,ἐπίσχες“ ἔφη
„τὰ παλαιὰ θρυλλῶν· ἡ τύχη γὰρ θνητοῖς τὴν ἐφʼ 
ἑκάτερα φέρειν οἶδε μεταβολήν.“

175. Ἵππος καὶ Ἔλαφος.
(C. 313. F. 383. ex Aristot. Rhe:. lI, c. 20.) 
 Στησίχορος, ἑλομένων στρατηγὸν αὐτοκράτορα τῶν
Ἱμεραίων Φάλαριν, καὶ μελλόντων φυλακὴν διδόναι
τοῦ σώματος, τἆλλα διαλεχθεὶς εἶπεν αὐτοῖς λόγον·
ὡς ἵππος κατεῖχε λειμῶνα μόνος· ἐλθόντος δʼ ἐλάφου
καὶ διαφθείροντος τὴν νομὴν, βουλόμενος τιμωρήσασθαι 
τὸν ἔλαφον, ἠρώτα ἄνθρωπον, εἰ δύναιτʼ ἂν
μετʼ αὐτοῦ κολάσαι τὸν ἔλαφον. Ὁ δʼ ἔφησεν· „ἐὰν
λάβῃ χαλινὸν, καὶ αὐτὸς ἀναβῇ ἐπʼ αὐτὸν ἔχων ἀκόντια.“ 
Συνομολογήσαντος δὲ καὶ ἀναβάντος, ἀντὶ τοῦ
τιμωρήσασθαι αὐτὸς ἐδούλευσεν τῷ ἀνθρώπῳ. „Οὕτω
δὲ καὶ ὑμεῖς “ ἔφη „ὁρᾶτε, μὴ βουλόμενοι τοὺς πολεμίους 
τιμωρήσασθαι, ταὐτὸ πάθητε τῷ ἵππῳ· τὸν μὲν
γὰρ χαλινὸν ἔχετε ἤδη, ἑλόμενοι στρατηγὸν αὐτοκράτορα· 
ἐὰν δὲ φυλακὴν δῶτε, καὶ ἀναβῆναι ἐάσητε, δουλεύσετε
[ἤδη] Φαλάριδι.“

175b. Ἄλλως. (C. 313. ex Cononis Narrat. 42.) 
 Γέλων ὁ Σκελιώτης τυραννίδι ἐπιθέσθαι διανοούμενυς 
Ἱμεραίων ἐθεράπευε τὸν δῆμον, καὶ κατὰ τῶν
δυνατῶν ὑπερεμάχει· καὶ αὐτὸν ἠγάπα τὸ πλῆθος, καὶ
φυλακὴν τοῦ σώματος αἰτοῦντι ὡρμᾶτο διδόναι. 
Στησίχορος δʼ ὁ Ἱμεραῖος ποιητὴς ὑποτοπήσας ἐπιχειρεῖν

 
αὐτὸν τυραννίδι, στὰς αἶνον ἔλεξεν εἰς τὸ πλῆθος, 
εἰκόνα τοῦ μέλλοντος πάθους. „Ἵππος “ φησὶ ,,νεμόμενος 
ἐφοίτα πιούμενος ἐπὶ κρήνην, ἔλαφος δὲ τὸ πεδίον
διαθέουσα τήν τε πόαν κατέστειβε καὶ τὸ νᾶμα 
ἐτάραττε. Καὶ ὁ ἵππος ποθῶν τὴν ἀδικοῦσαν τιμωρῆσαι,
τάχει δὲ ποδῶν λειπόμενος, ἄνδρα κυνηγέτην βοηθὸν
ἐκάλει· ὁ δὲ, εἰ χαλινὸν δέξοιτο καὶ ἀναβάτην, ῥᾷστα
ἀμύνειν αὐτῷ ὑπισχνεῖτο. Καὶ ἐγίνετο οὕτως. Καὶ ἡ
μὲν ἔλαφος ἀκοντίοις ἔκειτο βληθεῖσα, ὁ δʼ ἵππος
ᾔσθετο δεδουλωμένος τῷ κυνηγέτῃ.“ „Τοῦτ’“ ἔφη
„δέδοικα καὶ αὐτὸς, ὦ Ἱμεραῖοι, μὴ νῦν δῆμος ὄντες
τῶν ἐχθρῶν μὲν διὰ Γέλωνος περιγένησθε, αὐτοὶ δʼ
ὕστερον Γέλωνι δουλεύσητε· φιλεῖν γὰρ ἅπασαν 
δύναμιν τῷ λαβόντι ἐπὶ τὸν δόντα εἶναι, ὅταν, ὥσπερ
δοῦναι αὐτὴν, μηκέτι ἐκ τοῦ ὁμοίου κομίσασθαι ἔχῃ.“

176. Ἵππος καὶ Ἱπποκόμος. (C. 195. F. 279. B. 83.) 
 Κριθὴν τὴν τοῦ ἵππου ἱπποκόμος κλέπτων καὶ
πωλῶν, τὸν ἵππον ἔτριβε καὶ ἐκτένιζε πάσας ἡμέρας.
Ἔφη δὲ ὁ ἵππος· „εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με,
τὴν κριθὴν τὴν τρέφουσαν μὴ πώλει.“ 
 Ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς
κολακείαις τοὺς πένητας δελεάζονται, καὶ ἀποστεροῦσιν 
αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας.

177. Ἵππος καὶ Ὄνος. (C. 125. F.24. B.7.) 
 Ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. Ὁδευόντων
δὲ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· „ἆρον ἐκτοῦ ἐμοῦ
βάρους, εἰ θέλεις εἶναί με σῶν·“ Ὁ δὲ οὐκ ἐπείσθη·
ὁ δὲ ὄνος, πεσὼν ἐκ τοῦ κόπου, ἐτελεύτησε. Τοῦ δὲ
δεσπότου πάντα ἐπιθέντος αὐτῷ, καὶ αὐτὴν τὴν τοῦ
ὄνου δορὰν, θρηνῶν ὁ ἵππος ἐβόα· „οἴμοι τῷ παναθλίῳ,
τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ

 
μικρὸν βάρος λαβεῖν, ἰδοὺ ἅπαντα βαστάζω, καὶ τὸ
δέρμα.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι τοῖς μικροῖς οἱ μεγάλοι 
συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν βίῳ.

177b. Αλλως. Ὄνος καὶ Ἡμίονος. (S. 177. F. 133. C. p.328.) 
 Ὀνηλάτης, ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους, ἤλαυνεν.
Ὁ δὲ ὄνος, μέχρι μὲν λεῖος τόπος ἦν, ἀντεῖχε
πρὸς τὸ βάρος· ὡς δὲ ἐγένοντο κατά τινα κρημνὸν, μὴ
δυνάμενος ὑποφέρειν, παρεκάλει τὴν ἡμίονον, μέρος
τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς
διακομίσηται. Τῆς δὲ παρʼ οὐδὲν θεμένης αὐτοῦ τοὺς
λόγους, ὁ μὲν κατακρημνισθεὶς διερῥάγη· ὁ δὲ ὀνηλάτης,
ἀπορῶν ὅ,τι ποιήσει, οὐ μόνον τὸν γόμον τοῦ
ὄνου τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον
ἐκδείρας ἐπέθηκεν αὐτῇ. δὲ οὐ μετρίως καταπονηθεῖσα 
ἔφη πρὸς ἑαυτήν· ,,δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι 
τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν
νῦν μετὰ τῶν αὐτοῦ φορτίων καὶ αὐτὸν ἔφερον.“ 
 Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν,
ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ
αὐτὸ τὸ κεφάλαιον ἀπολλύουσι.

178. Ἵππος καὶ Στρατιώτης. (C. 362. B. 76.) 
 Ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ
πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις·
ὅτε δὲ ὁ πόλεμος κατεπαύσατο, εἰς δουλείας τινὰς
καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ
τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ 
ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης, καὶ αὐτὸς 
καθοπλισθεὶς, ἐπέβη. Ὁ δὲ συνεχῶς κατέπιπτε
μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· „ἄπελθε μετὰ τῶν

 
πεζῶν ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφʼ ἵππου εἰς ὄνον με 
μετεποίησας· καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν;“

179. Κάλαμοι καὶ Δρῦς. (C. p.85. B. 36.) 
 Δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῷ ἔῤῥιψεν. Ἡ δὲ
φερομένη τοὺς καλάμους ἐρωτᾷ· „πῶς ὑμεῖς, 
ἀσθενεῖς ὄντες καὶ λεπτοὶ, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ
ἐκριζοῦσθε;“ Οἱ δὲ εἶπον· „ὑμεῖς τοῖς ἀνέμοις 
μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε· ἡμεῖς
δὲ, παντὶ ἀνέμῳ ὑποπίπτοντες, ἀβλαβεῖς διαμένομεν.“ 
 Ὅτι οὐ δεῖ ἀνθίστασθαι τοῖς κρατοῦσιν, ἀλλʼ 
ὑποτάττεσθαι καὶ ὑπακούειν.

179b. Ἄλλως. Κάλαμος καὶ Ἐλαία. (F. 59. C.143 et p.340.) 
 Διὰ καρτερίαν καὶ ἡσυχίαν καὶ ἰσχύν κάλαμος καὶ
ἐλαία ἤριζον. Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς
ἐλαίας, ὡς ἀδύνατός ἐστι καὶ ῥᾳδίως ὑποκλίνεται πᾶσι
τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. Καὶ μικρὸν
ὑπομείνας, ἐπειδὴ ἀνέμου ἰσχυροῦ γενομένου ὁ μὲν
κάλαμος σεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις, ῥᾳδίως
διεσώθη, ἡ δὲ ἐλαία ῥιζωθεῖσα, ἐπειδὴ ἀντέτεινε τοῖς
ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη, ἤλεγξεν αὐτὴν, ὅτι 
ματαίως [καὶ μάτην] ἐπαίρεται ἐπὶ τῇ οἰκείᾳ δυνάμει. 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πρὸς τὸν καιρὸν
καὶ τοὺς κρείττονας αὑτῶν μὴ ἀνθιστάμενοι κρείττονές
εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων. [Ἤ, ὅτι οὐ
δεῖ τοῖς κρείττοσιν ἀντιπίπτειν.]

179c. Ἄλλως. Δένδρα καὶ Κάλαμοι.
(S. 213. F. 180. C. p. 341.) 
 Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων,
ὡς ἑώρων τοὺς καλάμους ἀσινεῖς διαμένοντας, ἐπυνθάνοντο 
αὐτῶν, πῶς καὶ τίνι τρόπῳ αὐτὰ μὲν, ἰσχυρὰ

 
καὶ ἐμβριθῆ ὄντα, οὕτως κατακλᾶται, οἱ δὲ, λεπτοὶ καὶ
ἀσθενεῖς ὄντες, οὐδὲν πάσχουσι. Κἀκεῖνοι ἔφασαν·
„ὅτι ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ
τῶν ἀνέμων προσβολῇ, καὶ οὕτως τὰς ὁρμὰς ἐκκλίνομεν· 
ὑμεῖς δὲ, πεποιθότες τῇ ἰδίᾳ δυνάμει, ἀντιστῆναι 
πειρᾶσθε, καὶ διὰ τοῦτο κατεάσσεσθε.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων
τὸ εἴκειν τοῦ ἀντιτάσσεσθαι ἀσφαλέστερόν ἐστι.

180. Κάμηλος. (S. 191. C. 118 et p. 324. F. 148.) 
 Ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες 
 καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. Ὡς
δὲ χρόνου προϊόντος συνεῖδον αὐτῆς τὸ πρᾷον, 
ἐθάῤῥησαν μέχρι τοῦ προσελθεῖν. Αἰσθόμενοι δὲ κατὰ 
μικρὸν τὸ ζῶον ὡς χολὴν οὐκ ἔχει, εἰς τοσοῦτον 
καταφρονήσεως ἦλθον, ὥστε καὶ χαλινοὺς αὐτῇ περιθέντες
παισὶν ἐλαύνειν δεδώκασιν. 
 Ὁ λόγος δηλοῖ, ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ
συνήθεια μεγάλως καταπραΰνει.

181. Κάμηλος. (F. 353. C. 342 et p. 406. B. 40.) 
 Κάμηλος ποταμὸν διέβαινεν ὀξὺ ῥέοντα. Ἀφοδεύσασα 
δὲ, καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὑτῆς
ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος, εἶπε· „τί τοῦτο; τὰ
ἐξόπισθέν μου ἔμπροσθέν μου ὁρῶ διερχόμενα.“
Τῇ πόλει, ἧς ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ
τῶν πρώτων καὶ φρονίμων, ἁρμόζει ὁ μῦθος.

182. Κάμηλος. (F. 354. C. 405. B.80.) 
 Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου
ὀρχεῖσθαι, εἶπεν· „ἀλλʼ οὐ μόνον ὀρχουμένη εἰμὶ
ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα.“ 

 
 Ὁλόγος ἁρμόδιος πρὸς ἄνδρα, ἐν παντὶ ἔργῳ 
ἀπρέπειαν ἔχοντα.

183. Κάμηλος, Ἐλέφας καὶ Πίθηκος. (S.217. C. 196. F.280.) 
 Τῶν ἀλόγων ζώων βουλευομένων βασιλέα ἑλέσθαι,
κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν, καὶ διὰ
τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες
πάντων προκρίνεσθαι. Πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους 
εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ
ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος
ἐστὶ, μὴ χοιρίδιον, ὅ δέδοικεν, ἡμῖν ἐπιτιθῆται. 
 Ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ καὶ τῶν μεγίστων 
πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται.

184. Κάμηλος καὶ Ζεύς. (S. 116. C.197. F.152. 281.) 
 Κάμηλος, θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν 
ἀγαλλόμενον, φθονήσασα αὐτῷ ἠβουλήθη καὶ αὐτὴ τῶν
ἴσων ἐφικέσθαι. Διὸ καὶ παραγενομένη πρὸς τὸν Δία
τούτου ἐδέετο, ὅπως αὐτῇκέρατα προσνείμῃ· καὶ ὁ Ζεὺς
ἀγανακτήσας κατʼ αὐτῆς, εἴγε μὴ ἀρκοῖτο τῷ μεγέθει
τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων 
ἐπιθυμοῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ
καὶ μέρος τι τῶν ὤτων ἀφείλετο. 
 Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμίζοντες 
λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.

185. Κάνθαροι δύο. (S.85. C. 198. F.282.) 
 Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου 
κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. Καὶ δὴ τοῦ χειμῶνος
ἐνισταμένου ὁ εἷς ἔλεγε πρὸς τὸν ἕτερον, ὡς ἄρα 
βούλοιτο δὴ εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ
ἡ τροφὴ ἱκανὴ ὑπάρχῃ, καὶ ὡς ἂν ἐκεῖσε ἐλθών τὸν
χειμῶνα διαγένηται. Ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ

 
τὴν νομὴν, καὶ αὐτῷ οἴσει. Παραγενόμενος δὲ εἰς τὴν
χέρσον, καὶ καταλαβὼν πολλὴν μὲν κόπρον, ὑγρὰν δὲ,
μένων ἐνταῦθα ἐτρέφετο. Τοῦ δὲ χειμῶνος διελθόντος
πάλιν εἰς τὴν νῆσον διέπτη· ὁ δὲ ἕτερος θεασάμενος
αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ᾐτιάσατο αὐτὸν, διότι
προϋποσχόμενος οὐδὲν ἐκόμισεν. Ὁ δὲ εἶπε· „μὴ ἐμὲ
μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι 
μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν.“ 
 Ὁ λόγος ἁρμόσειεν ἄν πρὸς ἐκείνους, οἵ τὰς φιλίας
μέχρις ἑστιάσεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν 
τοὺς φίλους ὠφελοῦσιν.

186. Καρκίνος καὶ Ἀλώπηξ. (C. 95. F. 247. S. 115.) 
 Καρκίνος, ἀπὸ τῆς θαλάσσης ἀναβὰς, ἐπί τινος
ἐνέμετο τόπου. Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο,
προσελθοῦσα ἀνέλαβεν αὐτόν. Ὁ δὲ μέλλων 
καταβιβρώσκεσθαι, ἔφη· „ἀλλʼ ἔγωγε δίκαια πέπονθα, ὅς,
θαλάττιος ὤν, χερσαῖος ἠβουλήθην γενέσθαι.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα
καταλείποντες ἐπιτηδεύματα, καὶ τοῖς μηδὲν προσήκουσιν 
ἐπιχειροῦντες, εἰκότως δυστυχοῦσιν.

187. Καρκίνος καὶ Μήτηρ. (C. 295. F. 205. B. 109.) 
 Ἡ μήτηρ πρὸς τὸν καρκίνον· „τί δὴ λοξὴν, ὦ παῖ,
βαδίζεις ὁδὸν, ὀρθὴν ἰέναι προσῆκον;“ Ὁ δὲ πρὸς 
αὐτήν· ,,ἡγοῦ τῆς ὁδοῦ, ὦ μῆτερ, καὶ πρὸς αὐτὴν 
βαδίζειν πειράσομαι.“ Τῆς δὲ βαδίζειν ἀπορούσης ὀρθῶς,
κατήγορος ὁ παῖς τῆς παρανοίας ἐγένετο. 
 Ῥᾷον παραινεῖν ἃ πονεῖν ὑπῆρξεν ἀδύνατον.

188. Καρύα. (C. 199. F.283.) 
 Καρύα τις ἐν ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολύν.
Οἱ δὲ παροδῖται λίθοις καὶ βάκλοις κατέκλων διὰ τὰ

 
κάρυα. Ἠ δὲ οἰκτρὸν ἔφη· „ὦ ἀθλία ἐγὼ, ὅτι, οὕς
τῷ καρπῷ μου εὐφραίνω, ὑπὸ τούτων δεινὰς ἀντιλαμβάνω 
χάριτας. 
 Τοὺς ἀχαρίστους καὶ κακούργους, τοὺς ἀντὶ 
ἀγαθῶν κακὰ ἀντιδιδόντας, ὁ μῦθος ἐλέγχει.

189. Κάστωρ. (C. 33. F .226. S. 117.) 
 Ὁ κάστωρ ζῶόν ἐστι τετράπουν, ἐν λίμναις τὰ
πολλὰ διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα
εἶναι. Οὗτος οὖν, ἐπειδὰν ὑπʼ ἀνθρώπων διωκόμενος
καταλαμβάνηται, γινώσκων, οὐ χάριν διώκεται, 
ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας,
καὶ οὕτω σωτηρίας τυγχάνει. 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ
φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν
χρημάτων ποιοῦνται.

190. Κεραμεὺς, Ὄνος καὶ Ὀνηλάτης. (C. 338. F. 409.) 
 Κεραμεύς τις ἔπλαττε πολλὰς ὄρνεις ἐν τῷ 
ἐργαστηρίῳ. Ὄνος δὲ παριὼν, ἀκολουθοῦντος ἀμελῶς τοῦ
ὀνηλάτου, παρακύψας διὰ τῆς θυρίδος ἀνέτρεψε τὰς
ὄρνιθας, καὶ τὰ ἐν τῷ ἐργαστηρίῳ συνέτριψε σκεύη.
Ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἢγαγε τὸν
ὀνηλάτην. Ἐρωτώμενος δὲ ἐκεῖνος παρὰ τῶν ἀπαντώντων, 
τίνος κρίνοιτο, ἔλεγεν „ὄνου παρακύψεως.“

191. Κηπωρός. (S. 118.) 
 Κηπωρῷ τις ἐπιστὰς ἀρδεύοντι λάχανα ἐπυνθάνετο
αὐτοῦ, διʼ ἣν αἰτίαν τὰ μὲν ἄγρια τῶν λαχάνων 
εὐθαλῆ τέ ἐστι καὶ στερεὰ, τὰ δὲ ἥμερα λεπτὰ καὶ 
μεμαρασμένα· κἀκεῖνος ἔφη· „ἡ γ τῶν μὲν μήτηρ, τῶν
δὲ μητρυιά ἐστι.“ 

 
 Οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ
ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσι.

191b. Ἄλλως. Ἀνὴρ καὶ Κηπουρός. (C. 380. F. 341.) 
 Ἀνήρ τις κηπουρόν τινα θεασάμενος τῶν λαχάνων
ἀρδείαν ποιούμενον, ἔφη πρὸς αὐτόν· ,,πῶς τὰ μὲν
ἄγρια φυτὰ, μήτε φυτευόμενα μήτε ἐργαζόμενα, ὡραῖα
πεφύκασι, τὰ δὲ τῆς ὑμῶν φυτηκομίας πολλάκις 
ξηραίνεται;“ Ὁ δὲ κηπουρὸς ἀντέφησεν, „ὡς τὰ ἄγρια τῶν
φυτῶν μόνῃ τῇ θείᾳ προνοίᾳ ἐφορᾶται, τὰ δὲ ἥμερα
ὑπὸ χειρὸς ἀνθρωπίνης ἐπιμελεῖται.“ 
 Ὁ λόγος δηλοῖ, ὡς κρείττων ἡ τῶν μητέρων ἀνατροφὴ
πέφυκε τῆς τῶν μητρυιῶν ἐπιμελείας.

192. Κηπωρὸς καὶ Κύων. (C. 67. F. 229. S. 119.) 
 Κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. δὲ κηπωρὸς 
βουλόμενος αὐτὸν ἐκεῖθεν ἀναγαγεῖν, κατῆλθε καὶ
αὐτὸς εἰς τὸ φρέαρ. Oíηθεὶς δʼ ὁ κύων, ὡς κατωτέρω
μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν
στραφεὶς ἔδακεν. Ὁ δὲ μετʼ ὀδύνης ἐπανιών „δίκαια“
φησὶ „πέπονθα· τί δή ποτε γὰρ τὸν αὐτόχειρα σῶσαι
ἐσπούδασα;“ 
 Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.

193. Κιθαρῳδός. (S. 120. C.96. F . 248.) 
 Κιθαρῳδὸς ἄμουσος ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς
ᾄδων, ἀντηχούσης [δὲ] αὐτῷ τῆς φωνῆς, ὥστε αὐτὸν 
νομίσαι εὔφωνον εἶναι σφόδρα, καὶ δὴ ἐπαρθεὶς ἐπὶ
τούτῳ ἔγνω δεῖν καὶ εἰς θέατρον εἰσελθεῖν· ἀφικόμενος
δὲ ἐπὶ σκηνὴν, καὶ πάνυ κακῶς ᾄδων λίθοις βαλλόμενος 
ἐξηλάθη. 
 Οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναι τινες

 
δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς
ἄξιοι εὑρίσκονται.

194. Κίχλα. (S. 87. C.200 et p. 369. F.73.) 
 Ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο· διὰ δὲ τὴν 
γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. Ἰξευτὴς δὲ 
παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε· καὶ δὴ
μέλλουσα ἀναιρεῖσθαι ἔφη· „δειλαία εἰμὶ, ἥτις διὰ
τροφῆς γλυκύτητα ζωῆς στερίσκομαι.“ 
 Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ἄσωτον, διʼ ἡδυπάθειαν 
ἀπολωλεκότα ἑαυτόν.

195. Κλέπται καὶ Ἀλεκτρυών. (C. 97. F . 249. S.121.) 
 Κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν, οὐδὲν εὗρον,
ὅτι μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπῄεσαν. Ὁ
δὲ μέλλων ὑπʼ αὐτῶν θύεσθαι, ἐδεῖτο, ὡς ἂν αὐτὸν
ἀπολύσωσι, λέγων, χρήσιμος εἶναι τοῖς ἀνθρώποις,
νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. Οἱ δὲ ἔφασαν·
„ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων,
κλέπτειν ἡμᾶς οὐκ ἐᾷς.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς
ἐναντιοῦται, ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα.

196. Κλέπτης καὶ Πανδοχεύς. (F. 423. C. 425.) 
 Κλέπτης κατέλυσεν ἔν τινι πανδοχείῳ· διέμενεν δὲ
ἐκεῖ ἡμέρας τινὰς προσδοκῶν κλέψαι τι. Ὡς δὲ οὐκ
ἐδύνατο τοῦτο ποιῆσαι, μιᾷ τῶν ἡμερῶν ἰδὼν τὸν 
πανδοχέα ἐνδυθέντα χιτῶνα ὡραῖον καὶ καινὸν (ἦν γὰρ
ἑορτὴ), καὶ καθεζόμενον πρὸ τῆς πύλης τοῦ πανδοχείου,
καὶ οὐδένα ἄλλον τυχόντα ἐκεῖ, ἐπελθὼν καὶ ὁ κλέπτης
ἐκάθισεν πλησίον τοῦ πανδοχέως, καὶ ἤρξατο διηγεῖσθαι 
μετʼ αὐτοῦ. Καὶ διηγούμενοι ὥρᾳ ἱκανῇ, ἐχασμήσατο 
ὁ κλέπτης, καὶ ὁμοῦ μετὰ τοῦ χασμᾶσθαι ἀρυᾶτο

 
ὥσπερ λύκος. Ὁ δὲ πανδοχεύς φησι πρὸς αὐτόν· „τί
οὕτως ποιεῖς;“ Καὶ ὁ κλέπτης ἀπεκρίθη· „νῦν ἀναγγελῶ 
σοι· ἀλλὰ δέομαί σου, ἵνα φυλάξῃς τὰ ἱμάτιά
μου· ἐνταῦθα γὰρ καταλείψω. Ἐγὼ, κύριέ μου, οὐκ
οἶδα, πόθεν μοι ἐπέρχεται τὸ χασμᾶσθαι οὕτως, ἢ διὰ
τὰς ἁμαρτίας μου, ἢ διὰ ποίαν αἰτίαν, οὐ γινώσκω·
ὅταν οὖν χασμηθῶ τρεῖς βολὰς, γίνομαι λύκος ἐσθίων
ἀνθρώπους.“ Καὶ ταῦτα εἰπὼν ἐχασμήσατο ἐκ δευτέρου, 
καὶ πάλιν ὠρυᾶτο, καθάπερ καὶ το πρῶτον. Ἀκούσας 
οὖν ταῦτα ὁ πανδοχεὺς καὶ πιστεύσας τῷ κλέπτῃ
ἐφοβήθη, καὶ ἀναστὰς ἠβούλετο φυγεῖν· ὁ δὲ κλέπτης
δραξάμενος αὐτὸν τοῦ χιτῶνος, παρεκάλει αὐτὸν 
λέγων· „ἀνάμεινον, κύριέ μου, καὶ λαβὲ τὰ ἱμάτιά μου,
ἵνα μὴ ἀπολέσω αὐτά· καὶ παρακαλῶν αὐτὸν, ἀνοίξας
τὸ στόμα αὑτοῦ ἤρξατο χασμᾶσθαι ἐκ τρίτου. Ὁ δὲ
πανδοχεὺς φοβηθεὶς, μήπως φάγῃ αὐτὸν, κατέλιπε τὸν
ἑαυτοῦ χιτῶνα, καὶ εἰσελθὼν δρομαῖος εἰς τὸ πανδοχεῖον, 
κατησφαλίσατο εἰς τὸ ἐνδότερον. Καὶ ὁ κλέπτης
λαβών τὸν χιτῶνα ἀπῆλθεν. 
 Οὕτω πανθάνουσιν οἱ τὰ μὴ ἀληθῆ πιστεύοντες.

197. Κοιλία καὶ Πόδες. (S. 129. C. 202. F. 286.) 
 Κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. Παρʼ
ἕκαστα δὲ τῶν ποδῶν λεγόντων, ὅτι προέχουσι τῇ ἰσχύϊ
τοσοῦτον, ὥστε καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν,
ἐκείνη ἀπεκρίνατο· „ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν
προσλάβωμαι, οὐδʼ ὑμεῖς βαστάζειν δυνήσεσθε.“ 
 Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων ἀδύνατοί εἰσιν οἱ
στρατιῶται, ἄν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσι.

198. Κόκκυξ καὶ Ὄρνιθες.
(C. 316. F.387. cx Plu. v. Arati c. 30.) 
 Τῷ κόκκυγί φησιν Αἴσωπος ἐρωτῶντιτοὺς λεπτοὺς

 
ὄρνιθας, ὅ,τι φευγοιεν αὐτὸν, εἰπεῖν ἐκείνους, ὡς
ἔσται ποτὲ ἱέραξ.

199. Κολοιὸς καὶ Ἀλώπηξ. (S. 125. C. 20l. F.284). 
 Κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν· εὑρὼν 
 δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους, προσέμενεν
ἕως σῦκα γένωνται. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν 
ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρʼ αὐτοῦ μαθοῦσα, ἔφη·
„ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις
βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς.“ 
 [Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.]

200. Κολοιὸς καὶ Γλαύξ. (C. p. 117. F. 217. B. 72.) 
 Κάλλους ἦν ἀγὼν, καὶ παρὰ τῷ Διὶ κριθησόμενοι
πάντες οἱ ὄρνεις ἐφοίτων, Ἑρμοῦ τὴν κυρίαν ὁρίζοντος.
Ποταμούς τε καὶ λίμνας ἅπαντες κατελάμβανον, τὰ μὲν
φαῦλα τῶν πτερῶν ἀποβάλλοντες, τὰ δὲ κρείττω 
φαιδρύνοντες. Κολοιὸς δὲ, οὐδὲν εὐπρεπὲς ἔχων ἀπὸ τῆς
φύσεως, ἃ τῶν ἄλλων ἐξέπιπτε, ταῦτα οἰκεῖον συνέθηκε 
κόσμον. Γλαὺξ δὲ μόνη ἐπιγνοῦσα, τὸ ἑαυτῆς
ἀφῃρεῖτο τὸν κολοιὸν, καὶ τὰ ἄλλα πράττειν ἀνέπειθεν. 
Ἀφαιρεθεὶς δὲ τὰ παρὰ πάντων ὁ κολοιὸς γυμνὸς
εἰς τὴν Διὸς ἀφίκετο κρίσιν. 
 Κόσμος ἐπείσακτος αἰσχύνη τοῖς ἔχουσι.

200b. Ἄλλως. Κολοιὸς καὶ Ὄρνεις.
(C. 188 et p.367. F. 78. S.101.) 
 Ζεὺς, βουλόμενος βασιλέα καταστῆσαι ὀρνέων,
προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν ᾗ παραγενήσονται πάντες
πρὸς αὐτὸν, ὅπως τὸν ὡραιότερον πάντων καταστήσῃ 
ἐπʼ αὐτούς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί
τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δὲ. συνιῶν ἑαυτῷ
περικειμένην δυσμορφίαν, ἀπελθὼνκαὶτὰ ἀποπίπτοντα

 
τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκέ τε
καὶ προσεκόλλησε. Συνέβη οὖν ἐκ τούτου εὐειδέστερον
πάντων γενέσθαι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς 
προθεσμίας, καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία.
Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν
βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα
ἕκαστον τὸ οἰκεῖον πτερὸν ἀφείλετο ἐξ αὐτοῦ· καὶ ὁ
κολοιὸς ἦν πάλιν κολοιός. 
 Ὁ μῦθος δηλοῖ, ὅτι καὶ οἱ χρεωφειλέται καὶ 
ἐπικτήτους προσκτώμενοι πλούτους, μέχρις ἄν κατέχωσι
τὰ ἀλλότρια, δοκοῦσιν εἶναί τινες· ἐπειδὰν δὲ αὐτὰ
ἀπαιτηθῶσιν, ὁποῖοι ἦσαν πρότερον γινώσκονται.

201. Κολοιος καὶ Κόρακες. (S. 122. C. 101. F. 285.) 
 Κολοιὸς, τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, 
ὑπερφρονήσας τοὺς ὁμοφύλους παρεγένετο πρὸς
τοὺς κόρακας, καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. Οἱ δὲ
ἀγνοοῦντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες
αὐτὸν ἐξέβαλον. Καὶ ὅς ἀπελαθεὶς ὑπʼ αὐτῶν ἧκε πάλιν 
εἰς τοὺς κολοιούς· οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕβρει
οὐ προσεδέξαντο αὐτόν· οὕτω τε συνέβη αὐτῷ τῆς μετʼ
ἀμφοτέρων διαίτης στερηθῆναι. 
 Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας 
ἀπολιμπάνοντες καὶ τὴν ἀλλοδαπὴν προκρίνοντες οὔτε ἐν
ἐκείνοις εὐδοκιμοῦσι, καὶ ὑπὸ τῶν ἰδίων πολιτῶν 
ἀποστρέφονται.

201b. Ἄλλως. Κολοιὸς καὶ Περιστεραί.
(C. 101. F. 253. S. 128 .) 
 Κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς 
τρεφομένας, λευκάνας ἑαυτὸν ἦλθεν, ὡς καὶ αὐτὸς 
τῆς αὐτῆς διαίτης μεταληψόμενος. Αἱ δὲ, μέχρι μὲν
ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο·

 
ἐπεὶ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα τὴν
αὐτοῦ γνοῦσαι φύσιν, ἐξήλασαν παίουσαι. Καὶ ὃς 
ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς, ἐπανῆκε πρὸς τοὺς 
κολοιοὺς πάλιν. Κἀκεῖνοι διὰ τὸ χρῶμα αὐτὸν οὐκ 
ἐπιγνόντες, τῆς μεθʼ αὐτῶν διαίτης ἀπεῖρξαν, ὥστε δυοῖν
ἐπιθυμήσαντα μηδετέρας τυχεῖν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν
ἀρκεῖσθαι, λογιζομένους, ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν
ὠφελεῖν ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις.

202. Κολοιὸς φυγάς. (S. 130. C. 102. F. 254.) 
 Κολοιόν τις συλλαβὼν καὶ δήσας τον αὐτοῦ πόδα
λίνῳ, τοῖς αὑτοῦ παισὶν ἔδωκεν. Ὁ δὲ οὐχ ὑπομείνας
τὴν μετʼ ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας
ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. Περιειληθέντος 
δὲ τοῦ δεσμοῦ τοῖς κλάδοις, ἀναπτῆναι μὴ 
δυνάμενος, ἐπειδὴ ἀποθνήσκειν ἔμελλεν, ἔφη πρὸς
ἑαυτόν· „ἀλλʼ ἔγωγε δείλαιος, ὅστις τὴν μετὰ τῶν 
ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ
σωτηρίας στερήσας.“ 
 Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπʼ ἐκείνους τῶν 
ἀνθρώπων, οἵτινες μετρίων ἑαυτούς κινδύνων ῥύσασθαι
βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ πεσόντες.

203. Κομπαστής. (C. 14 et p.287. F. 30. ) 
 Ἀνήρ τις ἀποδημήσας, εἶτα δὲ πάλιν πρὸς τὴν 
ἑαυτοῦ γῆν ἐπανελθὼν, ἄλλα τε πολλὰ ἐν διαφόροις 
ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε, καὶ δὴ κἀν τῇ Ῥόδῳ
πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπʼ αὐτοῦ δυνατὸς 
ἂν εἴη πηδῆσαι. Πρὸς ταῦτα δὲ καὶ μάρτυρας
τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. Τῶν δὲ παρόντων τις
ὑπολαβὼν ἔφη· „ὦ οὗτος, εἰ ἀληθὲς τοῦτʼ ἔστιν, 

 
οὐδὲν δεῖ σοι μαρτύρων· ἰδοὺ ἡ Ῥόδος, ἰδοῦ καὶ τὸ 
πήδημα.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ἡ τοῦ 
πράγματος ἀπόδειξις ᾖ, πᾶς λόγος περιττός ἐστιν.

203b. Ἄλλως. Πέταθλος κομπαστής. (S. 33.) 
 Ἀνὴρ πένταθλος ἐπʼ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν
πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρό-
νον ἐπανελθὼν, ἀλαζονευόμενος ἔλεγεν, ὡς πολλὰ
μὲν) καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῇ Ῥόδῳ
τοιοῦτον ἥλατο πήδημα, ὡς μηδένα τῶν Ὀλυμπιονικῶν
ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφη παρέξεσθαι τοὺς
παρατετυχηκότας ἄνδρας, ἄν ἄρα ποτὲ ἐπιδημήσωσι.
Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ
ὦ φίλε, εἰ τοῦτο ἀληθές ἐστιν, οὐδὲν δεῖ σοι μαρτύ-
ρων· αὕτη γὰρ Ῥόδος καὶ πήδημα. 
 Ὁ λόγος δηλοῖ, ὅτι, ὧν πρόχειρος ἡ διʼ ἔργων
πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι.

204. Κόραξ καὶ Ἀλώπηξ. (S. 123. C. 204. B.77.) 
 Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν·
ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέως
περιγενέσθαι, στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ
καλὸν, λέγουσα καὶ, ὡς πρέπει αὐτῷ μάλιστα τῶν 
ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἄν γένοιτο, εἰ 
φωνὴν εἶχεν. Ὁ δὲ παραστῆσαι αὐτῇ βουλόμενος, ὅτι καὶ
φωνὴν ἔχει, βαλὼν τὸ κρέας μεγάλως ἐκεκράγει· ἐκείνη
δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· „ὦ
κόραξ, ἔχεις τὰ πάντα· νοῦν μόνον κτῆσαι.“ 
 Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.

204b. Ἄλλως. (C. 204. F. 216.) 
 Τῷ κόρακι τὸ θήραμα τυρὸς ἦν, καὶ ἐν μετεώρῳ

 
φέρων ἐκάθητο. Ἰδοῦσα δὲ ἀλώπηξ ἀπάτῃ περιενόστει
τὸν κόρακα· „τί ταῦτα ;“ λέγουσα· „μετριότητι μὲν,
ὦ κόραξ, διενήνοχας σώματος, χροιὰν δὲ φέρεις τῇ τῶν
ὀρνίθων ἡγεμονίᾳ προσήκουσαν· εἰ δὲ καὶ φωνὴ παρῆν,
ἅπασαν ἄν εἶχες τὴν τῶν ὀρνίθων ἀρχήν.“ Ταῦτα
δὲ εἶπε πρὸς ἀπάτην. Ὁ δὲ ὑπαχθεὶς, τὸν τυρὸν 
ἐκβαλὼν, ἀνέκραγε μέγιστον, φωνῆς ἐπίδειξιν τὴν ἀφαίρεσιν 
ποιῶν τοῦ θηράματος. δὲ λαβοῦσα „φωνὴ μὲν,
ὦ κόραξ,“ εἶπεν „προσῆν, ὁ δὲ νοῦς ἐπιλέλοιπεν.“ 
 Ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὴν βλάβην.

205. Κόραξ καὶ Ἑρμῆς. (C. 205. F. 287.) 
 Κόραξ ὑπὸ παγίδος κρατηθεὶς, ηὔξατο τῷ Ἀπόλλωνι, 
 λιβανωτὸν ἐπιθύσειν ὑπισχνῶν. Σωθεὶς δʼ ἐκ
τοῦ κινδύνου, τῆς ὑποσχέσεως ἐπελάθετο. Πάλιν δὲ
ὑφʼ ἑτέρας κρατηθεὶς παγίδος, ἀφεὶς τὸν Ἀπόλλωνα,
τῷ Ἑρμῇ ὑπέσχετο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· „ὦ
κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερον δεσπότην
ἤρνησας καὶ ἠδίκησας;“ 
 Ὅτι οἱ πρὸς τοὺς εὐεργετοῦντας ἀγνώμονες γενόμενοι, 
 ἐν περιστάσει ἐμπεσόντες, οὐχ ἕξουσι βοήθειαν.

206. Κόραξ καὶ Κύκνος. (C. 305. F. 222.) 
 Ἑωρακὼς τὸν κύκνον ὁ κόραξ ἐζήλου τοῦ χρώμα-
τος. Οἰηθεὶς δὲ εἶναι τοιοῦτον οἷς ἀπελούετο, τοὺς
βωμοὺς ἐκλιπὼν, ὅθεν ἐτρέφετο, λίμναις καὶ ποταμοῖς
ἐνδιέτριβε. Καὶ τὸ μὲν σῶμα φαιδρύνων οὐκ ἤμειβε,
τροφῆς δὲ ἀπορῶν διεφθείρετο. 
 Φύσιν οὐκ οἶδε μεταβάλλειν ἡ δίαιτα.

207. Κόραξ καὶ Ὄφις. (S. 127. C. 100. F . 252.) 
 Κόραξ τροφῆς ἀπορῶν ὡς ἐθεάσατο ὄφιν ἔν τινι
εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε.

 
Τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτὸν, ἀποθνήσκειν 
μέλλων ἔφη· „ἀλλʼ ἔγωγε δείλαιος, ὅτι τοιοῦτον
ἕρμαιον εὗρον, ἐξ οὐ καὶ ἀπόλλυμαι.“ 
 Οὗτος ὁ λόγος λεχθείη ἂν πρὸς ἄνδρα, ὅς διὰ 
θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσε.

207b. Ἄλλως. Ἰκτῖνος καὶ Ὄφις. (F. 352. C. 404.) 
 Ἰκτῖνος ὄφιν ἄνω πετάσας φέρει. Ὁ δὲ ἐπιστρα-
φεὶς, καὶ δακὼν τοῦτον [αὖθις] εὐθὺς ἔκτεινεν. Ὁ δʼ
ὄφις ἀνεβόα· „ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης, ὥστε
τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐβούλου καὶ
θάνατον προσάγειν ; ὅμως πέπονθας ὅ ἐβούλου μοι
πρᾶξαι.“ 
 Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς 
ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, 
ἐκτίσει ἃ πρότερον πεποίηκε κακά.

208. Κόραξ νοσῶν. (C. 132 et p. 334. F. 87. B. 78.) 
 Κόραξ νοσῶν ἔφη τῇ μητρί· „εὔχου τοῖς θεοῖς καὶ
μὴ θρήνει.“ δʼ ὑπολαβοῦσα ἔφη· „τίς σε, τέκνον,
τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦγε οὐκ
ἐκλάπη;“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἱ πολλούς ἐχθροὺς ἐν βίῳ
ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.

209. Κορυδαλλός. (C. 55. F. 228.) 
 Κορυδαλλὸς, εἰς πάγην ἁλοὺς, θρηνῶν ἔλεγεν·
„οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν
ἐνοσφισάμην τινὸς, οὐκ ἂργυρον, οὐκ ἄλλο τι τῶν 
τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι 
προὐξένησεν.“ 
 Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν 
ὑφισταμένους κίνδυνον.

210. Κορυδαλλὸς καὶ Γεωργός. (F. 379. C. 42Ι. B.88.) 
 Κορυδαλὸς ἦν τις ἐν χλόῃ νεοσσεύων,
ὁ τῷ χαραδριῷ πρὸς τὸν ὄρθρον ἀντᾴδων,
ὃς παῖδας εἶχε ληίου κόμῃ θρέψας
λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους.
ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων,
ὡς ξηρὸν εἶδε τὸ θέρος, εἶπε· „νῦν ὥρη
πάντας λαβεῖν μοι τοὺς φίλους, ἵνʼ ἀμήσω.“
καί τις κορυδαλοῦ τῶν λοφηφόρων παίδων
ἤκουσεν αὐτοῦ τῷ τε πατρὶ μηνύει,
σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει.
ὁ δʼ εἶπεν· „οὔπω καιρός ἐστι νῦν φεύγειν
ὃς γὰρ φίλοις πέποιθεν οὐκ ἄγαν σπεύδει.“
ὡς δʼ αὖθις ἐλθών ἡλίου δʼ ὑπʼ ἀκτίνων
ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας,
μισθὸν μὲν ἀμητῆρσιν αὔριον πέμψειν,
μισθὸν δὲ πᾶσι δραγματηφόροις δώσειν
εἶπεν, κορυδαλὸς παισὶ νηπίοις οὕτως·
„νῦν ἔστιν ὥρη, παῖδες, ἀλλαχοῦ φεύγειν,
ὅτʼ αὐτὸς αὑτῷ κοὐ φίλοισι πιστεύει.“ 
 Ὁ μῦθος διδάσκει ἡμᾶς ἐμπιμελεῖσθαι τῶν οἰκείων,
ὅση δύναμις, καὶ μὴ καταφρονεῖν, θαῤῥοῦντας ταῖς
τῶν φίλων συνδρομαῖς.

211. Κορυδὸς θάπτων τὸν πατέρα.
(C. 388. ex Aristoph. Avibus v. 471 sqq.) 
 Ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον
 
 πεπάτηκας, 
 
ὃς ἐφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα 
 
 γενέσθαι, 
 
προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς 
 
 ἀποθνήσκειν· 
 

 
γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν
 
 δʼ ἀποροῦσαν 
 
ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὐτῆς ἐν τῇ κεφαλῇ 
 
 κατορύξαι.

212. Κορώνη καὶ Κόραξ. (S. l24. C.98. F. 250) 
 Κορώνη, φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν
μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ
διὰ τοῦτο ὑπʼ αὐτῶν μαρτυρεῖσθαι, ἠβουλήθη τῶν
αὐτῶν ἐφικέσθαι. Καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους
παριόντας, ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως
ἐκεκράγει· τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ
καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· ,,ἀλλʼ ἀπίω-
μεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰω-
νὸν οὐκ ἔχει.“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν 
ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα
ὀφλισκάνουσι.

213. Κορώνη καὶ Κύων. (C. 99. F. 25l. S. l26.) 
 Κορώνη, Ἀθηνᾷ θύουσα, κύνα ἐπὶ ἑστίασιν ἐκάλει.
Ὁ δὲ πρὸς αὐτὴν ἔφη· „τί μάτην τὰς θυσίας ἀναλίσκεις; 
ἡ γὰρ θεὸς οὕτω σε μισεῖ, ὡς κὰκ τῶν συντρόφων 
σοι οἰωνῶν τὴν πίστιν περιελεῖν.“ Καὶ ἡ
κορώνη πρὸς αὐτόν· „διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα
διαλλαγῇ μοι.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς
εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

214. Κοχλίαι. (C. 78. F.236. S. 54) 
 Γεωργοῦ παῖς ὤπτα κοχλίας. Ἀκούσας δὲ αὐτῶν
τρυζόντων, ἔφη· „ὦ κάκιστα ζῶα, τῶν οἰκιῶν ὑμῶ
ἐμπιπραμένων, αὐτοὶ ἄδετε;“ 

 
 Ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον
ἐπονείδιστον.

215. Κύκνος. (C.74. F.200.) 
 Ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν,
οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ
τραπέζης ἕνεκεν. Ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφʼ οἷς
ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ
ἀφῆκεν ἑκάτερον. Ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθεὶς, 
ᾄδει τι μέλος θανάτου προοίμιον· καὶ τῇ μὲν ᾠδῇ
μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει.
Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις ἡ μουσικὴ τελευτῆς
ἀναβολὴν ἀπεργάζεται.

216. Κύκνος. (C.206. F.288.) 
 Τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. Καὶ
δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ, καὶ ἀκούσας, ὅτι
εὐμελέστατον ζῶον, ἠγόρασε. Καὶ ἔχων ποτὲ σύνδειπνον,
προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι παρὰ τὸν πότον. 
Τοῦ δὲ τότε μὲν ἡσυχάσαντος, ὕστερον δέ ποτε,
ὡς ἐνόησεν, ὅτι ἀποθνήσκειν ἔμελλε, θρηνοῦντος αὑτὸν,
ὁ δεσπότης ἀκούσας ἔφη· „ἀλλʼ εἰ σὺ οὐκ ἄλλως
ᾄδεις, ἐὰν μὴ ἀποθνήσκῃς, ἐγὼ μάταιος ἤμην τότε, ὅτε
σε παρεκάλουν, ἀλλʼ οὐκ ἔθυον.“ 
 Οὕτω τινὲς τῶν ἀνθρώπων, ἃ μὴ βούλονται ἑκουσίως 
ποιεῖν, ἄκοντες ταῦτα ἐπιτελοῦσιν.

217. Κύνες δύο. (S. 93. C. 92. 
 Ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδαξε, τὸν
δὲ οἰκουρὸν ἐποίησε. Καὶ δὴ, εἴ ποτε ὁ θηρευτικὸς
ἐξιὼν πρὸς ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ
τῷ ἑτέρῳ παρέβαλλεν. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ, 
καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴγε αὐτὸς μὲν

 
ἐξιὼν διόλου μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς ἑαυτοῦ πόνοις 
ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· „ἀλλὰ μὴ ἐμὲ
μέμφου, τὸν δεσπότην δὲ, ὅς οὐ πονεῖν με ἐδίδαξεν,
ἀλλʼ ἀλλοτρίους πόνους ἐσθίειν.“ 
 Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσὶν, 
 ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν.

218. Κύνες λιμώττουσαι. (S. 134. C.207. F.289.) 
 Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ
βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι,
συνέθεντο ἀλλήλαις, ὅπως τὸ ὕδωρ ἐκπίωσιν, εἶθʼ 
οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. Συνέβη δʼ αὐτὰς
πινούσας διαῤῥαγῆναι πρὶν ἢ τῶν βυρσῶν ἐφικέσθαι. 
 Οὕτως ἔνιοι τῶν ἀνθρώπων διʼ ἐλπίδα κέρδους
ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον
καταναλισκόμενοι ἤ ὧν βούλονται περιγενόμενοι.

219. Κύνες καὶ Ἀλώπηξ. (C.376. F.336.) 
 Λέοντος δορὰν κύνες εὑρόντες, διεσπάραττον ταύτην. 
Τούτοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη· „εἰ οὗτος ὁ λέων
τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους 
τῶν ὑμετέρων ὀδόντων.“ 
 Ὁ μῦθος δηλοῖ τοὺς τῶν ἐνδόξων καταφρονοῦντας,
ὅταν τῆς δόξης ἐκπίπτωσιν.

220. Κυνηγὸς καὶ Ἁλιεύς. (Β. 61.) 
 Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας,
ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας.
καί πως συνηβόλησαν οἱ δύʼ ἀλλήλοις·
χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων,
θήραν δʼ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην,
ἃ τʼ εἶχον ἀντέδωκαν· εἶτα τὴν θήρην
ἤμειβον αἰεί, δεῖπνα δʼ εἶχον ἡδίω,

 
ἕως τις αὐτοῖς εἶπεν· „ἀλλὰ καὶ τούτων
τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ,
πάλιν δʼ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.“ 
 Ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδέος μικρόν τι
ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφʼ ἕτερον τρέπει.

221. Κυνόδηκτος. (C. 25 et p.293. F. 55. S. 64. ) 
 Δηχθείς τις ὑπὸ κυνὸς τὸν ἰασόμενον περιῄει ζητῶν.
Ἐντυχὼν δέ τις αὐτῷ καὶ γνοὺς ὅ ζητεῖ, „ὦ οὗτος“ 
εἶπεν, „εἰ σώζεσθαι βούλει, λαβὼν ἄρτον, καὶ
τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας, τῷ δακόντι κυνὶ
φαγεῖν ἐπίδος.“ Κἀκεῖνος γελάσας ἔφη· „ἀλλʼ εἰ τοῦτο
ποιήσω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν
δηχθῆναι.“ 
 μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ
εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.

222. Κυνὸς οἰκία.
(C. 3l7. F. 388. ex Plut. VII Sap. Conv. c. 14.) 
 Κύων, ἐν τῷ χειμῶνι συστρεφόμενος καὶ συσπειρώμενος 
διὰ τὸ ῥιγοῦν, οἰκίαν ποιεῖν διενοεῖτο. Θέρους 
δʼ οὖ πάλιν ἐκτεταμένος καθεύδων, ἐφαίνετο μέγας 
ἑαυτῷ, καὶ οὔτε ἀναγκαῖον ἡγεῖτο οὔτε μικρὸν
ἔργον, οἰκίαν περιβάλλεσθαι τοιαύτην.

223. Κύων. (C. 208. F.290.) 
 Ὠά τις κύων καταπίνειν εἰθισμένος, ἰδών τινα
κόχλον, χάνος τὸ στόμα αὑτοῦ, μεγίστῃ συνολκῇ 
καταπέπωκε τοῦτον, οἰηθεὶς ὠὸν εἶναι. Βαρούμενος δὲ τὰ
σπλάγχνα καὶ ὀδυνόμενος, ἔλεγε· „δίκαια ἔγωγε 
πέπονθα, εἴγε πάντα τὰ περιφερῆ ὠὰ πεπίστευκα.“ 
 Διδάσκει ἡμᾶς ὁ λόγος, ὅτι οἱ ἀδικάστως πρᾶγμα

 
προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες 
ἀτόποις.

224. Κύων. (C. 210. F. 29I. B. 104.) 
 Λάθρᾳ κύων ἔδακνε. Τούτῳ δὲ ὁ δεσπότης κώδωνα 
ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσιν. Οὗτος 
δὲ, τὸν κώδωνα σείων, ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο.
Γραῦς δὲ εἶπεν αὐτῷ κύων· „τί φαντάζῃ; οὐ διʼ ἀρετὴν 
τοῦτον φορεῖς, ἀλλὰ διʼ ἔλεγχον τῆς κεκρυμμένης
σου κακίας.“ 
 Ὅτι οἱ τῶν ἀλαζονευομένων κενόδοξοι τρόποι 
πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν.

225. Κύων καὶ Ἀλεκτρυών. (C. 36 et p. 297. F.88.) 
 Κυὼν καὶ ἀλεκτρυὼν, ἑταιρείαν ποιησάμενοι,
ὥδευον. Ἑσπέρας δὲ καταλαβούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ
δένδρου ἐκάθευδεν ἀναβὰς, ὁ δὲ κυὼν πρὸς τῇ ῥίζῃ
τοῦ δένδρου, κοίλωμα ἔχοντος. Τοῦ δὲ ἀλεκτρυόνος
κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα 
πρὸς αὐτὸν ἔδραμε, καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν 
κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν 
ζῶον ἔχον ἀσπάσασθαι. Τοῦ δὲ εἰπόντος, τὸν
θυρωρὸν πρότερον διυπνίσαι, ὑπὸ τὴν ῥίζαν καθεύδοντα, 
ὡς ἐκείνου ἀνοίξαντος κατελθεῖν, κἀκείνης
ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας 
αὐτὴν διεσπάραξεν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων
τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι
παραλογιζόμενοι.

226. Κύων καὶ Ἀλώπηξ. (S. 13Ι. C. 211. F.292.) 
 Κύων θηρευτικὸς, λέοντα ἰδὼν, τοῦτον ἐδίωκεν·
ὡς δὲ ἐπιστραφεὶς ἐκεῖνος ἐβρυχήσατο, φοβηθεὶς εἰς

 
τοὐπίσω ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη·
„ὦ κακὴ κεφαλὴ, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν 
βρυχηθμὸν ὑπέμεινας;“ 
 Ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρῶν αὐθαδείᾳ συνόντων, 
oἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, 
ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως 
ἀναχαιτίζονται.

227. Κύων καὶ Δεσπότης. (B. 110. ) 
 Μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσης
εἶπεν· „τί χάσκεις; πάνθʼ ἕτοιμά σοι ποίει·
μετʼ ἐμοῦ γὰρ ἥξεις .“ ἡ δὲ κέρκον οὐραίης
ἄρασά φησι· „πάντʼ ἔχω· σὺ δὲ βραδύνεις.“ 
 Πρὸς ἄνδρα ἀπαρασκεύαστον, τὸν ἐν ἑτοιμασίᾳ
ὄντα περὶ συνοδοιπορίας κατεπείγοντα, ὁ λόγος 
εὔκαιρος.

228. Κύων καὶ Ἵππος [ἢ Κύων ἐν φάτνῃ].
(C. 334. F. 404. ex Luc. adv. indoctum c. 30.) 
 Κύων τις, ἐν φάτνῃ κατακειμένη, οὔτε αὐτὴ τῶν
κριθῶν ἤσθιεν, οὔτε τῷ ἵππῳ δυναμένῳ φαγεῖν 
ἐπέτρεπεν.

229. Κύων καὶ Λαγωός. (C. 354. p.229. B. 87.) 
 Κύων λαγωὸν διώξας ἐκράτησε· καὶ ποτὲ μὲν
ἔδακνε, ποτὲ δὲ σαίνων προσέχαιρε καὶ ἐφίλει. Καὶ ὁ
λαγωὸς εἶπεν· „εἰ μὲν φίλος εἶ, τί δάκνεις; εἰ δὲ
ἐχθρὸς, τί σαίνεις οὐράν;“

229b. Ἄλλως. (S. 135. C. 354. F. 346.) 
 Κύων θηρευτικὸς λαβών ποτε λαγωὸν, τοῦτον πῇ
μὲν ἔδακνε, πῇ δʼ αὐτοῦ τὰ χείλη περιέλειχεν· ὁ δʼ
ἀπαυδήσας ἔφη πρὸς αὐτόν· „ἀλλʼ, ὦ οὗτος, παῦσαί

 
με δάκνων ἢ καταφιλῶν, ἵνα γνῶ, πότερον ἐχθρὸς ἢ
φίλος μου καθέστηκας.“ 
 Πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος.

230. Κύων καὶ Λύκαινα. (C. 38l. F. 342.) 
 Κύων, καταδιώκων λύκαιναν, ἐφρυάττετο τῇ τε
τῶν ποδῶν ταχυτῆτι καὶ τῇ ἰδίᾳ ἰσχύϊ, καὶ ἐδόκει 
φεύγειν τὸν λύκον διʼ οἰκείαν δῆθεν ἀσθένειαν. Στραφεὶς
οὖν ὁ λύκος ἔφησε πρὸς τὸν κύνα· „οὐ σὲ δέδοικα,
ἀλλὰ τὴν τοῦ σοῦ δεσπότου καταδρομήν.“ 
 Ὁ μῦθος οὗτος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἐγκαυχᾶσθαι
τῇ τῶν ἑτέρων γενναιότητι.

231. Κύων καὶ Λύκος. (C. 35 et p.296. F.86. S. 133.) 
 Κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε. Λύκου δʼ
ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θύσειν αὐτὸν, ἐδεῖτο
μὴ νῦν αὐτὸν καταθῦσαι. „Νῦν μὲν γὰρ“ φησὶ „λεπτός
εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν 
οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα
πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον
βρῶμα γενήσομαι.“ Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε·
μεθʼ ἡμέρας δʼ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος
τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν
ἐκάλει, ὑπομιμνήσκων αὐτὸν τῶν συνθηκῶν. Καὶ ὁ
κύων· „ἀλλʼ, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς 
ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων,
ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο
φυλάττονται.

232. Κύων καὶ Μάγειρος. (C. 34. F.227.) 
 Κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ τοῦ μαγείρου
ἀσχολουμένου καρδίαν ἁρπάσας, ἔφυγεν. Ὁ δὲ μάγειρος

 
ἐπιστραφεὶς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· „ὦ
οὗτος, ἴσθι ὡς, ὅπουπερ ἄν ᾖς, φυλάξομαί σε· οὐ
γὰρ ἀπʼ ἐμοῦ καρδίαν εἴληφας, ἀλλʼ ἐμοὶ καρδίαν δέ-
δωκας.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τοῖς
ἀνθρώποις μαθήματα γίνονται.

233. Κύων κρέας φέρουσα.
(S. 132. C. 209. F .219 et 339. B. 79.) 
 Κύων κρέας ἔχουσα ποταμὸν διέβαινε· θεασαμένη
δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ὑπέλαβεν ἑτέραν
κύνα εἶναι, μεῖζον κρέας ἔχουσαν· διόπερ ἀφεῖσα
τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. Συνέβη
δʼ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ,
διότι μηδὲ ἦν, τοῦ δʼ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη. 
 Πρὸς ἂνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος.

234. Κώνωψ καὶ Λέων. (C. 146. F. 259.) 
 Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· „οὔτε φοβοῦμαί 
σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μὴ, τίς σοί
ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι, καὶ δάκνεις τοῖς
ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. Ἐγὼ ,
δὲ λίαν ὑπάρχω σου ἰσχυρότερος· εἰ δὲ θέλεις, ἔλθωμεν
καὶ εἰς πόλεμον. Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο,
δάκνων τὰ περὶ τὰς ῥῖνας αὐτοῦ ἄτριχα πρόσωπα.
Ὁ δὲ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτὸν, ἕως οὗ
ἠγανάκτησεν. Ὁ κώνωψ δὲ, νικήσας τὸν λέοντα καὶ
σαλπίσας καὶ ἐπινίκιον ᾄσας, ἀπέπτατο. Ἀράχνης δὲ
δεσμῷ ἐμπλακεὶς, ἐσθιόμενος ἀπωδύρετο, ὅτι μεγίστοις
πολεμῶν ὑπὸ εὐτελοῦς ζώου, τῆς ἀράχνης, ἀπώλετο. 
 Ὁ μῦθος πρὸς τοὺς καταβάλλοντας μεγάλους καὶ
ὑπὸ μικρῶν καταβαλλομένους.

235. Κώνωψ καὶ Ταῦρος. (S. 136. C. 213. F. 294. B.84.) 
 Κώνωψ ἐπιστὰς κέρατι ταύρου, καὶ πολὺν χρόνον
ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο
τοῦ ταύρου, εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. Ὁ
δὲ ὑποτυχὼν ἔφη· „ἀλλʼ οὔτε ὅτε ἦλθες, ἔγνων, οὔτε
ἐὰν ἀπέλθῃς, γνώσομαι.“ 
 Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύ-
νατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλι-
μός ἐστι.

236. Λαγωοὶ καὶ Ἀλώπεκες. (S.160. C. 1Ο7 et p.319. F.108.) 
 Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς
συμμαχίαν ἀλώπεκας· αἱ δʼ ἔφασαν· „ἐβοηθήσαμεν ἄν
ὑμῖν, εἰ μὴ ιᾔδειμεν, τίνες ἐστὲ, καὶ τίσι πολεμεῖτε.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι 
σὺν τῷ διαμαρτεῖν καὶ καταπαίζονται.

237. Λαγωοὶ καὶ Βάτραχοι.
(S. 137. F. 89. C.57 et p.310. B.25.) 
 Λαγωοὶ καταγνόντες ἑαυτῶν δειλίαν ἔγνωσαν δεῖν
ἑαυτοὺς κατακρημνίσαι. Παραγενομένων δὲ αὐτῶν ἐπί
τινα κρημνὸν, ᾧ λίμνη ἐπέκειτο, ἐνταῦθα βάτραχοι
ἀκούσαντες τῆς ποδοψοφίας ἑαυτοὺς εἰς τὰ βάθη τῆς
λίμνης ἐδίδοσαν. Εἷς δέ τις τῶν λαγωῶν θεασάμενος
αὐτοὺς ἔφη πρὸς τοὺς ἑτέρους· „ἀλλὰ μηκέτι ἑαυτοὺς
κατακρημνίσωμεν· ἰδοὺ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα 
ζῶα.“ 
 Οὕτω καὶ τοῖς ἀνθρώποις αἰ τῶν ἄλλων δυστυχίαι
τῶν ἰδίων δυστυχημάτων παραμύθιον γίνονται.

237b . Αλλως. (C.57 et p.310. F. 150.) 
 Οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους 
 ἀπεκλαίοντο βίον, ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας

 
πλέως· καὶ γὰρ [καὶ] ὑπʼ ἀνθρώπων καὶ κυνῶν καὶ 
ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται· βέλτιον οὖν 
εἶναι θανεῖν ἅπαξ, ἢ διὰ βίου τρέμειν. Τοῦτο τοίνυν
κυρώσαντες, ὥρμησαν κατὰ ταὐτὸν εἴς τινα λίμνην,
ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. Τῶν
δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ
δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων, 
τῶν λαγωῶν τις, ἀγχινούστερος εἶναι δοκῶν
τῶν ἄλλων, ἔφη· „στῆτε, ἑταῖροι, μηδὲν δεινὸν ὑμᾶς
αὐτοὺς διαπράξησθε· ἤδη, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ᾿
ἐστὶ ζῶα δειλότερα.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων,
χείρονα πασχόντων, παραμυθοῦνται.

238. Λαγωὸς καὶ Κύων. (B. 69.) 
 Θάμνου λαγωὸν λασιόπουν ἀναστήσας
κύων ἐδίωκεν οὐκ ἄπειρος ἀγρεύειν,
δρόμῳ δʼ ἐλείφθη. καί τις αἰπὄλος σκώπτων
„ὁ πηλίκος σου“ φησὶν „εὑρέθη θάσσων.“
ὁ δʼ εἶπεν· „ἄλλως ἄλλον ἁρπάσαι σπεύδων
τρέχει τις, ἄλλως δʼ αὑτὸν ἐκ κακοῦ σώζων.“

239. Λάρος καὶ Ἰκτῖνος. (C. 214 et p. 37Ι. F. 112.) 
 Λάρος ἰχθὺν καταπιὼν, καὶ τοῦ φάρυγγος αὐτοῦ
διαρραγέντος, ἐπὶ τῆς ἠϊόνος ἔκειτο νεκρός. Ἰκτῖνος δὲ
αὐτὸν θεασάμενος ἔφη· ,, ἄξια σὺ πέπονθας, ὅτι 
πτηνὸς γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ.“ 
 Οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα λείποντες καὶ τοῖς
μὴ προσήκουσιν ἐπιβάλλοντες εἰκότως δυστυχοῦσι.

240. Λέαινα καὶ Ἀλώπηξ. (C. 215. F. 106. S. 158.) 
 Λέαινα, ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ

 
παντὸς τοῦ χρόνου ἕνα τίκτειν, „ἔνα,“ ἔφη „ἀλλὰ
λέοντα.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει, ἀλλʼ
ἐν ἀρετῇ.

240b. Αλλως. Λέαινα. (F. 189. C. p.372.) 
 Στάσις ἦλθε πᾶσι τοῖς τετραπόδοις, καύχημα 
κατέχουσα εἰς παίδων πλήθη. Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ
βοῶντες· „εἰπὲ καὶ σὺ τὸ, πόσους παῖδας τίκτεις ;“ Ἡ
δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· „σκύμνον μὲν
ἕνα, ἀλλὰ γενναῖον πάνυ.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ
ἀνδρείᾳ καὶ φρονήσει, ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες.

241. Λέοντες καὶ Λαγωοί.
(C. 347. ex Aristot. Polit. III, c. 13.) 
 Δημηγορούντων τῶν δασυπόδων καὶ τὸ ἴσον ἀξιούντων 
πάντας ἔχειν, οἱ λέοντες ἔφασαν· „οἱ λόγοι ὑμῶν,
ὦ δασύποδες, ὀνύχων τε καὶ ὀδόντων, οἵων ἡμεῖς 
ἔχομεν, δέονται.“

242. Λέοντος βασιλεία. (C. 363. B. 102.) 
 Λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης οὐδὲ ὠμὸς οὐδὲ
βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἂνθρωπος. Ἐπὶ
δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων
τῶν ζώων, δοῦναι δίκας καὶ λαβεῖν πρὸς ἄλληλα, λύκος 
μὲν προβάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ
τίγρις, κύων δὲ λαγωῷ. Ὁ πτὼξ δὲ ἔφη· „ηὐχόμην
ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοβερὰ τὰ
εὐτελῆ φανῶσιν.“

243. Λέων, Ἀλώπηξ καὶ Ἔλαφος.
(C. 358 ct p. 408. F. 356. cx B. 95.) 
 Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ

 
ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· „εἰ θέλεις ὑγιᾶναί με
καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν
οἰκοῦσαν, τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα, ἄγε
εἰς (τὰς) ἐμὰς χεῖρας· ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ
καρδίας.“ Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον
σκιρτῶσαν ἐν ταῖς ὕλαις· προσπαίσασα δὲ αὐτῇ καὶ
χαίρειν εἰποῦσα ἔφη· ,,Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας, 
ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων μοί ἐστι· νοσεῖ
δὲ καὶ ἐγγύς ἐστι τοῦ θνήσκειν. Ἐβουλεύετο οὖν, ποῖον
τῶν θηρίων μετʼ αὐτὸν βασιλεύσει. Ἔφη δὲ, ὅτι σῦς
μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθρὰ, πάρδαλις δὲ 
θυμώδης, τίγρις ἀλαζών· ἡ ἔλαφος ἀξιωτάτη ἐστὶν εἰς 
βασιλείαν, ὅτι ὑψηλή ἐστι τὸ εἶδος, πολλὰ δὲ ἔτη ζῇ, καὶ
τὸ κέρας αὐτῆς ὄφεσι φοβερόν. Καὶ τί σοι τὰ πολλὰ
λέγω; ἐκυρώθης βασιλεύειν. Τί μοι ἔσται, πρώτῃ σοι
εἰπούσῃ; Ἀλλʼ εὖξαί μοι σπευδούσῃ, μὴ πάλαι με 
ζητήσῃ· χρῄζει γάρ με σύμβουλον ἐν πᾶσιν. Εἰ δὲ ἐμοῦ
τῆς γραὸς ἀκούσῃ, συμβουλεύω καὶ σὲ ἐλθεῖν καὶ 
προσμένειν τελευτῶντι αὐτῷ. Οὕτως εἶπεν ἡ ἀλώπηξ· τῆς
δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον 
μὴ γιγνώσκουσα τὸ μέλλον. Ὁ λέων δʼ ἐφορμήσας 
αὐτῇ ἐν σπουδῇ, τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. 
Ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. Καὶ ἡ μὲν
ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν·
ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξε· λιμὸς γὰρ αὐτὸν
εἶχε καὶ λύπη· καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι
ποιῆσαι, καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. δὲ εἶπε·
„χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλʼ
ὅμως ὑπουργήσω σοι.“ Καὶ δὴ ὡς ἰχνευτὴς κύων 
ἐπηκολούθει, πλέκουσα πανουργίας· ποιμένας δʼ 
ἐπηρώτα, εἰ εἶδεν ἔλαφον ᾑμαγμένην. Οἱ δʼ ἔδειξαν ἐν τῇ
ὕλῃ. Εὗρε δὲ αὐτὴν ἀναψυχομένην, καὶ ἔστη ἀναιδῶς.

 
Ἡ δʼ ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν·
„ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με· εἰ δὲ καὶ 
πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. Ἄλλους ἀλωπέκιζε τοὺς
ἀπείρους, ἄλλους ποίει βασιλεῖς καὶ ἐρέθιζε.“ δὲ εἶπεν· 
„οὕτως ἄνανδρος εἶ καὶ δειλή; οὕτως ἡμᾶς τοὺς
φίλους ὑποπτεύεις; ὁ μὲν λέων, τοῦ ὠτὸς κρατήσας,
ἤμελλε συμβουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς
τηλικαύτης βασιλείας, ὡς ἀποθνήσκων· σὺ δὲ οὐδὲ
κνίσμα χειρὸς ἄῤῥωστον ὑπέστης. Καὶ νῦν ὑπὲρ σὲ
πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει
ποιῆσαι· οἴμοι πονηρὸν δεσπότην! Ἀλλʼ ἐλθὲ καὶ μηδὲν 
πτοηθῇς, καὶ γενοῦ ὡς πρόβατον. Ὄμνυμι γάρ σοι
εἰς τὰ φύλλα πάντα καὶ πηγὰς, μηδὲν κακὸν παθεῖν
παρὰ τοῦ λέοντος· ἐγὼ δὲ μόνῃ σοι δουλεύσω.“ Οὕτως
ἀπατήσασα τὴν δειλαίαν ἔπεισε δεύτερον ἐλθεῖν. Ἐπεὶ
δὲ εἰς τὸ σπήλαιον εἰσῆλθεν, ὁ μὲν λέων δεῖπνον εἶχε,
πάντα τὰ ὀστᾶ καὶ μυελοὺς καὶ ἔγκατα καταπίνων· ἡ
δὲ ἀλώπηξ εἱστήκει ὁρῶσα· καρδίαν δὲ ἐκπεσοῦσαν 
ἁρπάζει λαθραίως, τοῦ κόπου κέρδος ταύτην φαγοῦσα.
Ὁ δὲ λέων, ἅπαντα ἐρευνήσας, μόνην καρδίαν ἐπεζήτει·
ἀλώπηξ δὲ μηκόθεν στᾶσα ἔφη· „αὕτη ἀληθῶς καρδίαν
οὐκ εἶχε· μὴ ἔτι ζήτει· ποίαν γὰρ καρδίαν αὕτη εἶχεν,
ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν;“ 
 Ὅτι ὁ τῆς φιλοδοξίας ἔρως τὸν ἀνθρώπων νοῦν
ἐπιθολοῖ, καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ.

244. Λέων, Ἀλώπηξ καὶ Πίθηκος. (B. 106.) 
 Λέων ποτʼ ἀνδρῶν βίον ἄριστον ἐζήλου,
καὶ δὴ κατʼ εὐρὺν φωλεὸν διατρίβων,
ὅσων ἀρίστην ὀριτρόφων φυὴν ἔγνω,
φιλοφρονεῖσθαι γνησίως ἐπειρᾶτο.
πολὺς δʼ ὑπὸ σπήλυγγι θαμινὰ παντοίων

 
θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη·
ὁ δʼ εἱστία τε κἀφίλει νόμῳ ξείνων,
λίην τιθεὶς ἅπασι δαῖτα θυμήρη.
φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει,
μεθʼ ἧς τὰ πολλὰ μειλίχως συνεζήτει.
γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων
κρεῶν τε συσσίτοισι διανέμων μοίρας·
ὃς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης,
ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ,
ὅπερ εἷλεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ·
κερδὼ δʼ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν.
καὶ δὴ ποτʼ αὐτὴν προσποιητὰ σιγῶσαν
δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν,
λέων τίνʼ εἶχεν αἰτίην διηρώτα·
„κερδοῖ σοφὴ, λάλησον ὥσπερ εἰώθεις·
φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον.“
ἡ δʼ εἶπεν· „ὦ φέριστε θηρίων γέννης,
πολλῇ μερίμνῃ καρδίην διαξαίνω·
οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει,
τὰ δʼ ἔπειτα·“ φησὶ „προσκοπουμένη κλαίω
καθʼ ἡμέραν γὰρ εἴ τις ἄλλος, εἶτʼ ἄλλος
ξένος πελάζοι, τοῦτο δʼ εἰς ἔθος βαίνοι,
τάχʼ οὐδʼ ἑώλων γεύσομαι κρεῶν μούνη.„
Ὁ λέων δὲ τερφθεὶς ἵλεως τε μειδήσας
εἶπεν· „πιθήκῳ ταῦτα μηδʼ ἐμοὶ μέμφου.“ 
 Ὅτι μᾶλλον ἀλγύνειν καὶ λυπεῖν οἶδεν ἀνθρώπους
οὐ τὰ παρόντα μόνον, καθʼ ὅσον ἤδη ἡ τῶν μελλόντων
προσδοκία.

245. Λέων καὶ Ἀετός. (F. 358. C. 408. B. 100.) 
 Λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει
κοινωνὸς εἶναι· χ λέων „τί κωλύει;“

 
πρὸς αὐτὸν εἶπεν· „ἀλλʼ ἐνέχυρον ἦ δώσεις
τὠκύπτερόν σου μὴ μεθεῖναι τὴν πίστιν;
πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω;“ 
 Ὁ μῦθος ἐκδιδάσκει, μὴ τάχιστα πᾶσι πιστεύειν,
καὶ μάλιστα τοῖς μήπω φίλοις.

246. Λέων καὶ Ἀλώπηξ.
(S. 140. C. 137 et p.336. F.91. B. 103.) 
 Λέων γηράσας καὶ μὴ δυνάμενος διʼ ἀλκῆς ἑαυτῷ
τροφὴν πορίζειν, ἔγνω δεῖν διʼ ἐπινοίας τοῦτο πρᾶξαι.
Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον, καὶ ἐνταῦθα
κατακλιθεὶς προσεποιεῖτο τὸν νοσοῦντα· καὶ οὕτω τὰ
παραγενόμενα πρὸς αὐτὸν εἰς ἐπίσκεψιν ζῶα συλλαμβάνων 
κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, 
ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο,
καὶ στᾶσα ἄπωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ,
πῶς ἔχοι· τοῦ δὲ εἰπόντος „κακῶς“ καὶ τὴν αἰτίαν ἐρο
μένου, διʼ ἣν οὐκ εἴσεισιν, ἔφη· „ἀλλʼ ἔγωγε εἰσῆλ
θον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος
δὲ οὐδενός.“ 
 Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων
προορώμενοι τοὺς κινδύνὸυς ἐκφεύγουσι.

247. Λέων καὶ Ἄρκτος. (C. 39 et p.299. F. 96.) 
 Λέων καὶ ἄρκτος, ὁμοῦ νεβρῷ περιτυχόντες, περὶ
τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπʼ ἀλλήλων διατεθέντες,
ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι, 
ἀπαυδήσαντες ἔκειντο. Ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, 
πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεβρὸν ἐν τῷ μέσῳ
κείμενον, τοῦτον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα [καὶ]
ἁρπάσασα, φεύγουσα ᾤχετο. Οἱ δὲ βλέποντες μὲν αὐτὴν, 
μὴ δυνάμενοι δὲ ἀναστῆναι, ,,δείλαιοι ἡμεῖς,“ εἶπον
„ὅτι διʼ ἀλώπεκα ἐμοχθοῦμεν.“ 

 
 Ὁ μῦθος δηλοῖ, ὅτι ἄλλων κοπιώντων ἄλλοι 
κερδαίνουσιν.

247b . Ἄλλως. (C. 39.) 
 Λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει, περὶ
τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπʼ ἀλλήλων κατακοπέντες 
ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο
ἡμιθανεῖς. Ἀλώπηξ δὲ περιϊοῦσα καὶ θεασαμένη 
πεπτωκότας, ἰδοῦσα καὶ τὸ βρῶμα κείμενον ἐν μέσῳ,
ἄρασα τοῦτο δρομαῖος ᾤχετο. Οἱ δὲ ἰδόντες αὐτὴν καὶ
μὴ δυνάμενοι ἀναστῆναι, εἶπον· „ἄθλιοι ὄντως ἡμεῖς,
ὅτι διʼ ἀλώπεκα ἐμαχόμεθα.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες 
 ἑτέροις κέρδος προσκτῶνται.

248. Λέων καὶ Βάτραχος. (C. 37.) 
 Λέων, ἀκούσας ποτὲ βατράχου μέγα βοῶντος, 
ἐπεστράφη πρὸς τὴν φωνὴν, οἰόμενος μέγα τι ζῶον εἶναι.
Προσμείνας δὲ μικρὸν, ὡς εἶδεν αὐτὸν προελθόντα τῆς
λίμνης, προσελθὼν αὐτὸν κατεπάτησεν. 
 Ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ πρὸ τῆς ὄψεως διʼ ἀκοῆς
μόνης ταράττεσθαι.

248b . Ἄλλως. (S. 139. F.90. C. p.298.) 
 Λέων ἀκούσας βατράχου κεκραγότος, ἐπεστράφη
πρὸς τὴν φωνὴν, οἰόμενος μέγα τι ζῶον εἶναι· 
προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς
λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν, εἰπών·
„μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας.“
Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα γλωσσώδη, οὐδὲν
πλέον τοῦ λαλεῖν δυνάμενον.

249. Λέων καὶ Γεωργός. (S.138. C.221 et p.375. F.110. B.98.) 
 Λέων ἐρασθεὶς θυγατρός τινος γεωργοῦ ταύτην

 
ἐμνηστεύσατο· ὁ δὲ μὴ ἐκδοῦναι θηρίῳ τὴν θυγατέρα
ὑπομένων, μηδὲ ἀρνεῖσθαι διὰ τὸν φόβον δυνάμενος,
τοιοῦτόν τι ἐπενόησεν. Ἐπειδὴ συνεχῶς ὁ λέων αὐτῷ
ἐπέκειτο, ἔλεγεν, ὡς νυμφίον αὐτὸν τῆς θυγατρὸς 
δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν
μὴ τοὺς ὀδόντας ἐξέληται καὶ τοὺς ὄνυχας ἐκτέμῃ· 
τούτους γὰρ δεδοικέναι τὴν κόρην ἔφη. Τοῦ δὲ ῥᾳδίως διὰ
τὸν ἔρωτα ἑκάτερον ὑπομείναντος, ὁ γεωργὸς 
καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτὸν, 
ῥοπάλοις παίων αὐτὸν ἐξήλασεν. 
 Οὕτως οἱ ῥᾳδίως τοῖς ἐχθροῖς πιστεύοντες, ὅταν
τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν,
εὐάλωτοι τούτοις γίνονται, πρότερον φοβεροὶ 
καθεστηκότες.

249b . Ἄλλως. (C. p. 145. cx Diod. XVIII, c. 25.) 
 Ἐρασθέντα φασὶ λέοντα παρθένου διαλεχθῆναι τῷ
πατρὶ τῆς κόρης ὑπὲρ τοῦ γάμου· τὸν δὲ πατέρα λέγειν,
ὡς ἕτοιμος μέν ἐστιν αὐτῷ δοῦναι, δεδοικέναι δὲ τοὺς
ὄνυχας καὶ τοὺς ὀδόντας, μή ποτε γήμας καὶ 
παροξυνθεὶς διά τινα αἰτίαν προσενέγκηται τῇ παρθένῳ 
θηριωδῶς. Τοῦ δὲ λέοντος ἐξελόντος τούς τε ὄνυχας καὶ
τοὺς ὀδόντας, τὸν πατέρα θεωρήσαντα πάντα διʼ ὧν
ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥᾳδίως
ἀποκτεῖναι.

250. Λέων καὶ Γεωργός. (S. 142. F. 93. C. 220 et p.375.) 
 Λέων εἰς ἔπαυλιν γεωργοῦ εἰσῆλθεν· ὁ δὲ συλλαβεῖν 
βουλόμενος τὴν αὐλείαν θύραν ἔκλεισε. Καὶ ὃς
ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, 
ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. Καὶ ὁ γεωργὸς 
φοβηθεὶς περὶ αὐτοῦ τὴν θύραν ἤνοιξεν. Ἀπαλλαγέντος 
δὲ τοῦ λέοντος, ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα

 
εἶπεν· „ἀλλά γε σὺ δίκαια πέπονθας· τί γὰρ
τοῦτον συγκλεῖσαι ἠβούλου, ὃν καὶ ἀπὸ μακρόθεν σε
ἔδει τρέμειν;“ 
 Οὕτως οἱ πονηροὶ τοὺς ἰσχυροτέρους διερεθίζοντες
εἰκότως τὰς ἐξ αὐτῶν πλημμελείας ὑπομένουσι.

251. Λέων καὶ Δελφίς. (S. 143. C.222. F.297.) 
 Λέων ἔν τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο
δελφῖνα παρακύψαντα, ἐπὶ συμμαχίαν παρεκάλεσε, λέγων, 
ὅτι ἁρμόζει μάλιστα φίλους ἑαυτοὺς καὶ βοηθοὺς
γενέσθαι· „σὺ μὲν γὰρ τῶν θαλαττίων ζώων, αὐτὸς
δὲ τῶν χερσαίων εἰμὶ βασιλεύς.“ Τοῦ δὲ ἀσμένως 
ἐπινεύσαντος, ὁ λέων μετʼ οὐ πολὺν χρόνον τινὰ μάχην
ἔχων πρὸς ταῦρον ἄγριον προσεκάλει τὸν δελφῖνα εἰς
βοήθειαν· ὡς δὲ ἐκεῖνος βουλόμενος ἐκβῆναι τῆς 
θαλάσσης οὐκ ἡδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς 
προδότην. Ὁ δὲ ὑποτυχὼν εἶπεν· „ἀλλὰ μὴ ἐμὲ μέμφου, τὴν
φύσιν δὲ, ἥτις με θαλάσσιον ποιήσασα γῆς οὐκ ἐᾷ 
ἐπιβῆναι.“ 
 Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους
ἐπιλέγεσθαι συμμάχους, οἳ ἐν τοῖς κινδύνοις πανταχοῦ 
παρεῖναι δύνανται.

252. Λέων θυμωθεὶς καὶ Δορκάς. (C. 348. B.90.) 
 Λέοντα δορκὰς ὡς ἴδεν μεμηνότα,
„ὦ μοῖρα θηρῶν“ εἶπεν „ἀθλιωτάτη·
εἰ σωφρονεῖν γὰρ δυσκάθεκτος εἶ λέων,
πῶς νῦν μανεὶς οὐ μεστὰ δράσεις δακρύων;“ 
 Ὅτι ἐξουσίαν ἔχοντα οὐ δεῖ θυμοῦσθαι.

253. Λέων καὶ Κάπρος. (C. 223. F.298.) 
 Θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψει λυπεῖ, εἰς 
μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν. Ἤριζον δὲ,

 
τίς πρῶτος αὐτῶν πίῃ· ἐκ τούτου δὲ πρὸς φόνον
ἀλλήλων διηγέρθησαν. Ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ
ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους, ὅς αὐτῶν
πέσῃ, τοῦτον καταφαγεῖν. Διὰ τοῦτο λύσαντες τὴν
ἔχθραν εἶπον· „κρεῖσσόν ἐστι ἡμᾶς φίλους γενέσθαι,
ἢ βρῶμα γυψὶ καὶ κόραξιν.“ 
 Ὅτι τὰς πονηρὰς ἔριδας καὶ τὰς φιλονεικίας καλόν
ἐστι διαλύειν, ἐπειδὴ πᾶσιν ἐπικίνδυνον τέλος ἂγουσιν.

254. Λέων καὶ Λαγωός (S. 146. C. 224. F. 97.) 
 Λέων ἐπιτυχὼν λαγωῷ κοιμωμένῳ τοῦτον ἔμελλε
καταφαγεῖν· μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν,
ἀφεὶς τὸν λαγωὸν ἐκείνην ἐδίωκεν. Ὁ μὲν οὖν ἀπὸ τῶν
ψόφων ἐξαναστὰς ἔφυγεν· ὁ δὲ λέων, ἐπὶ πολὺ διώξας
τὴν ἔλαφον, ἐπειδὴ καταλαβεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν 
ἐπὶ τὸν λαγωόν· εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα
ἔφη· „ἀλλʼ ἔγωγε δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν
χερσὶ βορὰν, ἐλπίδα μείζονα προὔκρινα.“ 
 Οὕτως ἔνιοι τῶν ἀνθρώπων μὴ μετρίοις κέρδεσιν
ἐπαρκούμενοι λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.

255. Λέων, Λύκος καὶ Ἀλώπηξ. (C.72. F. 233.) 
 Λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἂντρῳ·
παρῆσαν δʼ ἐπισκεψόμενα τὸν βασιλέα πλὴν ἀλώπεκος
τἄλλα τῶν ζώων. Ὁ τοίνυν λύκος λαβόμενος εὐκαιρίας,
κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρʼ
οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ
ταῦτα μηδʼ εἰς ἐπίσκεψιν ἀφιγμένης. Ἐν τοσούτῳ δὲ
παρῆν καὶ ἡ ἀλώπηξ, καὶ τῶν τελευταίων ἠκροάσατο
τοῦ λύκου ῥημάτων. Ὁ μὲν οὖν λέων κατʼ αὐτῆς 
ἐβρυχᾶτο· ἡ δʼ ἀπολογίας καιρὸν αἰτήσασα „καὶ τίς σε“
ἔφη ,,τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν, ὅσον ἐγὼ,
πανταχόσε περινοστήσασα καὶ θεραπείαν ὑπὲρ σοῦ παρʼ

 
ἰατροῦ ζητήσασα καὶ μαθοῦσα ;“ Τοῦ δὲ λέοντος εὐθὺς
τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· „εἰ
λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν 
ἀμφιέσῃ.“ Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ
ἀλώπηξ γελῶσα εἶπεν οὕτως· „οὐ χρὴ τὸν δεσπότην
πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι ὁ καθʼ ἑτέρου μηχανώμενος
καθʼ ἑαυτοῦ τὴν πάγην περιτρέπει.

256. Λέων καὶ Μῦς. (S.148. C. 2l7 et p.373. F.98. B. 107.) 
 Λέοντος κοιμωμένου μῦς τῷ στόματι ἐπέδραμεν· ὁ
δὲ ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν ἔμελλε καταθοινήσασθαι.
Ὁ δʼ ἐδεήθη αὐτοῦ μὴ φαγεῖν αὐτὸν, λέγων,
ὅτι σωθεὶς πολλὰς χάριτας αὐτῷ ἀποδώσει· γελάσας δὲ
αὐτὸν ἀπέλυσε. Συνέβη οὖν αὐτὸν μετʼ οὐ πολὺ τῇ
τοῦ μυὸς χάριτι περισωθῆναι. Ἐπειδὴ γὰρ συλληφθεὶς
ὑπό τινων κυνηγῶν κάλῳ ἐδέθη ἐπί τινι δένδρῳ, 
τηνικαῦτα ὁ μῦς ἀκούσας αὐτοῦ στένοντος ἐλθὼν τὸν 
κάλων περιέτρωγε, καὶ λύσας ἔφη· „σὺ μὲν οὖν τότε
μου κατεγέλασας, ὡς μὴ προσδοκῶν παρʼ ἐμοῦ ἀμοιβὴν
κομίσασθαι· νῦν δʼ ἴσθι, ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι ἐν καιρῷ μεταβολῆς καὶ οἱ
σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.

257. Λέων, Μῦς καὶ Ἀλώπηξ [ἢ Λέων μῦν φοβηθείς].
(F. 95. C. p. 374. S. 144. B. 82.) 
 Λέοντος κοιμωμένου, μῦς τῷ στόματι περιέδραμεν.
Ο δὲ ἐξαναστὰς πανταχοῦ περιειλίττετο, ζητῶν τὸν
προσεληλυθότα. Ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, 
εἰ λέων ὤν ἐφοβήθη μῦν. Ὁ δέ φησιν· „ἀλλὰ
κατὰ τῆς γνώμης αὐτοῦ τὴν ὀργὴν ἔχω.“ 
 Ὁ λόγος διδάσκει, τοὺς φρονίμους τῶν ἀνθρώπων
μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.

257b . Ἄλλως. (C. 218.) 
 Λέων ποτὲ καύματος ὥρᾳ ἐν τινι σπηλαίῳ 
ἀνεπαύετο. Μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος,
ταραχθεὶς καὶ ἐξαναστὰς φοβερὸν ἀπέβλεπεν. Ἀλώπεκος 
δὲ καταγελώσης εἶπεν· „οὐ τὸν μῦν ἐφοβήθην,
ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνατρέπω.“ 
 Ὅτι τῇ κακῇ συνηθείᾳ οὐ δεῖ παρέχειν ἄδειαν· 
νομὴν γὰρ λαβοῦσα λύπην ἐσχάτην ποιεῖ.

258. Λέων καὶ Ὄναγρος. (C. 225. F.299. B. 67.) 
 Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ
τῆς δυνάμεως, ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος.
Ἐπεὶ δὲ ζῶά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι
τὰς μοίρας. „Τὴν μὲν μίαν“ εἶπεν „λήψομαι ὡς πρῶτος, 
βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἴσου
κοινωνῶν· ἡ δὲ τρίτη μοῖρα, αὕτη κακὸν μέγα σοι ποιήσει, 
ἢν μὴ ἐθέλῃς φυγεῖν. 
 Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ
ἰσχὺν, καὶ δυνατωτέροις ἑαυτὸν μὴ συνάπτειν μηδὲ
κοινωνεῖν.

259. Λέων καὶ Ὄνος. (S. 149. C.226 et p.376. F. 99.) 
 Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους σπεισάμενοι 
ἐξῆλθον ἐπὶ θήραν. Γενομένων δὲ αὐτῶν κατά
τι σπήλαιον, ἐν ᾧ ἦσαν ἄγριαι αἶγες, ὁ μὲν λέων πρὸ
τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν
ἤλαυνεν αὐτὰς, καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. Τοῦ
δὲ λέοντος τὰς πλείστας συλλαβόντος, ἐξελθὼν ἐκεῖνος
ἐπυνθάνετο αὐτοῦ, εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας 
ἐδίωξεν; Ὁ δὲ εἶπεν· „ἀλλʼ εὖ ἴσθι, ὅτι κἀγὼ ἄν
σε ἐφοβήθην, εἰ μὴ ᾔδειν ὄνον ὄντα σε.“ 
 Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως 
γέλωτα ὀφλισκάνουσι.

260. Λέων, Ὄνος καὶ Ἀλώπηξ.
(C. 38 et p.298. S.147. F.109.) 
 Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν ποιησάμενοι
ἐξῆλθον πρὸς ἄγραν. Πολλῆς οὖν θήρας συλληφθείσης, 
προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτοῖς. Ὁ δὲ
τρεῖς μερίδας ποιησάμενος ἐκ τῶν ἴσων, ἐκλέξασθαι
τούτους προὐτρέπετο. Καὶ ὁ λέων θυμωθεὶς τὸν ὄνον
κατέφαγεν. Εἶτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν. Ἡ δ᾿
εἰς μίαν μερίδα πάντα σωρεύσασα, ἑαυτῇ βραχύ τι
κατέλιπε. Καὶ ὁ λέων πρὸς αὐτήν· „τίς σε, ὦ βελτίστη,
διαιρεῖν οὕτως ἐδίδαξεν;“ δʼ εἶπεν· „ἡ τοῦ ὄνου
συμφορά.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι σωφρονισμοὶ γίνονται τοῖς
ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

261. Λέων, Προμηθεὺς καὶ Ἐλέφας. (F. 357. C. 4Ο7.) 
 Λέων κατεμέμφετο Προμηθέα πολλάκις, ὅτι μέγαν
αὐτὸν ἔπλασε καὶ καλὸν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς
ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ
τε τῶν ἄλλων θηρίων δυνατώτερον· „ὁ δὲ τοιοῦτος“
ἔφασκε „τὸν ἀλεκτρυόνα φοβοῦμαι.“ Καὶ ὁ Προμηθεὺς 
ἔφη· „τί με μάτην αἰτιᾷ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις,
ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο 
μόνον μαλακίζεται. Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων, καὶ τῆς
δειλίας κατεμέμφετο, καὶ τέλος ἀποθανεῖν ἤθελεν.
Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ 
προσαγορεύσας εἱστήκει διαλεγόμενος. Καὶ ὁρῶν διαπαντὸς
τὰ ὦτα κινοῦντα, „τί πάσχεις “ ἔφη „καὶ τί δήποτε
οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;“ Καὶ ὁ ἐλέφας, κατὰ
τύχην περιπτάντος αὐτῷ κώνωπος, „ὁρᾷς“ ἔφη „τοῦτο
τὸ βραχὺ, τὸ βομβοῦν; ἤν εἰσδύνῃ μου τῇ τῆς ἀκοῆς
ὁδῷ, τέθνηκα.“ Καὶ ὁ λέων· „τί οὖν ἔτι ἀποθνήσκειν“

 
ἔφη „με δεῖ, τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, 
ὅσον κρείττων κώνωπος ὁ ἀλεκτρυών;“ 
 Ὁρᾷς, ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα
φοβεῖν.

262. Λέων καὶ Ταῦρος.
(S. 141. C. 227 e p. 377. F. 92. B. 97.) 
 Λέων ταύρῳ παμμεγέθει ἐπιβουλεύων ἠβουλήθη
αὐτοῦ περιγενέσθαι· διόπερ πρόβατον τεθυκέναι φήσας
πρὸς ἑστίασιν αὐτὸν ἐκάλεσε, βουλόμενος κατακλιθέντα 
αὐτὸν καταγωνίσασθαι. Ὁ δὲ ἐλθὼν καὶ θεασάμενος 
λέβητας πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ
πρόβατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. Τοῦ δὲ
λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου, 
διʼ ἣν οὐδὲν δεινὸν παθὼν ἀλόγως ἄπεισιν, ἔφη·
„ἀλλʼ ἔγωγε οὐ μάτην ποιῶ· ὁρῶ γὰρ κατασκευὴν οὐχ
ὡς εἰς πρόβατον, ἀλλʼ εἰς ταῦρον ἡτοιμασμένην.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων
αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσι.

263. Λέων καὶ Ταῦρος. (C. 339. F. 410.) 
 Λέων ποτὲ ταῦρον ὁρᾷ, καὶ τροφῆς μὲν ἐρᾷ, τὰς
δὲ τῶν κεράτων δειδίττεται προσβολὰς, καὶ τὸ φάρμακον
εὑρὼν οὐ θεραπεύει τὸ πάθος· νικᾷ μὲν αὐτὸν ὁ
λιμὸς, καὶ τῷ ταύρῳ κελεύει συμπλέκεσθαι, ἀλλʼ 
ἐκφοβεῖ τῶν κεράτων τὸ μέγεθος. Τέλος πείθεται τῷ
λιμῷ, καὶ φιλίαν πλασάμενος εἰς ἀπάτην τὸν ταῦρον
ὑπέρχεται· ὅπου γὰρ τὸ κακὸν πρόχειρον, καὶ τὸ ἀνδρεῖον 
πεφόβηται· κἂν ἴδῃ τὸ βίᾳ κρατεῖν οὐκ ἀκίνδυνον
νον, τὸ λάθρᾳ σοφίζεται. „Ἐγὼ γοῦν“ φησὶν „ἐπαινῶ
σου τὸ καρτερὸν, ὑπεράγαμαι τὸ κάλλος, ὁποῖος μὲν
εἶ τὴν κεφαλὴν, ὁποῖος δὲ τὴν μορφὴν, ὅσος δὲ τοὺς
πόδας, ὅσος δὲ τὰς ὁπλάς· ἀλλʼ ὅσον ἐπὶ τῆς κεφαλῆς

 
φέρεις τὸ ἄχθος! Περίελε γοῦν οὕτω ματαίαν ἐπιπλοκὴν, 
καί σοι καὶ κόσμος ἔσται τῆς κεφαλῆς, καὶ βάρους
ἀπαλλαγὴ, καὶ πρὸς τὸ κρεῖττον μεταβολή. Τί δὲ καὶ
δεῖ σοι κεράτων, εἰρήνης οὔσης πρὸς λέοντας;“ Πείθεται 
τούτοις ὁ ταῦρος, καὶ τὴν ἐκ τῶν ὅπλων ἰσχὺν
ἀποβαλὼν, τῷ λέοντι λοιπὸν εὐχείρωτος ἦν καὶ δεῖπνον 
ἀκίνδυνον. 
 Οὕτω τὸ πείθεσθαι τοῖς ἐχθροῖς μετὰ τῆς ἀπάτης
φέρει καὶ κίνδυνον.

264. Λῃστὴς καὶ Συκάμινος. (S.150. F. 100. C. 400.) 
 Λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ παρὰ τῶν
ἐπιτυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ἔφυγε. Τῶν
δὲ ἄντικρυς ὁδευόντων πυνθανομένων αὐτοῦ, τίνι 
μεμολυσμένας ἔχοι τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου 
καταβεβηκέναι· καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν
ἐπελθόντες καὶ συλλαβόμενοι εἰς τινα συκάμινον αὐτὸν
ἐσταύρωσαν. Ἠ δὲ συκάμινος ἔφη· „ἀλλʼ ἔγωγε οὐκ
ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ
ὅν αὐτὸς φόνον κατειργάσω, τοῦτον εἰς ἐμὲ † ἐξαιμά-
τωσας.“ 
 Οὕτως πολλάκις καὶ οἱ φύσει χρηστοὶ, ὅταν ὑπὸ
τινῶν ὡς φαῦλοι διαβάλλωνται, κατʼ αὐτῶν πονηρεύεσθαι
οὐκ ὀκνοῦσι.

265. Λιθουργὸς καὶ Ἑρμῆς. (B.30.) 
 Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην·
τὸν δʼ ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην
(υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει),
ὁ δὲ χειροτέχνημʼ ὡς θεὸν καθιδρύσων.
ἦν δʼ ὀψέ, χὡ λιθουργὸς οὐκ ἐπεπράκει,
συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον οὖ δεῖξαι

 
ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶτεν ὑπνώσας
αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις
εἶδεν λέγοντα· „τἀμὰ νῦν ταλαντεύῃ·
ἢ γάρ με νεκρὸν ἢ θεὸν σὺ ποιήσεις.“

266. Λύκοι καὶ Κύνες. (C. 233. F.302.) 
 Οἱ λύκοι τοῖς κυσὶν εἶπον· „Διὰ τί ὅμοιοι ὄντες
ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; 
οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. Καὶ
ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις
ὑποκύπτοντες καὶ δουλεύοντες, πληγὰς παρʼ αὐτῶν
ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε καὶ
τὰ πρόβατα· ὅτε δὲ ἐσθίουσι, μόνα τὰ ὀστᾶ ὑμῖν 
ἐπιῤῥίπτουσι. Ἀλλʼ ἐὰν πείσησθε, πάντα τὰ ποίμνια ἔκδοτε
ἡμῖν, πάντα κοινὰ εἰς κόρον ἐσθίοντες.“ Ὑπήκουσαν
οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου 
εἰσελθόντες, πρότερον τοὺς κύνας διέφθειραν. 
 Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους
μισθοὺς λαμβάνουσι.

267. Λύκοι καὶ Κύνες. (C. 359. B.85.) 
 Λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα· κύων δὲ Ἕλλην
ᾑρέθη στρατηγὸς κυσίν. Οὗτος πρὸς τὴν μάχην ἐβράδυνεν· 
οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς. Ὁ δὲ εἶπεν·
„Οἴδατε, τίνος χάριν βραδύνω; πρέπον ἐστὶν ἀεὶ 
προβουλεύεσθαι. Ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων
ἕν ἐστιν· οἱ ἡμέτεροι δʼ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς
τόποις καυχῶνται. Ἀλλὰ καὶ ἡ χροιὰ ἁπάντων οὐκ
ἔστι μία καὶ ἴση· ἀλλʼ οἱ μὲν μέλανες, οἱ δὲ πυῤῥοὶ, οἱ
δὲ λευκοὶ, οἱ δὲ τεφρώδεις. Καὶ πῶς ἄν δυνηθείην εἰς
πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα
ἐχόντων;“

268. Λυκοι καὶ Πρόβατα. (S. 151. C. 237. F. 211.) 
 Λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων, ἐπειδὴ
οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάσσοντας
αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι.
Καὶ πέμψαντες πρέσβεις ἐξῄτουν παρʼ αὐτῶν τοὺς 
κύνας, λέγοντες, ἐκείνους τῆς ἔχθρας ὄντας αἰτίους 
ἐγχειρίζεσθαι δεῖν αὐτοῖς, καὶ εἰρήνην μεταξὺ αὐτῶν 
γενήσεσθαι. Τὰ δὲ πρόβατα μὴ προβλέποντα τὸ μέλλον
ἐξέδωκαν τοὺς κύνας· καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων 
ῥᾳδίως τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν. 
 Οὕτω καὶ τῶν πόλεων αἱ τοὺς δημηγόρους ῥᾳδίως
προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις
χειρούμεναι.

268b. Αλλως. (C. p. 156.) 
 Καθ᾿ ὃν χρόνον ὁμόφωνα ἦν τὰ ζῶα, πόλεμον οἱ
λύκοι τοῖς προβάτοις συνῆψαν. Τῶν δὲ κυνῶν 
συμμαχούντων τοῖς θρέμμασι καὶ τοὺς λύκους 
ἀποσοβούντων,οἱ λύκοι πρεσβευτὴν ἀποστείλαντες ἔφασαν τοῖς 
πρόβασιν, εἰ βούλοιντο βιοῦν ἐν εἰρήνῃ καὶ μηδένα 
πόλεμον ὑποπτεύειν, τούς κύνας αὐτοῖς ἐκδοῦναι. Τῶν δὲ
προβάτων ὑπʼ ἀνοίας πεισθέντων καὶ τοὺς κύνας 
ἐκδεδωκότων, οἱ λύκοι τούς τε κύνας διεσπάραξαν καὶ τὰ
πρόβατα ῥᾷστα διέφθειραν.

269. Λύκοι, Πρόβατα καὶ Κριός. (C. 238. F.304. B.93.) 
 Λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις, εἰρήνην
ποιῆσαι μετʼ αὐτῶν διηνεκῆ, εἰ τοὺς κύνας λάβωσι καὶ
διαφθείρωσι. Τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο
ποιῆσαι· ἀλλά τις γέρων κριὸς εἶπεν· „πῶς ὑμῖν 
πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν 
φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν ἐστι;

 
Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι,
τοῖς ἀκαταλλάκτοις ἐχθροῖς διʼ ὅρκων πεισθέντα.

270. Λύκος καὶ Αἴξ. (S. 154. C.230 et p.379. F. 103.) 
 Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνοῦ νεμομένην, 
ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, παρῄνει
αὐτῇ κατωτέρω καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, 
λέγων, ὡς καὶ λειμῶνές (εἰσι) παρʼ αὐτῷ, καὶ ἡ πόα 
φαιδροτέρα. Ἡ δὲ πρὸς αὐτὸν ἔφη· „ἀλλʼ οὐκ ἐμὲ ἐπὶ
νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς.“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ, ὅταν παρὰ
τοῖς εἰδόσι πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων
γίνονται.

271. Λύκος καὶ Ἀλώπηξ. (C. 232. F. 301. B. 53.) 
 Εἰς λύκον ἀλώπηξ ἐνέπεσεν· ἐδυσώπει δὲ ὡς γραῦν
αὐτὴν οὖσαν μὴ ἀποκτεῖναι. Ὁ δὲ λύκος ἔφη· „ἐὰν
τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ.“ Ἡ δὲ
εἶπεν· „εἴθε μή σοι συνήντησα,“ καὶ „μηδαμῶς τῇ
ὥρᾳ ταύτῃ ζήσαις,“ καὶ „μήπως πάλιν συναντήσαις μοι.“ 
 Ὅτι ἐν περιστάσει τις ἐμπεσών, καὶ τὰς κεκρυμμέωας
τῆς ψυχῆς βουλὰς ἐξάγει.

271b . Ἄλλως. Λύκος καὶ Παιδίον. (S. 156.) 
 Λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο παιδίον 
ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ 
φόβον ἐπεπτώκει, προσελθὼν παρεθάῤῥυνεν αὐτὸ,
λέγων ὡς, ἂν τρεῖς λόγους ἀληθεῖς αὐτῷ εἴπῃ, ἀπολύει 
αὐτό. Καὶ ἀρξάμενος ἔλεγε πρῶτον, μὴ βούλεσθαι 
αὐτῷ περιτυχεῖν, δεύτερον, παραπλησίως ἡμαρτηκέναι 
τυφλῷ· τρίτον, „κακοὶ κακῶς ἀπόλοιντο πάντες
οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφʼ ἡμῶν κακῶς πολεμεῖτε

 
ἡμᾶς.“ Καὶ ὁ λύκος ἀποδεξάμενος τὸ ἀψευδὲς αὐτοῦ
ἀπέλυσεν αὐτό. 
 Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις ἡ ἀλήθεια καὶ παρὰ
πολεμίοις ἰσχύει.

272. Λύκος καὶ Ἀλώπηξ. (F. 360. C. 410. B. 101.) 
 Λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη,
λέοντα δʼ αὐτὸν ἐπεκάλουν· ὁ δʼ ἀγνώμων
τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων
ἀποστατήσας τοῖς λέουσιν ὡμίλει.
κερδὼ δʼ ἐπισκώπτουσα „μὴ φρενωθείην“
ἔφη „τοσοῦτον, ὡς σὺ νῦν ἐτυφώθης·
σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ,
ἐν δʼ οὖ λεόντων συγκρίσει λύκος γίγνῃ.“ 
 Πρὸς τοὺς ὑπὸ τῶν κολάκων οὐκ ὀρθῇ κρίσει 
ἐπαινουμένους καὶ μέγα φρονοῦντας, ἐλεγχομένους δὲ 
ἑαυτοὺς ἐπιγινώσκοντας.

273. Λύκος καὶ Ἀρνίον. (F. 107. C. 228 et p. 378.) 
 Λύκος ἀρνίον ἐδίωκε· τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε.
Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου, καὶ λέγοντος, ὅτι
θυσιάσει αὐτὸ ὁ ἱερεὺς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο
ἔφη· „ἀλλʼ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσία γενέσθαι,
ὑπὸ σοῦ διαφθαρῆναι. 
 Ὁ λόγος δηλοῖ, ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν,
κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.

274. Λύκος καὶ Ἀρνός. (F. 101. C. 229 e p.378. B.89.) 
 Λύκος ἄρνα εὑρὼν πεπλανημένον, οὐκ ἀφήρπασε
χειρὶ δυνατωτάτῃ, ἀλλʼ ἠθέλησε μετʼ εὐλόγου αἰτίας
τοῦτον φαγεῖν. Εἶπε δὲ πρὸς αὐτὸν τοιαῦτα· „πέρυσι
σὺ πολλὰ καθύβρισάς με.“ Ὁ δὲ πρὸς αὐτὸν θρηνῳδῶν 
ἀνεβόα· „ἔγωγʼ οὐκ ἐν τούτῳ γεγένημαι τῷ

 
χρόνῳ.“ Καὶ ὁ λύκος εἶπε πρὸς αὐτόν· „τὴν ἄρουράν
μου νέμῃ.“ Ὁ δʼ ἀρνὸς ἔφη· ,,ἀκμὴν τροφὴν οὐκ εἶ-
δον. Πάλιν ὁ λύκος· ,,ἐκ τῆς πηγῆς μου πίνεις.“ Ὁ
δὲ „οὔπω πέπωκα ὕδωρ“ προσεῖπεν αὐτῷ· „τῆς γὰρ
μητρός μου τὸ γάλα ἡ τροφή μου καὶ τὸ πόμα μου.“ Ὁ
δὲ συλλαβὼν καὶ φαγὼν τοῦτον, εἶπεν· „ἀλλʼ ἐμὼ τέως
ἄδειπνος οὐ μενῶ, εἰ καὶ σὺ ἀφορμὴν ἐμὴν πᾶσαν
λύεις.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι γνώμην κακούργου καὶ 
πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ.

274b . Ἄλλως. Λύκος καὶ Ἀρήν. (S. 152. C. 229.) 
 Λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ 
πίνοντα, τοῦτον ἠβουλήθη μετά τινος εὐλόγου αἰτίας
καταθοινήσασθαι. Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν
ὡς θολοῦντα τὸ ὕδωρ, καὶ πίνειν αὐτὸν οὐκ ἐῶντα.
Τοῦ δὲ λέγοντος, ὡς ἄκροις τοῖς χείλεσι πίνει, καὶ ἄλλως 
οὐ δυνατὸν, αὐτοῦ ἑστῶτος κάτω, ἐπάνω ταράσσειν 
τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας
ἔφη· „ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας.“ 
Εἰπόντος δὲ ἐκείνου, μηδέπω τότε γεννηθῆναι, ὁ λύκος
ἔφη πρὸς αὐτόν· „κἂν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε
οὐχ ἧττον κατέδομαι.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι οἷς πρόθεσίς ἐστιν ἀδικεῖν,
παρʼ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.

275. Λύκος καὶ Γραῦς. (C. 138 et p.337. F. 104.) 
 Λύκος λιμώττων περιῄει ζητῶν τροφήν. Γενόμενος 
δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος, καὶ
γραὸς λεγούσης αὐτῷ· „παῦσαι τοῦ κλαίειν· εἰ δὲ μὴ,
τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ.“ Οἰόμενος δὴ ὁ
λύκος, ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος 
ὥραν. Ὡς δʼ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν

 
τῆς γραὸς κολακευούσης τὸ παιδίον, καὶ λεγούσης
αὐτῷ· „ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ 
τέκνον, αὐτόν. Ταῦτα ἀκούσας ὁ λύκος, ἐπορεύετο 
λέγων· „ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα
δὲ πράττουσιν.“ 
 Ὁ μῦθος πρὸς ἀνθρώπους, οἵτινες τὰ ἔργα τοῖς
λόγοις οὐκ ἔχουσιν ὅμοια.

275b. Ἄλλως. (S. 155.) 
 Λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. Ὡς
δὲ ἐγένετο κατά τινα τόπον, ἀκούσας γραὸς παιδὶ κλαίοντι 
ἀπειλουμένης, ὡς, ἂν μὴ παύσηται, βαλεῖ λύκῳ,
οἰόμενος ἀληθεύειν προσέμενεν. Ἑσπέρας δὲ 
γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγένετο, 
ἀπαλλαττόμενος ἔφη· „ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι
ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν.“ 
 Ὁ λόγος ἁρμόσει τοῖς μὴ τοῖς λόγοις τὰ ἔργα 
ἔχουσιν ἑπόμενα.

275c. Ἄλλως. (C. 138, c. B.16.) 
 Αἰτοῦντι τροφὴν νηπίῳ καὶ κλαίοντι ἠπείλησε
γραῦς, εἰ μὴ ἡσυχάσαι, τῷ λύκῳ ῥῖψαι. Ὁ δὲ λύκος,
τὴν γραῦν ἀληθεύειν νομίσας, ἐκαρτέρησε μέχρις ἑσπέρας
πεινῶν, μηδὲν λαβών. Εἰς δὲ τὴν σύνοικον ἐλθὼν
ἠρωτᾶτο, πῶς οὐδὲν ἄρας ἦλθεν, ὡς ἀεί. Ὁ δʼ εἶπε·
„πῶς γάρ τις πιστεύσας γυναικί;“

276. Λύκος καὶ Ἐρωδιός. (S. 153. B. 94.) 
 Λύκος καταπιὼν ὀστοῦν περιῄει ζητῶν τὸν ἰασόμενον. 
Περιτυχὼν δὲ ἐρωδιῷ, τοῦτον παρεκάλει ἐπὶ μισθῷ 
τὸ ὀστοῦν ἐξελεῖν· κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ
κεφαλὴν εἰς τὸν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε,
καὶ τὸν ὁμολογηθέντα μισθὸν ἐξῄτει. Ὁ δὲ λύκος 

 
γελάσας καὶ τοὺς ὀδόντας θήξας φησίν· „ἀρκεῖ σοι καὶ
τὸ μόνον σῴαν ἐξελεῖν τὴν κεφαλήν.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς
εὐεργεσία τὸ μὴ προσαδικεῖσθαι ὑπʼ αὐτῶν.

276b. Ἄλλως. Λύκος καὶ Γέρανος.
(F. 94. 102. C. 144 et p.342.) 
 Λύκου ποτὲ λαιμῷ ὀστέον ἐπάγη· τῇ δὲ γεράνῳ
μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὐτῆς προσεπιβαλοῦσα, 
ἐξανασπάσαι ἐκ τοῦ λαιμοῦ αὐτοῦ τὸ ὀστοῦν
Ἠ δὲ ἐκβαλοῦσα τὸν μισθὸν ἐπεζήτει. Γελάσας οὖν ὁ
λύκος καὶ τοὺς ὀδόντας θήξας, „ἀρκεῖ σοι“ εἶπεν „ἀντὶ
μισθοῦ τοῦτο καὶ μόνον, ὅτι ἐκ λύκου στόματος καὶ
ὀδόντων ἐξεῖλες κάραν σῴαν μηδὲν παθοῦσαν.“ 
 Ὁ μῦθος πρὸς ἄνδρας δολίους, οἵτινες ἐκ κινδύνων 
διασωθέντες, τοῦτο παρέχουσι τοῖς εὐεργέταις ἀντὶ
χάριτος, τὸ μὴ βλάψαι αὐτούς.

277. Λύκος καὶ Ἵππος. (C. 231. F. 300.) 
 Λύκος, κατά τινα ἄρουραν ὁδεύων, εὗρε κριθάς.
Μὴ δυνάμενος δὲ αὐταῖς τροφῇ χρήσασθαι, καταλιπὼν
ἀπῄει. Ἵππῳ δὲ συντυχὼν, [τοῦτον ἐπὶ τὴν ἄρουραν]
ἐκεῖ αὐτὸν ἐκάλει, λέγων, ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν
οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπειδὴ καὶ ἡδέως αὐτοῦ 
τὸν ψόφον τῶν ὀδόντων ἀκούει. Καὶ ἵππος ὑποτυχὼν 
ἔφη· ,,ἀλλʼ ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι 
ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς 
προέκρινας.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κἂν χρηστότητα 
ἐπαγγέλλωνται, οὐ πιστεύονται.

278. Λύκος καὶ Κύων. (F. 361. C. 411. B. 99.) 
 Λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα

 
ἤρετο· „δήσας τίς σʼ ἐξέθρεψε τοῦτον;“ Ὁ δὲ ἔφη·
„ κυνηγός.“ ,,Ἀλλὰ τοῦτο μὴ πάθοι· λύκος (ἔφη) „ἐμοὶ
φίλος· λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης.“ 
 Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ 
γαστρίζεσθαι.

279. Λύκος καὶ Λέων. (C. 234. F. 303 et 416. B. 105.) 
 Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποιμνίου, ἐκόμιζεν
αὐτὸ εἰς κοίτην· λέων δὲ αὐτῷ συναντήσας, ἀφείλετο
τὸ πρόβατον. Ὁ δὲ πόῤῥωθεν σταθεὶς εἶπεν· „ἀδίκως
ἀφείλου τὸ ἐμόν.“ Ὁ δὲ λέων γελάσας ἔφη· „σοὶ γὰρ
δικαίως ὑπὸ φίλου ἐδόθη;“ 
 Τοὺς ἅρπαγας καὶ πλεονέκτας λῃστὰς, ἐν ἑνὶ 
πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους, ὁ λόγος
ἐλέγχει.

279b. Ἄλλως. Λύκος, Ἀρνίον καὶ Λέων. (F. 362. C. p.379.) 
 Λύκος δήποτε ἄρας ἀρνίον ἐκ ποίμνης ἀπεκόμιζεν
εἰς τὴν ἰδίαν κοίτην· λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας, 
ἦρεν ἐξ αὐτοῦ τὸ ἀρνίον. Στὰς δὲ πόῤῥωθεν
πρὸς αὐτὸν ταῦτα λέγει· „ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο
ἦρας; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους,
τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε 
ἐκδικεῖν τοῖς ἀπόροις;“ Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα
λέγει· „σὺ δὲ, ὦ λύκε, δικαίως τοῦτʼ ἂν ἔσχες, εἴ τις
τῶν φίλων αὐτὸ κεχάρικέ σοι.“ 
 Πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους
ἀλλήλοις ὁ μῦθος.

280. Λύκος καὶ Λέων. (F. 359. C. 409.) 
 Λύκος πλανώμενός ποτʼ ἐν ἐρήμοις τόποις,
κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος,
δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη·

 
„λέοντʼ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν,
πλέθρου τʼ ἔχων τὸ μῆκος; οὐ θηρῶν ἁπλῶς
πάντων δυνάστης ἀθρόων γενήσομαι;“
λύκον δὲ γαυρωθέντα καρτερὸς λέων
ἑλὼν κατήσθιʼ· ὁ δʼ ἐβόησε μετανοῶν·
„οἴησις ἡμῖν πημάτων παραιτία.“

281. Λύκος καὶ Ὄνος. (F. 111. C.235 et p. 380.) 
 Λύκος, τῶν λοιπῶν λύκων στρατηγήσας, πᾶσιν
ἔταξε νόμον αὐτοῖς προτείνας, ἵνʼ, ὅ,τι τις αὐτῶν 
δηποτοῦν κυνηγήσῃ, εἰς μέσον ἀγάγῃ, καὶ μοιράσῃ τοῖς
πᾶσι. Ταῦτʼ οὖν ὄνος ἀκηκοὼς, τὴν χαίτην ἔσεισε καὶ
γελῶν ἔφη τάδε· „καλῶς εἴρηκας, ὦ πρώταρχε τῶν
λύκων· ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν, κοίτῃ
παρέθου τῇ ἰδίᾳ λαθραίως εἰς τροφήν σοι; κόμισον
ταύτην μερισθῆναι τοῖς πᾶσιν.“ Ὁ δὲ θαμβηθεὶς 
κατέλυσε τοὺς νόμους. 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες,
ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν, οὐκ ἐμμένουσιν.

282. Λύκος καὶ Ποιμένες.
(C. 318. F. 389. ex Plut. VII Sap. conv. c. 13.) 
 Λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον,
ἐγγὺς προσελθὼν „ἡλίκος“ ἔφη „ἄν ἦν ὑμῖν θόρυβος,
εἰ ἐγὼ τοῦτο ἐποίουν;“

283. Λύκος καὶ Ποιμήν. (F. 105. C. 236 et p. 381.) 
 Λύκος, ἀκολουθῶν ποίμνῃ προβάτων, οὐδὲν ἠδίκει. 
Ὁ δὲ ποιμὴν κατʼ ἀρχὰς μὲν ἐφυλάττετο αὐτὸν ὡς
πολέμιον, καὶ δεδοικὼς παρετηρεῖτο. Ἐπεὶ δὲ συνεχῶς
ἐκεῖνος παρεπόμενος οὐδʼ ἀρχὴν ἁρπάζειν ἐπεχείρει,
τὸ τηνικαῦτα ἐννοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ
ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ

 
παραγενέσθαι, καταλιπὼν παρʼ αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. 
Καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλείω διέφθειρεν. 
Ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν
ποίμνην διεφθαρμένην, ἔφη· „ἀλλʼ ἐγὼ δίκαια πέ
πονθα· τί γὰρ λύκῳ πρόβατα ἐπίστευον;“ 
 Οὕτως καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις καὶ
πλεονέκταις τὰς παρακαταθήκας ἐγχειρίζοντες εἰκότως
ἀποστεροῦνται.

284. Λύκος καὶ Πρόβατον. (C.106. F. 257. S. 157.) 
 Λύκος, ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων, 
ἐβέβλητο. Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόβατον,
ἐδεῖτο ποτὸν ἐκ τοῦ παραῤῥέοντος αὐτῷ ποταμοῦ 
κομίσαι.„ Εἰ γὰρ σύ μοι“ φησὶ ,, δώσεις ποτὸν, ἐγὼ 
τροφὴν ἐμαυτῷ εὑρήσω Τὸ δὲ ὑποτυχὸν ἔφη· „ἀλλʼ ἐὰν
ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ.“ 
 Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον, διʼ ὑποκρίσεως
ἐνεδρεύοντα.

285. Λύχνος. (C. 239. F. 305. B. 114.) 
 Μεθύων λύχνος [ἐν] ἐλαίῳ καὶ φέγγων, ἐκαυχᾶτο,
ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. Ἀνέμου δὲ πνοῆς συρισάσης, 
εὐθὺς ἐσβέσθη. Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν 
αὐτῷ· „φαῖνε λύχνε καὶ σίγα· τῶν ἀστέρων τὸ
φέγγος οὔποτε ἐκλείπει.“ 
 Ὅτι οὐ δεῖ τινα ἐν τοῖς λαμπροῖς καὶ τῇ δόξῃ τοῦ
βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηται, ξένα τυγχάνει.

286. Μάντις. (C. 40. F. 113.) 
 Μάντις, ἐπʼ ἀγορᾶς καθήμενος, διελέγετο. 
Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος, ὡς αἱ τῆς
οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ
πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ

 
δρομαῖος ᾔει. Τρέχοντα δέ τις αὐτὸν θεασάμενος „ὦ
οὖτος,“ εἶπεν „ὁ τἀλλότρια πράγματα προειδέναι 
ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου;“ 
 Ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως
διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων 
προνοεῖσθαι πειρωμένους.

287. Μέλισσαι καὶ Ζεύς. (S. 161. C.240.) 
 Μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος 
ἧκον πρὸς τὸν Δία, καὶ ἐδέοντο, ὅπως ἰσχὺν παράσχηται 
αὐταῖς, τοῖς κέντροις τοὺς προσιόντας τοῖς
κηρίοις ἀναιρεῖν. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῶν
διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτὰς, ἡνίκα ἄν τινα
τύπτωσι, τὸ κέντρον ἀποβάλλειν, μετὰ δὲ τοῦτο καὶ
σωτηρίας στερίσκεσθαι.“ 
 Ὁ λόγος ἂν ἁρμόσειε πρὸς ἄνδρας βασκάνους, οἳ
καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσι.

287b. Ἄλλως. Μέλισσα καὶ Ζεύς. (F.114. C. p.381.) 
 Μέλισσα, πάλαι μήτηρ κηρίων οὖσα, ἀνελήλυθεν
εἰς θεοὺς θυμιᾶσαι, προσαγαγοῦσα ἐκ μέλιτος τὸ 
δῶρον. Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ τῆς μελίσσης,
συνετάξατο αὐτῇ δοῦναι, ὃ ἂν αἰτήσῃ. δὲ πρὸς αὐτὸν 
ἐδέετο βοῶσα· „ὦ θεὲ λαμπρὲ καὶ κτιστὰ ἐμοῦ τῆς
μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵνα, ἐάν
τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγώ
φονεύω.“ Ἀπειρηκὼς δὲ ὁ Ζδεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ
ἐφίλει τὸ τῶν ἀνθρώπων γένος πάνυ, ἔφησε τῇ με-
λίσσῃ τοιάδε· „οὐχ ὡς ᾔτησας, οὕτως γενήσεταί σοι,
ἀλλʼ ἐάν τις ἥκῃ λαβεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ προσκρούσῃς 
αὐτῷ καὶ πλήξῃς, αὐτὴ μᾶλλον τεθνήξῃ, ἐκβληθέντος 
σου τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ὑπάρχει τὸ
κέντρον. 

 
 Ὁ μῦθος δηλοῖ, ὅτι ἐν ταῖς εὐχαῖς καὶ ταῖς δεήσεσιν 
οὐ δεῖ κατὰ τῶν ἐχθρῶν τι ἐξαιτεῖσθαι κακόν· ὃ
γὰρ ἂν κακὸν κατʼ αὐτῶν ἐξαιτήσῃς, ἀνθυποστρέψει
ἐπὶ σὲ παραυτίκα.

287c. Αλλως. (C. 240. B. 136. ed. L.) 
 Ὑμηττία μέλισσα, κηρίων μήτηρ, ἀνῆλθεν εἰς θεῶν
οἴκους, φέρουσα τῷ Διὶ μέλι μήπω καπνισθέν. Ὁ Ζεὺς
δὲ τῷ δώρῳ ἐτέρφθη, καὶ ὑπέσχετο δοῦναι γέρας ὃ ἂν
αἰτήσηται. Ἡ δʼ εἶπε· „δός μοι κέντρον, ἵνα, εἴ τις
ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσοι ἆραι, ἀναιρῶ τοῦτον. 
Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει· ἠγάπα γὰρ τούς
ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν. 
Τοιοῦτον δʼ ἔδωκεν, ὡς αὐτὴν ἀποθνήσκειν ἅμα
τῷ πλῆξαι· ζωὴ γὰρ αὐτῆς ἐστι πετομένης τὸ κέντρον.

288. Μέλισσαι καὶ Ποιμήν. (C. 302. F.214.) 
 Ἐν κοίλῃ δρυῒ μέλι κατειργάζοντο μέλισσαι. Ποιμὴν 
δέ τις αὐταῖς ἐργαζομέναις περιτυχὼν, ἀφελέσθαι
προῃρεῖτο τοῦ μέλιτος· αἱ δὲ ἄλλοθεν ἄλλαι περιιπτάμεναι 
αὐτὸν ὤθουν τοῖς κέντροις. Καὶ τελευταῖον ὁ
ποιμὴν„ ἄπειμι“ ἔφη „μηδὲν δεόμενος μέλιτος, εἰ δεῖ
μελίσσαις περιτυχεῖν.“ 
 Τὰ κακὰ κέρδη τοῖς διώκουσι κίνδυνος.

289. Μελιττουργός. (C.85. F.239. S.73.) 
 Εἰς μελιττουργεῖόν τις εἰσελθὼν τοῦ κεκτημένου
ἀπόντος, τὸ κηρίον ἀφείλετο. Ὁ δὲ ἐπανελθὼν, ἐπειδὴ
τὰς κυψέλας εἶδεν ἐρήμους, εἰστήκει τὸ κατʼ αὐτὰς 
διερευνώμενος. Αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, 
ὡς κατέλαβον αὐτὸν, τοῖς κέντροις ἔπαιον, καὶ τὰ
χείριστα διετίθουν. Ὁ δὲ πρὸς αὐτάς· „κάκιστα ζῶα,

 
τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῶον ἀφήκατε, ἐμὲ
δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε;“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς,
διʼ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς 
φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.

290. Μηναγύρται. (C. 24l. F.306. S. 162. B. 126.) 
 Μηναγύρται, ὄνον ἔχοντες, τούτῳ εἰώθεσαν τὰ
σκεύη ἐπιτιθέντες ὁδοιπορεῖν. Καὶ δή ποτε ἀποθανόντος 
αὐτοῦ ἀπὸ κόπου, ἐκδείραντες αὐτὸν, ἐκ τοῦ δέρματος 
τύμπανα κατεσκεύασαν, καὶ τούτοις ἐχρῶντο.
Ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ 
πυνθανομένων αὐτῶν, ποῦ ἂν εἴη ὁ ὄνος, ἔφασαν, 
τεθνηκέναι μὲν αὐτὸν, πληγὰς δὲ τοσαύτας λαμβάνειν, ὅσας
οὐδὲ ζῶν ὑπέμεινεν. 
 Οὕτω καὶ τῶν οἰκετῶν ἔνιοι, εἰ καὶ τῆς δουλείας
ἀφεθῶσιν, τῶν δουλικῶν οὐκ ἀπαλλάττονται.

291. Μύες καὶ Γαλαῖ. (S. 163. F. 115. C. 242 et p.382.) 
 Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. Ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, 
ἐπειδὴ συνῆλθον εἰς ταὐτὸν, ὑπέλαβον, ὅτι διʼ
ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐπιλεξάμενοί τινας
ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν· οἱ δὲ βουλόμενοι
ἐπισημότεροι τῶν ἄλλων εἶναι, κέρατα κατασκευάσαντες 
ἑαυτοῖς συνῆψαν. Ἐνστάσης δὲ τῆς μάχης, συνέβη
πάντας τοὺς μύας ἡττηθῆναι. Οἱ μὲν οὖν ἄλλοι πάντες 
ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ, μὴ δυνάμενοι
εἰσελθεῖν διὰ τὰ κέρατα αὑτῶν, συλλαμβανόμενοι 
κατησθίοντο. 
 Οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία [διὰ 
φιληδονίαν] γίνεται.

291b. Ἄλλως. (F. 175. C. p. 383. B. 31.) 
 Ποτὲ γαλέαι ἐμάχοντο τοῖς μυσὶν, αὐτούς κατατροποῦσαι 
καὶ ἀναιροῦσαι. Εἶπον δὲ οἱ μύες καθʼ ἑαυτοὺς
τοιαῦτα· „οὐ παραλόγως γαλέαι ἡμᾶς ἡττῶσιν· οὐ
γὰρ κτώμεθα ἄνακτα, ὥσπερ αὗται, οὐδὲ στρατηγοὺς
ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες, 
καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. Καὶ παραυτίκα 
συμβούλιον λαβόντες, κατεστήσαντο τοὺς παμμεγέθεις 
μύας ἀρχηγέτας τε καὶ στρατηγοὺς τῶν ἄλλων.
Καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες, καὶ παρατάξεις 
αὖθις πεποιηκότες, ἢρξαντο κρότων τῶν τοῦ πολέμου.
Τῶν γὰρ αὐτῶν σαλπίγγων σαλπισασῶν ἐναπήρξαντο
πολεμεῖν πρὸς τὰς γαλέας· αἵ κατὰ κράτος τοὺς μύας
ἡττήσασαι, ἔτρεψαν τοὺς δυστήνους εἰς φυγήν. Οἱ μὲν
οὖν ἄοπλοι πεφευγότες ἐν τοῖς τοίχοις εἰσεληλύθεσαν
εἰς ῥαγάδας αὐτίκα· οἱ δʼ ἔνοπλοι καὶ ἀρχηγέται 
τούτων, οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων, μὴ 
δυνάμενοι ἐν ταῖς ὀπαῖς ἐμβῆναι, διεφθάρησαν ἅπαντες
ὑπὸ τῶν γαλεῶν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως κρείττων 
ἐστὶν ἡ εὐτέλεια, ἢ ἡ λαμπρότης καὶ δόξα τοῦ βίου.

292. Μυῖα. (F. 117. C.243. B. 60.) 
 Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέατος, ἐπειδὴ ὑπὸ
τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἤμελλεν, ἔφη πρὸς ἑαυτήν
„ἀλλʼ ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι,
καὶ θνησκούσῃ οὐ μέλει μοι. 
 Ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως φέρουσι τὸν θάνατον οἱ
ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθῶσι.

293. Μυῖαι. (S. 81. F.68. C.89 et p.318.) 
 Ἔν τινι ταμιείῳ μέλιτος ἐκχυθέντος μυῖαι προσπιᾶσαι 

 
κατήσθιον· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ
οὐκ ἀφίσταντο. Ἐμπαγέντων δʼ αὐτῶν τῶν ποδῶν,
ὡς οὐκ ἡδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν·
„ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα.“ 
 Οὕτω πολλάκις ἡ λιχνεία πολλῶν κακῶν αἰτία 
γίνεται.

294. Μύρμηξ. (S. 164. C. 108 et p. 319. F. 116.) 
 Μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν· καὶ τῇ
γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ
καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει, τοὺς τῶν
γειτόνων καρποὺς ὑφαιρούμενος. Ὁ δὲ Ζεὺς ἀγανακτήσας 
κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν 
εἰς τοῦτο τὸ ζῶον, ὃ καλεῖται μύρμηξ. Ὁ δὲ καὶ
τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέβαλε· μέχρι
γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς πόνους τῶν
ἄλλων συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει. 
 Ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κἂν τὰ 
μάλιστα κολάζωνται, τὸν τρόπον οὐκ ἀποτίθενται.

295. Μύρμηξ καὶ Κάνθαρος.
(S. 111. F. 84. C. 244 et p. 384.) 
 Θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν
πυροὺς καὶ κριθὰς συνέλεγεν, ἀποθησαυριζόμενος
ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. Κάνθαρος δὲ τοῦτον
θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρʼ
αὐτὸν τὸν καιρὸν μοχθεῖ, παρʼ ὃν τὰ ἄλλα ζῶα πόνων
ἀφειμένα ῥᾳστώνην ἄγει. Ὁ δὲ τότε μὲν ἡσύχαζεν·
ὕστερον δὲ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ
ὄμβρου κλυσθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων 
καὶ τροφῆς μεταλαβεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς
αὐτόν· „ὦ κάνθαρε, ἀλλʼ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν 
καί με ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου.“

 
Οὕτως οἱ παρὰ τὰς εὐθηνίας τοῦ μέλλοντος μὴ
προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταβολὰς τὰ 
μέγιστα δυστυχοῦσι.

296. Μύρμηξ καὶ Περιστερά. (C. 41. S. 165.) 
 Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν, παρασυρεὶς 
ὑπὸ τοῦ ῥεύματος, ἀπεπνίγετο. Περιστερὰ δὲ
τοῦτο θεασαμένη, κλῶνα δένδρου περιελοῦσα, εἰς τὴν
πηγὴν ἔδῤῤιψεν, ἐφʼ οὐ καὶ καθίσας ὁ μύρμηξ διεσώθη.
Ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς, ἐπὶ
τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. Τοῦτο δʼ ὁ μύρμηξ
ἐωρακὼς, τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. Ὁ δὲ ἀλγήσας
τούς τε καλάμους ἔῤῤιψε, καὶ τὴν περιστερὰν αὐτίκα
φυγεῖν ἐποίησεν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς εὐεργέταις χάριν 
ἀποδιδόναι.

296b. Ἄλλως. (F. 118. C p.300.) 
 Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν καὶ βουλόμενος 
πιεῖν, ἀπεπνίγετο· περιστερὰ δὲ καθεζομένη ἐν
τῷ παρεστηκότι δένδρῳ, ἐθεάσατο αὐτὸν, καὶ κόψασα
φύλλον ἀπὸ τοῦ δένδρου ἔδῤῥιψεν εἰς τὴν πηγὴν, διʼ
οὖ ἐπιβὰς ὁ μύρμηξ ἐσώθη. Ἰξευτὴς δέ τις παρασταθεὶς 
καὶ συνθεὶς τοὺς καλάμους, τὴν περιστερὰν συλλαβεῖν 
ἐβουλήθη. Ὁ δὲ μύρμηξ θεασάμενος, ἔδακε τὸν
πόδα τοῦ ἰξευτοῦ. Ὁ δὲ ἀλγήσας, ῥίψας τοὺς καλάμους, 
ἐποίησε φυγεῖν τὴν περιστεράν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι, εἰ καὶ τὰ ἄλογα ζῶα αἴσθησιν
ἔχουσι τοῦ καλοῦ, πῶς οὐ δεῖ ἡμᾶς τοὺς εὐεργέτας
ἀμείβεσθαι; [ἤ· Δύνανται καὶ τὰ μικρὰ τοῖς εὐεργέταις 
μεγάλας ἀμοιβὰς παρέχειν.]

297. Μῦς ἀρουραῖος καὶ Μῦς ἀστικός. (C. 301. F. 121.) 
 Μῦς ἀρουραῖος ἀστικῷ γίνεται φίλος μυῒ, καὶ τὴν

 
φιλίαν πιστούμενος πρῶτος εἰς ἀγρὸν τὸν ἀστικὸν 
παρελάμιβανε, καὶ ξενίαν αὐτῷ παρετίθει καὶ τράπεζαν, ἃ
φέρειν οἶδε τοῖς ἐνοικοῦσιν ἀγρός. Ἀμειβόμενος δὲ τὴν
ξενίαν ὁ ἀστικὸς εἰς ἄστυ τὸν ἀρουραῖον ἐκόμιζε, καὶ
εἰς ἀνδρὸς εὐπόρου παρελάμβανεν οἶκον. Ὡς δὲ τῶν
ὄντων ἤδη προσάπτεσθαι ἤθελον, προσιών τις ἀνέκοπτε· 
καὶ τοσαυτάκις τῆς ἐν τοῖς ὄψοις ἀπηλαύνοντο
πείρας, ὁσάκις ἐπειρῶντο μεταλαμβάνειν. Καὶ τελευταῖον 
ὁ ἀρουραῖος„ ἄπειμι“ ἔφη, „τὴν ἐν ἀγροῖς προτιμῶν 
μετριότητα τῆς ἐν ἄστει τρυφῆς.“ 
 Οὕτως οἱ μέτρια κτώμενοι τῶν πλουτούντων εἰσὶν
αἱρετώτεροι.

297b. Ἄλλως. (C. p. 197. B. 108.) 
 Μύες δύο, ὁ μὲν ἀρουραῖος, ὁ δὲ οἰκόσιτος, κοινὸν 
εἶχον τὸν βίον. Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων 
ἐπὶ τῆς ἀρούρας ἔτι ἀνθούσης. Τρώγων δὲ
σῖτον καὶ ῥίζας σὺν ταῖς βώλοις εἶπε· „Μύρμηκος ζῇς
βίον, ταλαίπωρε. Ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ
κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ. Ἐὰν ἔλθῃς μετʼ
ἐμοῦ, ὡς θέλεις, ἀσωτεύσῃ.“ Ἀπῆγε πείσας τὸν μῦν
ἐν τῷ οἴκῳ. Ἔδειξε δὲ αὐτῷ σῖτον καὶ ἄλευρα καὶ
ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας· οὗτος δὲ
ἐτέρφθη καὶ διεχύθη· ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου 
σύρων. Ἤνοιξέ τις τὴν θύραν· οἱ δʼ ἔφυγον εἰς
στενὴν τρώγλην, ἔτριζον δὲ ὑπʼ ἀλλήλων στενούμενοι.
Ὡς δὲ πάλιν ἤμελλεν ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, 
ἕτερος ἦλθεν ἄλλο τι ἆραι· οἱ δʼ ἔνδον ἐκρύπτοντο. 
Ὁ δὲ ἀρουραῖος μῦς ,,καίπερ τοσαῦτα δειπνῶν,“
εἶπε „χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ
πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας 
τρώγων ἀφόβως καὶ λιτῶς ζήσω.“

298. Μῦς καὶ Βάτραχος. (C. 245. F. 307.) 
 Χερσαῖος μῦς κακῇ μοίρᾳ βατράχῳ ἐφιλιώθη. Ὁ δὲ
βάτραχος, κακῶς βουλευσάμενος, τὸν πόδα τοῦ μυὸς
τῷ ἑαυτοῦ ποδὶ συνέδησε. Καὶ πρῶτον μὲν ἐπὶ τῆς
χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα τὸ χεῖλος τῆς
λίμινης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸν
βυθὸν κατήνεγκεν, αὐτὸς βρυάζων τῷ ὕδατι, καὶ τὸ
βρεκεκεκὲξ, κοὰξ, κοὰξ ἀνακράζων. Ὁ δὲ ἄθλιος μῦς
τῷ ὕδατι φυσηθεὶς ἐτεθνήκει· ἐπέπλει δὲ τῷ ποδὶ τοῦ
βατράχου συνδεδεμένος. Ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς
ὄνυξιν ἥρπασε· βάτραχος δὲ δεσμώτης ἐπηκολούθει,
δεῖπνον καὶ αὐτὸς ἰκτίνῳ γενησόμενος. 
 Ὅτι, κἂν νεκρὸς ᾖ τις, ἰσχύει πρὸς ἄμυναν· ἡ γὰρ
θεία δίκη ἐφορᾷ πάντα, καὶ τὸ ἶσον ἀποδιδοῦσα 
ζυγοστατεῖ.

299. Μῦς καὶ Ταῦρος. (B. 112.) 
 Μῦς ταῦρον ἔδακεν. ὁ δʼ ἐδίωκεν ἀλγήσας
τὸν μῦν· φθάσαντος δʼ εἰς μυχὸν φυγεῖν τρώγλης,
ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους,
ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη
παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας
ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει.
ὁ δʼ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει
διηπορεῖτο· τῷ δʼ ὁ μῦς ἐπιτρύξας·
,,οὐχ ὁ μέγας αἰεὶ δυνατός· ἔσθʼ ὅπου μᾶλλον
τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.“

300. Ναυαγός. (C. 246. F. 308. S. 30.) 
 Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθʼ ἑτέρων τινῶν ἔπλει.
Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου, καὶ τῆς νεὼς
περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ
Ἀθηναιτς παρʼ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος 

 
μυρία ἐπηγγέλλετο, ἐὰν περισωθῇ. Εἷς δέ τις τῶν 
συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· ,,σὺν
Ἀθηνᾷ καὶ χεῖρα κίνει.“ 
 Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς
ὑπὲρ ἑαυτῶν κοπιᾶν, καὶ εἶθʼ οὕτως τοῦ θεοῦ περὶ
βοηθείας δέεσθαι.

301. Νεανίσκοι καὶ Μάγειρος. (S. 66. F. 60. C. p. 293.) 
 Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. Καὶ δὴ
τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος τὸ
κρέας εἰς τοῦ ἑτέρου τὸν κόλπον καθῆκεν αὐτό. Ἐπι-
στραφέντος δὲ τοῦ μαγείρου καὶ ἐπιζητοῦντος ἐκεῖνόν
τε αἰτιωμένου, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ
ἔχων μὴ εἰληφέναι· καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν
τὴν κακοτεχνίαν, ἔφη· ,,ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, 
θεοὺς μέντοι οὐ λήσετε.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς
ἐπιορκίας, κἂν αὐτήν τις κατασκευάζηται.

301b. Ἄλλως. (C. 26.) 
 Δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. Καὶ δὴ τοῦ
μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου,
ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς
τὸν θατέρου καθῆκε κόλπον. Ἐπιστραφέντος δὲ τοῦ
μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰληφὼς
ὤμνυε μὴ ἔχειν, ὁ δʼ ἔχων μὴ εἰληφέναι. Ὁ δὲ μάγειρος, 
αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν· ,,ἀλλὰ
κἂν ἐμὲ λάθητε, τόν γʼ ἐπιορκούμενον θεὸν οὔκουν
λήσετε.“

302. Νεανίσκος καὶ Ἵππος.
(C. 332. F. 402. ex Lucian Cynico c. 18.) 
 Νεανίσκος τις ἐφʼ ἵππον ἀνέβη μαινόμενον. Αρπάσας 
δὲ αὐτὸν ἔφερεν ὁ ἵππος· ὁ δʼ οὐκ ἔτι καταβηναι

 
τοῦ ἵππου θέοντος ἐδύνατο. Καί τις ἀπαντήσας ἠρώτησεν 
αὐτὸν ,,ποίαν ἄπεισιν;“ Ὁ δʼ εἶπεν· ,,ὅποι ἂν
τούτῳ δοκῇ,“ δεικνὺς τὸν ἵππον. 
 Οὕτω πολλοὶ, ἄν τις ἐρωτᾷ ,,ποῖ φέρεσθε;“ τἀληθῆ
ἐθέλοντες λέγειν, ἐροῦσιν, ἀπλῶς μὲν ,,ὅποιπερ ἂν
ταῖς ἐπιθυμίαις δοκῇ,“ κατὰ μέρος δὲ ὅποιπερ ἄν τῇ
ἡδονῇ δοκῇ, ποτὲ δὲ ὅποι τῇ δόξῃ, ποτὲ δὲ αὖ τῇ 
φιλοκερδείᾳ· ποτὲ δὲ ὁ θυμὸς, ποτὲ δὲ ὁ φόβος, ποτὲ δὲ
ἄλλο τι τοιοῦτον αὐτούς ἐκφέρει.

303. Νεβρὸς καὶ Ἔλαφος. (F. 120. C. 56 et p. 309. 
 Νεβρὸς δήπστε πρὸς τὴν ἔλαφον εἶπε· ,,σὺ τῷ 
μεγέθει μείζων κυνὸς τυγχάνεις καὶ ταχυτάτη καὶ ὀξεῖα
πρὸς δρόμον, κέρατα δὲ πρὸς ἂμυναν κατέχεις· καὶ τί,
ὦ μῆτερ, οὕτω φοβῇ τοὺς κύνας ;“ Ἡ δὲ πρὸς αὐτὸν
ἔφη γελῶσα οὕτως· ,,ὅτι μὲν ἐγὼ ταῦτα ἅπαντα ἔχω,
εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον· ἐπὰν δὲ κυνὸς
ὑλακῆς ἀκούσω, σκοτοῦμαι καὶ πρὸς φυγὴν τρέπομαι.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἀνθρώπους τοὺς φύσει
δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιδῥώννυσι.

304. Νέος ἄσωτος καὶ Χελιδών. (C. 248 et p. 385. F. 123 ) 
 Nέος ἄσωτος, καταφαγὼν τὰ πατρῷα, ἱματίου δὲ
μόνου αὐτῷ περιλειφθέντος, ὡς ἐθεάσατο χελιδόνα
παρὰ καιρὸν ὀφθεῖσαν, οἰόμενος ἤδη θέρος εἶναι, ὡς
μηκέτι δεόμενος ἱματίου, καὶ τοῦτο ἐπώλησεν. Ὕστερον 
δὲ, χειμῶνος ἐπιλαβομένου καὶ σφοδροῦ γενομένου
τοῦ ἀέρος, ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν κειμένην,
ἔφη πρὸς αὐτήν· ,,ὦ αὕτη, σὺ κἀμὲ ἀπώλεσας.“ 
 Ο μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν πραττόμενον 
ἐπικίνδυνόν ἐστιν.

305. Νοσῶν καὶ Ἰατρός. (C. 43 et p. 302. F. 126.) 
 Νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐρωτώμενος, ὅπως
διετέθη, πλέον εἶπε τοῦ δέοντος ἱδρωκέναι· ὁ δὲ ἀγαθὸν 
ἔφη τοῦτʼ εἶναι. Ἐκ δευτέρου δὲ παρʼ αὐτοῦ πάλιν 
ἐρωτηθεὶς, ὅπως ἔσχε, φρίκῃ συσχεθεὶς εἶπε σφοδρῶς 
διατετινάχθαι· ὁ δὲ καὶ τοῦτʼ ἀγαθὸν ἔφησεν
εἶναι. Ἐκ δὲ τρίτου αὖθις ἐρωτηθεὶς, ὅπως διεγένετο,
εἶπεν ὑδέρῳ περιπεπτωκέναι· ὁ δὲ καὶ τοῦτο πάλιν
ἀγαθὸν εἶπεν εἶναι. Εἶτα τῶν οἰκείων τινὸς αὐτὸν
ἐρωτήσαντος, ὅπως ἔχει· ,,ἐγὼ“ εἶπεν, ,,ὡ οὗτος, ὑπὸ
τῶν ἀγαθῶν ἀπόλλυμαι.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν 
τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν.

306. Νυκτερὶς καὶ Βάτος καὶ Αἴθυια. (S. 167.) 
 Νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλους
κοιωνίαν σπεισάμενοι ἐμπορεύεσθαι διέγνωσαν. Καὶ ἡ
μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, 
ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια τὸ
πλοῖον. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς
περιτραπείσης, πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν
διεσώθησαν. Καὶ ἡ μὲν αἴθυια ἀπʼ ἐκείνου τὸ πλοῖον
ζητοῦσα ἐπὶ (κατὰ ?) τοῦ βυθοῦ δύνει, οἰομένη ποτὲ
εὑρήσειν· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη
ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν·
ἡ δὲ βάτος τὰς ἐσθῆτας ἐπιζητοῦσα τῶν παριόντων 
ἐπιλαμβάνεται (τῶν) ἱματίων, προσδοκῶσα τὰ ἴδια 
ἐπιγνώσεσθαι. 
 Ὁ λόγος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν, 
 περὶ ἃ πρότερον πταίσωμεν.

306b. Ἄλλως. (C.42 et p.300. F.124.) 
 Νυκτερὶς καὶ βάτος καὶ αἴθυια, ἑταιρείαν ποιησάμενοι,

 
ἐμπορικὸν διέγνωσαν βίον ζῆν. Ἡ μὲν οὖν νυκτερὶς 
ἀργύριον δανεισαμένη καθῆκεν εἰς τὸ μέσον, ἡ
δὲ βάτος ἐσθῆτα μεθʼ ἑαυτῆς ἔλαβεν, ἡ δὲ αἴθυια τρίτη
χαλκόν· καὶ ἀπέπλευσαν. Χειμῶνος δὲ σφοδροῦ γενομένου 
καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσαντες
αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Ἐξ ἐκείνου τοίνυν ἡ
μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν
χαλκὸν ἐκβάλλει ἡ θάλαττα· ἡ δὲ νυκτερὶς, τοὺς 
δανειστὰς φοβουμένη, τῆς μὲν ἡμέρας οὐ φαίνεται, 
νύκτωρ δʼ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῆς τῶν παριόντων
ἐσθῆτος ἐπιλαμβάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη
ζητοῦσα. 
 Ὁ μῦθος δηλοῖ, ὅτι περὶ ἃ σπουδάζομεν, τούτοις
ἐς ὕστερον περιπίπτομεν.

307. Νυκτερὶς καὶ Γαλῆ. (C. 109 et p. 320. F. 125.) 
 Νυκτερὶς, ἐπὶ γῆς πεσοῦσα, ὑπὸ γαλῆς συνελήφθη·
καὶ μέλλουσα ἀναιρεῖσθαι περὶ σωτηρίας ἐδεῖτο. Τῆς
δὲ φαμένης, μὴ δύνασθαι αὐτὴν ἀπολῦσαι, φύσει γὰρ
πᾶσι τοῖς πτηνοῖς πολεμεῖν, αὐτὴ ἔλεγεν οὐκ ὄρνις,
ἀλλὰ μῦς εἶναι, καὶ οὕτως ἀφείθη. Ὕστερον δὲ πάλιν
πεσοῦσα, καὶ ὑφʼ ἑτέρας συλληφθεῖσα γαλῆς, μὴ 
βρωθῆναι ἐδεῖτο. Τῆς δὲ εἰπούσης ἅπασιν ἐχθραίνειν 
μυσὶν, αὐτὴ μὴ μῦς, ἀλλὰ νυκτερὶς ἔλεγεν εἶναι, καὶ
πάλιν ἀπελύθη. Καὶ οὕτω συνέβη, δὶς αὐτὴν ἀλλαξαμένην 
τὸ ὄνομα, σωτηρίας τυχεῖν. 
 μῦθος δηλοῖ, ὅτι δεῖ καὶ ἡμᾶς μὴ τοῖς αὐτοῖς ἀεὶ
ἐπιμένειν, λογιζομένους, ὡς οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι
πολλάκις τούς κινδύνους ἐκφεύγουσιν.

308. Ξυλευόμενος καὶ Ἑρμῆς. (C. 44. S. 168. F. 127.) 
 Ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν οἰκεῖον
ἀπέβαλε πέλεκυν. Ἀμηχανῶν τοίνυν παρὰ τὴν ὄχθην

 
καθίσας ὠδύρετο. Ἑρμῆς δὲ, μαθὼν τὴν αἰτίαν καὶ
οἰκτείρας τὸν ἄνθρωπον, καταδὺς εἰς τὸν ποταμὸν,
χρυσοῦν ἀνήνεγκε πέλεκυν, καὶ, εἰ οὗτός ἐστιν, ὃν
ἀπώλεσεν, ἢρετο. Τοῦ δὲ μὴ τοῦτον εἶναι φαμένου,
αὖθις καταβὰς, ἀργυροῦν ἀνεκόμισε. Τοῦ δὲ μηδὲ
τοῦτον εἶναι τὸν οἰκεῖον εἰπόντος, ἐκ τρίτου καταβὰς,
ἐκεῖνον τὸν οἰκεῖον ἀνήνεγκε. Τοῦ δὲ τοῦτον ἀληθῶς
εἶναι τὸν ἀπολωλότα φαμένου, Ἑρμῆς, ἀποδεξάμενος
αὐτοῦ τὴν δικαιοσύνην, ἅπαντας αὐτῷ ἐδωρήσατο. Ὁ
δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμβάντα 
αὐτοῖς διεξελήλυθεν· ὧν εἶς τις τὰ ἶσα διαπράξασθαι
ἐβουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν, καὶ τὴν
οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα, κλαίων
ἐκάθητο. Ἐπιφανεὶς οὖν ὁ Ἑρμῆς κἀκείνῳ καὶ τὴν αἰτίαν 
μαθὼν τοῦ θρήνου, καταβὰς ὁμοίως χρυσῆν ἀξίνην 
ἐξήνεγκε, καὶ ἤρετο, εἰ ταύτην ἀπέβαλε. Τοῦ δὲ
σὺν ἡδονῇ ,,ναὶ ἀληθῶς ἥδʼ ἐστὶ“ φήσαντος, μισήσας
ὁ θεὸς τὴν τοσαύτην ἀναίδειαν, οὐ μόνον ἐκείνην 
κατέσχεν, ἀλλʼ οὐδὲ τὴν οἰκείαν ἀπέδωκεν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον
συναίρεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.

308b. Ἄλλως. (C. 44 ) 
 Γεωργόν φασι παρὰ ποταμὸν βαδίζοντα ἀποβαλεῖν
ἀξίνην· κατοικτείραντα δὲ τὸν ποταμὸν ἀνεῖναι αὐτῷ
ἀργυρᾶν. Τοῦ δὲ φήσαντος, οὐκ εἶναι ταύτην αὑτου,
ἀνεῖναι αὖθις χρυσῆν. Ἀρνησαμένου δὲ καὶ ταύτην,
τὸν ποταμὸν τὴν ἰδίαν αὐτῷ ἀναδοῦναι, καὶ τὰς ἄλλας
δωρήσασθαι, ἀγασθέντα αὐτὸν τῆς δικαιοσύνης. Ἕτερον 
δὲ γεωργὸν, βουλόμενον τῶν αὐτῶν τυχεῖν, ἑκόντα
καταβαλεῖν τὴν ἀξίνην ἐν τῷ αὐῷ ποταμῷ. Τὸν δὲ
ποταμὸν οὐδὲ τὴν ἰδίαν αὐτῷ ἀναπέμψαι. Τὸν δὲ πρότερον

 
γεωργὸν παρατυχόντα εἰπεῖν πρὸς αὐτόν· ,,οὐκ
ἀεὶ ποταμὸς ἀξίνας φέρει.“

309. Ὁδοιπόροι. (C.83. F.237. S.67.) 
 Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θατέρου
πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ
μὴ λέγειν ,,εὕρηκα,“ ἀλλʼ ,,εὑρήκαμεν.“ Μετὰ μικρὸν
δὲ ἐπελθόντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων,
ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα
συνοδοιπόρον ἔλεγεν· ,,ἀπολώλαμεν.“ Ὁ δʼ εἶπεν·
,,ἀπόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν
πέλεκυν εὖρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν
εὐτυχημάτων οὐδʼ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.

310. Ὁδοιπόροι. (C. 110. F.258. S. 172.) 
 Ὁδοιπόροι, κατά τινα αἰγιαλὸν ὁδεύοντες, ἦλθον
ἐπί τινα σκοπιάν. Κἀκεῖθεν θεασάμενοι φρύγανα 
πόῤῥωθεν ἐπιπλέοντα, ναῦν εἶναι μεγάλην ᾠήθησαν· διὸ
δὴ προσέμενον, ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι.
Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω
ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν.
Ἐξενεχθέντα δὲ αὐτὰ φρύγανα ὄντα ἰδόντες, πρὸς 
ἀλλήλους ἔφασαν· ,,ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν
προσεδεχόμεθα.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι τῶν ἀνθρώπων ἔνιοι, ἐξ
ἀπροόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς πεῖραν
λθωσιν, οὐδενὸς εὑρίσκονται ἄξιοι.

311. Ὁδοιπόροι καὶ Ἄρκτος. (C. 249. F. 57. S.65.) 
 Δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. Ἄρκτου δὲ
αὐτοῖς ἐπιφανείσης, ὁ μὲν εἷς φθάσας ἀνέβη ἐπί τι
δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο· ὁ δὲ ἕτερος, μέλλων

 
περικατάληπτος γίνεσθαι, πεσὼν ἐπὶ τοῦ ἐδάφους
ἑαυτὸν νεκρὸν προσεποιεῖτο. Τῆς δὲ ἄρκτου 
προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης, τὰς
ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ
ζῶον. Ἀπαλλαγείσης δὲ, ὁ ἀπὸ τοῦ δένδρου καταβὰς
ἐπυνθάνετο τοῦ ἑτέρου, τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἰρήκει. 
Ὁ δὲ εἶπε, τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν
φίλοις, οἳ ἐν κινδύνοις οὐ παραμένουσιν. 
 Ὁ λόγος δηλοῖ, ὅτι τοὺς γνησίους τῶν φίλων αἰ
συμφοραὶ δοκιμάζουσιν.

312. Ὁδοιπόροι καὶ Κόραξ. (C. 250. F.310.) 
 Πορευομένοις τισὶν ἐπὶ πρᾶξίν τινα κόραξ 
ὑπήντησεν τῶν ὀφθαλμῶν τὸν ἕτερον πεπηρωμένος. 
Ἐπιστραφέντων δὲ αὐτῶν, καί τινος ὑποστρέψαι 
παραινοῦντος, τοῦτο (γὰρ) σημαίνειν τὸν οἰωνὸν, ἕτερος
ὑποτυχὼν εἶπεν· ,,καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ 
μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν 
προείδετο, ἵνα φυλάξηται;“ 
 Οὕτω καὶ οἱ ἐν τοῖς οἰκείοις πράγμασι τὸ ἄβουλον
κεκτημένοι καὶ εἰς τὰς τῶν πέλας συμβουλίας ἀδόκιμοι.

313. Ὁδοιπόροι καὶ Πλάτανος. 
 (S. 170. C. 251 et p. 387. F. 129.) 
 Ὁδοιπόροι δύο θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ
καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ
ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες
ἀνεπαύοντο. Ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον 
πρὸς ἀλλήλους, ὡς ἀνωφελὲς καὶ ἄκαρπον τοῦτο
ἀνθρώποις ἐστὶ τὸ δένδρον. δὲ ὑποτυχοῦσα ἔφη·
,, ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες
ἀχρείαν με καὶ ἂκαρπον ἀποκαλεῖτε;“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς οὕτω ἀτυχεῖς εἰσιν,

 
ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι
ἀπιστεῖσθαι.

314. Ὁδοιπόρος καὶ Ἀλήθεια. 
 (C. 365 e p. 411. F. 364. B. 127.) 
 Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εὗρε γυναῖκα μόνην 
κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· ,,τίς εἶ;“ δʼ ἔφη
,,Ἀλήθεια.“ ,,Καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα
τὴν ἐρημίαν οἰκεῖς;“ δʼ εἶπεν· ,,ὅτι τοῖς πάλαι 
καιροῖς παρʼ ὀλίγοις ἦν τὸ ψεῦδος, νῦν δὲ εἰς πάντας
ἀνθρώπους ἐστὶν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς.

315. Ὁδοιπόρος καὶ Ἑρμῆς. (S. 173. C. 47 et p. 305. F. 156.) 
 Ὁδοιπόρος, πολλὴν ὀδὸν ἀνύων, ηὔξατο, ὧν ἂν
εὕρῃ, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθεῖναι. Περιτυχὼν 
δὲ πήρᾳ, ἐν ᾖ ἀμύγδαλά τε ἦσαν καὶ φοίνικες, ταύτην 
ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δὲ
ὡς εὗρε τὰ ἐνόντα, καταφαγών ταῦτα, καὶ λαβὼν τῶν
τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ,
ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· ,,ἀπέχεις, ὡ
Ερμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐκτὸς ὧν εὗρον, καὶ τὰ
ἐντὸς πρὸς σὲ διανενέμηκα.“ 
 Πρὸς ἄνδρα φιλάργυρον, διὰ πλεονεξίαν καὶ θεοὺς
κατασοφιζόμενον, ὁ λόγος εὔκαιρος.

316. Ὁδοιπόρος καὶ Τύχη. (S. 169. C. 252. B. 49.) 
 Ὁδοιπόρος, πολλὴν ὀδὸν ἀνύσας, ἐπειδὴ κόπῳ
συνείχετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. Μέλλοντος
δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν, ἡ Τύχη ἐπιστᾶσα
καὶ διεγείρασα αὐτὸν εἶπεν· ,,ὦ οὗτος, εἴγε ἐπεπτώκεις,
οὐκ ἂν τὴν σεαυτοῦ ἀβουλίαν, ἀλλʼ ἐμὲ ᾐτιῶ.“

316b. Αλλως. Παῖς καὶ Τύχη. (F. 62. C. 388.) 
 Ἐγγὺς φρέατος παῖς τις ἐκοιμᾶτο. Ἐπιστᾶσα δὲ

 
αὐτῷ ἡ Τύχη ἐβόα· ,,ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μή
πως κάτω τοῦ φρέατος πέσῃς, καὶ ἐμὲ τὴν Τύχην κατα-
μέμψωνται πάντες.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις σφαλλόμενοι [πράττοντες 
 κακῶς] περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα
τὴν τύχην.

317 Οἶς καὶ Κύων.
(C.315. ex Xenoph.Comment. lI,7,13. F.366. C. p.405. B.130.) 
 Φασὶν, ὅτε φωνήεντα ἦν τὰ ζῶα, τὴν οἶν πρὸς τὸ
δεσπότην εἰπεῖν· ,,θαυμαστὸν ποιεῖς, ὃς ἡμῖν μὲν ταῖς,
καὶ ἔριά σοι καὶ ἄρνας καὶ τυρὸν παρεχούσαις οὐδὲν
δίδως, ὅ,τι ἂν μὴ ἐκ τῆς γῆς λάβωμεν, τῷ δὲ κυνὶ, ὃς
οὐδὲν τοιοῦτόν σοι παρέχει, μεταδίδως οὗπερ αὐτὸς
ἔχεις σίτου.“ Τὸν κύνα οὖν ἀκούσαντα εἰπεῖν· ,,ναὶ
μὰ Δίʼ· ἐγὼ γάρ εἰμι ὁ καὶ ὑμᾶς αὐτὰς σώζων, ὥστε
μήτε ὑπʼ ἀνθρώπων κλέπτεσθαι μήτε ὑπὸ λύκων 
ἁρπάζεσθαι· ἐπεὶ ὑμεῖς γε, εἰ μὴ ἐγὼ προφυλάττοιμι
ὑμᾶς, οὐδʼ ἄν νέμεσθαι δύναισθε, φοβούμεναι μὴ
ἀπόλησθε. Οὕτω δὴ λέγεται καὶ τὰ πρόβατα σνγχωρῆσαι 
τὸν κύνα προτιμᾶσθαι.

318. Ὄναγρος καὶ Ὄνος. (C. 379. F. 340.) 
 Ὄναγρος ὄνον ἰδὼν βαρὺν γόμον ἐπαγόμενον, [καὶ]
τὴν δουλείαν αὐτῷ ἐπονειδίζων ἔλεγεν· ,,εὐτυχὴς 
ὄντως ἐγὼ, ὅτι ζῶν ἐλευθέρως καὶ διάγων ἀκόπως, 
αὐτοσχέδιον καὶ τὴν νομὴν ἐν τοῖς ὄρεσι κέκτημαι· σὺ δὲ
διʼ ἄλλου τρέφῃ, καὶ δουλείαις καὶ πληγαῖς καθυποβάλλῃ 
διηνεκῶς.“ Συνέβη δʼ οὖν αὐθωρὸν λέοντά τινα
φανῆναι, καὶ τῷ μὲν ὄνῳ μὴ προσπελάσαι, ὡς συνόντος 
αὐτῷ τοῦ ὀνηλάτου, τῷ δὲ ὀνάγρῳ, μεμονωμένῳ
τυγχάνοντι, σφοδρῶς ἐπελθεῖν καὶ αὑτῷ θέσθαι 
κατάβρωμα. 

 
 Ὁ μῦθος δηλοῖ, ὡς οἱ ἀνυπότακτοι καὶ σκληροτράχηλοι,
τῇ αὐτοβουλίᾳ φερόμενοι καὶ βοηθείας τινὸς μὴ
δεόμενοι, αὐθωρὸν πτῶμα γίνονται.

319. Ὄνοι πρὸς τὸν Δία. (S. 18l. C. 112 et p.321. F. 138.) 
 Ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν
καὶ ταλαιπωρεῖν, πρέσβεις ἔπεμεψαν πρὸς τὸν Δία, 
λύσιν τινὰ αἰτούμενοι τῶν πόνων. Ὅ δʼ αὐτοῖς ἐπιδεῖξαι
βουλόμενος, ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη, τότε αὐτοὺς 
ἀπαλλαγήσεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες 
ποταμὸν ποιήσωσι. Κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες, 
ἀπʼ ἐκείνου καὶ μέχρι νῦν, ἔνθα ἂν ἀλλήλων
οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ παριστάμενοι 
οὐροῦσιν. 
 Ὁ λόγος δηλοῖ, ὅτι τὸ ἑκάστῳ πεπρωμένον 
ἀθεράπευτόν ἐστι.

320. Ὄνον ἀγοράζων. (C. 253. F. 311.) 
 Ὄνον τις ἀγοράζειν μέλλων, ἐπὶ δοκιμασίᾳ καὶ
πείρᾳ αὐτὸν ἔλαβεν· καὶ εἰσαγαγὼν αὐτὸν ἐπὶ τῆς φάτνης 
μετὰ τῶν ἰδίων αὐτοῦ ὄνων τοῦτον ἔστησεν. Ὁ δὲ
καταλιπὼν τοὺς ἄλλους ἐπὶ τῷ ἀργοτάτῳ καὶ 
ἀδδηφάγῳ ἔστη. [καὶ ὃς οὐδὲν ἐποίει.] Δήσας οὖν καὶ 
ἀπαγαγών, τῷ ἰδίῳ δεσπότῃ τοῦτον παρέδωκε. Τοῦ δὲ
ἐρωτῶντος, εἰ οὕτω ταχεῖαν αὐτοῦ τὴν δοκιμασίαν
ἐποιήσατο, ὑποτυχν εἶπεν· ,,ἀλλʼ ἔγωγε οὐδὲ ἐπιδέομαι 
πείρας· οἶδα γὰρ ὅτι τοιοῦτος, ὁποῖον ἐξ ἁπάντων
τὸν συνήθη ἐπελέξατο.“ 
 Ὅτι τοιοῦτος ἕκαστος ὑπολαμβάνεται εἶναι, ὁποίοις
ἑταίροις συναναστρέφεται.

321. Ὄνος ἄγριος. (S. 179. C.111 et p.320. F. 136. 
 Ὄνος ἄγριος, ὄνον ἥμερον ἰδὼν ἔν τινι εὐηλίῳ

 
τόπῳ, προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ
σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. Ὕστερον δὲ
ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὄπισθεν
ἑπόμενον καὶ ῥοπάλοις αὐτὸν παίοντα, ἔφη· ,,ἀλλʼ
ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ, ὅτι οὐκ ἄνευ
κακῶν μεγάλων τὴν εὐδαιμονίαν ἔχεις.“ 
 Οὕτω οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ 
ταλαιπωριῶν προσγινόμενα κέρδη.

322. Ὄνος ἅλας βαστάζων. (S. 176. C. 254.) 
 Ὄνος ἅλας βαστάζων ποταμὸν διήρχετο· ὀλισθήσας 
δὲ ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἁλὸς,
κουφότερος ἐξανέστη· εὐφρανθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ
ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος ποταμὸν 
διέβαινεν, ώήθη [δεῖν] ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος
διεγερθήσεται· καὶ δὴ ἑκὼν ὠλίσθησε. Συνέβη δʼ
αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ 
δυναμένῳ ἐξανίστασθαι, ἐνταῦθα ἀποπνιγῆναι. 
 Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τὰς ἰδίας ἐπινοίας
ανθάνουσι συμφορῶν αἰτίας ἔχοντες.

322b. Ἄλλως. Μικρέμπορος καὶ Ὀνάριον.
(F. 122. C. p.388. B.111.) 
 Μικρέμπορός τις ὀνάριον κατέχων, αὐτὸς ὠνεῖτο
ἁλάτιον εἰς πλῆθος. Καὶ δὴ φορτώσας σφοδρῶς αὐτοῦ
τὸν ὄνον, ὑποζύγιον ἤλαυνε λεωφόρῳ· ὃς ὀλισθήσας
εἰς ὕδωρ ἐπεπτώκει· καὶ δὴ λυθέντων τῶν ἁλῶν 
παραυτίκα, εὐθὺς ἠγέρθη ἀκόπως βηματίζων. Ὁ δʼ
ὑποστρέψας καὶ πάλιν λαβὼν ἅλας, κατεπεπτώκει εἰς 
ποτάμια ῥεῖθρα· καὶ ἐκλυθέντων πάλιν τῶν ἁλατίων,
ἐξανέστησεν ἑαυτὸν παραυτίκα. Ὁ δὲ λυπηθεὶς, ὁ 
κύριος τοῦ ὄνου, ἐπενόησεν αὐτοῦ τὰς ἐπινοίας. Ὅστις
ἐπελθὼν [εἰς] ἕνα τῶν μυρεψούντων, ἐξωνήσατο σπόγγους

 
πολλοὺς εἰς κόρον, οὕσπερ ἐπιθεὶς πεφόρτωκε τὸν
ὄνον. Ὁ δὲ ἀπιὼν κατέπεσεν εἰς ὕδωρ, καὶ παραυτίκα
κλυσθέντων τῶν σπόγγων, ἤγετο ὁ ὄνος διπλοῦν 
βάρος βαστάζων. 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἐν ᾦ τις εὐτύχησεν,
ἐν αὐτῷ καὶ πίπτει.

323. Ὄνος, Ἀλεκτρυὼν καὶ Δέων.
(S.83. C. 66 et p. 315. F.70.) 
 Ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν· λέων δὲ
λιμώττων ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν
τοῦτον καταθοινήσασθαι. Περὶ δὲ τὸν ψόφον 
ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ, τοὺς
λέοντας πτύρεσθαι πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνὰς),
εἰς φυγὴν ἐτράπη. Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατʼ αὐτοῦ, 
εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων 
αὐτόν· ὁ δὲ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν. 
 Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους
τοὺς ἑαυτῶν ἐχθροὺς ὁρῶντες, καὶ διὰ τοῦτο 
καταθρασυνόμενοι, λανθάνουσιν ὑπʼ αὐτῶν ἀναλισκόμενοι.

323b. Ἄλλως. Ὄνος καὶ Λέων. (C. 66.) 
 Ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. Λέοντος δʼ
ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν
λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν
φοβεῖσθαι) ἔφυγεν. Ὁ δʼ ὄνος, νομίσας διʼ αὑτὸν 
πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι. Ὡς δὲ πόῤῥω
τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος 
ἐφικνεῖτο φωνὴ, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο.
Ὁ δὲ θνήσκων ἐβόα· ,,ἄθλιος ἐγὼ καὶ ἀνόητος· 
πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον
ἐξωρμήθην;“ 

 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων 
ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ 
οὕτως ὑπʼ ἐκείνων ἀπόλλυνται.

324. Ὄνος βαστάζων ἄγαλμα. (S.178. F.135. C. p.389.) 
 Ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἦγεν εἰς ἄστυ. Τῶν δὲ
συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος 
ὑπολαβὼν, ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτό
τε καὶ οὐκέτι περαιτέρω προιέναι ἐβούλετο. Καὶ ὁ ὀνηλάτης 
αἰσθόμενος τὸ γεγονὸς, τῷ ῥοπάλῳ αὐτὸν παίων
ἔφη· ,,ὡ κακὴ κεφαλὴ, ἔτι καὶ τοῦτο λοιπὸν ἦν, ὄνον
ὑπʼ ἀνθρώπων προσκυνεῖσθαι.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς 
ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα 
ὀφλισκάνουσι.

324b. Αλλως. (C. 237.) 
 Ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε· πολλοὶ δὲ προσεκύνουν 
τῶν συναντώντων. Ὁ δὲ ὄνος τυφωθεὶς, νομίζων
αὐτὸν προσκυνεῖν τοὺς ἀγροίκους, σκιρτῶν ἤμελλε τὸν
θεὸν ῥῖψαι. Ἀλλὰ τοῦτον ξύλῳ παίων ὁ δεσπότης εἷπεν· 
,,ὄνος εἶ θεὸν φέρων, ἀλλʼ οὐ θεοῖς ὑπάρχεις
ὁμότιμος. 
 Κτηνώδεις ἄνδρας, τετυφωμένους ἐπʼ ἀλλοτρίοις,
ὁ λόγος ἐλέγχει.

325. Ὄνος καὶ Ἀλώπηξ. (C. 256.) 
 Ὄνος ἀκανθώδεις παλιούρους ἤσθιε. Τοῦτον ἰδοῦσα
ἡ ἀλώπηξ εἶπε· ,,πῶς οὕτω τῇ ἀπαλῇ γλώσσῃ τὸ 
σκληρὸν καὶ ἀκανθῶδες προσφάγιον ἐσθίεις;“ 
 Ὅτι οὐ δεῖ φλυάρων ἀνδρῶν κατηγορίας ἀκούειν·
εἰς κίνδυνον γὰρ ἄγουσι τὸν ἀκούοντα.

326. Ὄνος καὶ Ἀλώπηξ καὶ Λέων.
(S. 187. C. 116 et p.323. F. 144.) 
 Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους 
ἐξῆλθον εἰς ἄγραν· λέοντος δʼ αὐτοῖς περιτυχόντος, 
ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα 
τῷ λέοντι ὑπέσχετο παραδώσπτν αὐτῷ τὸν ὄνον,
ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγέλληται. Τοῦ δὲ ἀπολύσειν 
αὐτὴν φήσαντος, παραγαγοῦσα τὸν ὄνον εἴς τινα
πάγην ἐμπεσεῖν παρεσκεύασε. Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον
φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέσχεν,
εἶθʼ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη. 
 Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι 
πολλάκις καὶ ἑαυτοὺς προσαπολλύντες.

327. Ὄνος καὶ Βάτραχοι. (S. 185. C. 114. F. 142.) 
 Ὄνος ξύλα βαστάζων διέβαινέ τινα λίμνην· 
ὀλισθήσας δὲ ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος
ὠδύρετό τε καὶ ἔστενεν. Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι,
ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν, ἔφασαν· ,,ὡ οὗτος,
καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον 
διέτρι βες, ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως
ὀδνρῃ;“ 
 Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον 
ἐπʼ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς
πλείονας ῥᾳδίως ὑφιστάμενος.

328. Ὄνος καὶ Ἵππος. (C. 58 et p. 311. F 151.) 
 Ὄνος ἵππον ἐμακάριζεν, ὡς ἀφθόνως τρεφόμενον
καὶ ἐπιμελῶς, αὐτὸς μηδʼ ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα
πλεῖστα ταλαιπωρῶν. Ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου,
καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον, πανταχόσε
τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε,

 
καὶ ὁ ἵππος πληγεὶς ἔκειτο· ταῦτα πάντα ἑωρακὼς 
ὁ ὄνος, τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ 
πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατʼ ἐκείνων φθόνον καὶ τὸν
κίνδυνον ἀναλογιζομένους, τὴν πενίαν ἀγαπᾶν.

329. Ὄνος καὶ Κηπωρός. (S. 175. C. 45 et p 304. F. 132.) 
 Ὄνος κηπωρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε,
πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ, ὅπως τοῦ κηπωροῦ 
αὐτὸν ἀπαλλάξας, ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. Ὁ δὲ
Ἑρμῆν πέμψας ἐκέλευε κεραμεῖ αὐτὸν πωλῆσαι. Πάλιν
δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ καὶ πολλῷ πλεῖον 
ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ
τελευταῖον ὁ Ζεὺς παρεσκεύασεν αὐτὸν βυρσοδέψῃ 
πωληθῆναι. Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου 
πραττόμενα, ἔφη· ,,ἀλλʼ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς
προτέροις δεσπόταις ἀχθοφοροῦντι λιμώττειν, ἢ 
ἐνταῦθα παραγενέσθαι, ὅπου οὐδὲ, ἂν ἀποθάνω, ταφῆς
τεύξομαι.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς πρώτους 
δεσπότας ποθοῦσιν οἱ οἰκέται, ὅταν ἑτέρων πεῖραν 
λάβωσι.

330. Ὄνος, Κόραξ καὶ Λύκος. (S.186. C.115 et p 322. F.143.) 
 Ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο· 
κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος
κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτο καὶ ἐσκίρτα. Τοῦ δὲ
ὀνηλάτου πόῤῥωθεν στάντος καὶ γελῶντος, λύκος 
παριὼν ἐθεάσατο, καὶ πρὸς αὐτὸν ἔφη· ,,ἄθλιοι ἡμεῖς,
οἳ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα· τούτῳ δὲ
καὶ προσγελῶσιν.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων
καὶ ἐξ ἀπροόπτου (ἀπόπτου ?) δῆλοί εἰσιν.

331. Ὄνος καὶ Κυνίδιον.
(S.92. C.212 e p.371. F.293 et 367. B. 131.) 
 Ἔχων τις κύνα μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ
κυνὶ προσπαίζων· καὶ δὴ, εἴ ποτε ἔξω δειπνοίη, ἐκόμιζέ
τι αὐτῷ, καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν.
Ὁ δὲ ὄνος φθονήσας προσέδραμε (τῷ δεσπότῃ) καὶ
σκιρτῶν ἐλάκτισεν αὐτόν· καὶ ὁ δεσπότης ἀγανακτήσας
ἐκέλευσε παίοντας αὐτὸν ἀγαγεῖν καὶ τῇ φάτνῃ 
προσδῆσαι. 
 Ὁ λόγος δηλοῖ, ὅτι οὐ πάντες πρὸς ταὐτὰ 
πεφύκασινι.

332. Ὄνος καὶ Κύων. (F.370. C. 414.) 
 Ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. Εὑρόντες
δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὁ ὄνος λαβὼν
καὶ ἀναόῤῥήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει
εἰς ἐπήκοον τοῦ κυνός. Περὶ βοσκημάτων δὲ ἐτύγχανε
τὰ γράμματα, χόρτου τε, φημὶ, καὶ κριθῆς καὶ ἀχύρου.
Αηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· 
ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· ,,ὑπόβαθι, φίλτατε,
μικρὸν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς 
διαλαμβάνον Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν,
καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις
ὁ κύων· ,,βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε,
τυγχάνον.“

333. Ὄνος καὶ Λεοντῆ. (C. 258.) 
 Ὄνος, δορὰν λέοντος ἐπενδυθεὶς, λέων ἐνομίζετο
πᾶσι· καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων.
Ὡς δὲ ἀνέμου πνεύσαντος ἡ δορὰ περιῃρέθη καὶ γυμνὸς
ὁ ὄνος ἦν, τότε πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις 
αὐτὸν ἔπαιον. 
 Ὅτι πένης καὶ ἰδιώτης ὤν, μὴ μιμοῦ τὰ τῶν 

 
πλουσίων, μή ποτε καταγελασθῇς καὶ κινδυνεύσῃς· τὸ γαρ
ξένον ἀνοίκειον.

333b. Ἄλλς. (C. p.170. ex Luc.Piscat. c.32.) 
 Ὄνος ἐν Κύμῃ, λεοντῆν περιβαλόμενος, ἠξίου λέων
αὐτὸς εἶναι, πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους ὀγκώμενος 
μάλα τραχὺ καὶ καταπληκτικόν· ἄχρι δή τις αὐτὸν
ξένος, καὶ λέοντα ἰδὼν πολλάκις καὶ ὄνον, ἤλεγξε παίων
τοῖς ξύλοις.

334. Ὄνος καὶ Λύκος. (C. 259 et p. 390. F. 134. B. 122.) 
 Ὄνος πατήσας σκόλοπα χωλὸς εἰστήκει. Λύκον δὲ
ἰδὼν ἔφη αὐτῷ· ,,ὡ λύκε, ἰδοὺ ἐκ τοῦ πόνου ἀποθνήσκω· 
καὶ δεῖ με (μᾶλλον) σοῦ γενέσθαι δεῖπνον, ἢ γυπῶν 
ἢ κοράκων. Χάριν δὲ μίαν αἰτῶ σε, ἐξελεῖν πρῶτον 
τὸν σκόλοπα ἐκ τοῦ ποδός μου, ὅπως μὴ μετὰ πόνου
τεθνήξομαι.“ Ὁ δὲ λύκος ἄκροις ὀδοῦσι δακὼν τὸν
σκόλοπα ἐξεῖλεν. Ὁ ὄνος δὲ λυθεὶς τοῦ πόνου, ἐπὶ τὸν
λύκον χάσκοντα λακτίσας, φεύγει, ῥῖνας καὶ μέτωπον
καὶ ὀδόντας συνθλάσας. Ὁ δὲ λύκος ἔφη· ,,οἴμοι, 
δίκαια πάσχω, ὅτι μάγειρος εἶναι μαθὼν, τὸ πρῶτον νῦν
ἱππίατρος ἠθέλησα γενέσθαι.“ 
 Ὅτι τινὲς, διπλοῖς κινδύνοις περιπεσόντες, τοῖς
ἐχθροῖς ὠφελεῖν πειρωμένοις δολίως ἀνταμοιβὴν κακὴν
παρέσχον.

334b. Ἄλλως. (S. 183 et 227. F. 140. C. p.391.) 
 Ὄνος, ἔν τινι λειμῶνι νεμόμενος, ὡς ἐθεάσατο 
λύκον ἐπʼ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο.
Τοῦ δὲ προσελθόντος αὐτῷ, καὶ τὴν αἰτίαν πυνθανομένου, 
διʼ ἣν χωλαίνει, ἔλεγεν, ὡς φραγμὸν διαβαίνων 
σκόλοπα ἐπάτησε, καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν
τὸν σκόλοπα, εἶθʼ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα

 
μὴ ἐσθίων περιπαρῇ. Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα
αὐτοῦ ἐπάραντος, ὅλον τε τὸν νοῦν πρὸς τῇ ὁπλῇ ἔχοντος, 
ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐξετίναξε. 
Καὶ ὃς διατεθεὶς κακῶς ἔφη· ,,ἀλλʼ ἔγωγε δίκαια
πέπονθα· τί γὰρ, τοῦ πατρός με μαγειρικὴν τέχνην
διδάξαντος, αὐτὸς ἰατρικῆς ἐπελαβόμην;“ 
 Οὕτω καὶ τῶν ἀνθρώπων οἱ μηδὲν προσήκουσιν
ἐπιχειροῦντες εἰκότως δυστυχοῦσι.

334c. Ἄλλως. (C. p.171.) 
 Ὀδοῦσιν ἧλον εἷλεν ἐξ ὄνου λύκος·
αἰτῶν δὲ μισθὸν πλήττεται λὰξ τὴν γένυν.
Λύκος δέ φησι· ,,πῶς μάγειρος ὢν πάλαι,
ἰατρικῆς μετῆλθον ἔργʼ ἀναξίως;“
Πρὸς τοὺς τὴν ἰδίαν τέχνην καταλιμπάνοντας καὶ
ἑτέραν μετερχομένους ἐπὶ βλάβῃ.

335. Ὄνος καὶ Ὀνηλάτης. (S. 182. F. 139. C. 401.) 
 Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ
προῆλθεν, ἀφεὶς τὴν λείαν εἰς κρημνὸν ἐφέρετο· 
μέλλοντος δʼ αὐτοῦ κατακρημνίζεσθαι, ὁ ὀνηλάτης 
ἐπιλαβόμενος τῆς οὐρᾶς ἐπειρᾶτο περιάγειν αὐτόν· τοῦ δὲ
εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη· ,,νίκα· κακὴν 
γὰρ νίκην νικᾷς.“ 
 Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.

336. Ὄνος λεοντῆν φέρων. (S. 184. C.113 et p. 321. F. 141.) 
 Ὄνος, ἐνδυσάμενος λέοντος δέρμα, περιῄει ἐκφοβῶν 
τὰ ἄλογα ζῶα. Καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο 
καὶ ταύτην δεδίττεσθαι. Ἡ δὲ, ἐτύγχανε γὰρ αὐτοῦ 
φθεγξαμένου προακηκουῖα, ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ
εὖ ἴσθι, ὡς καὶ ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου
ἤκουσα.“ 

 
 Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων, τοῖς ἔξωθεν τύφοις
δοκοῦντές τινες εἶναι, ὑπὸ τῆς ἰδίας γλωσσαλγίας
ἐλέγχονται.

337. Ὄνος καὶ Τέττιγες. (F. 137. C. 255 e p. 389.) 
 Ὄνος ἀκούσας τεττίγων ᾀδόντων, ἥσθη ἐπὶ τῇ 
εὐφωνίᾳ, καὶ ζηλώσας αὐτῶν τὴν ἡδύτητα εἶπε· ,,τί 
σιτούμενοι τοιαύτην φωνὴν ἀφίετε ; Τῶν δὲ εἰπόντων
δρόσον, ὁ ὄνος προσπαραμένων τῇ δρόσῳ, λιμῷ 
διεφθάρη. 
 Οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες, παρὰ τὸ
μὴ ἐπιτυχεῖν ὧν ἐφίενται, καὶ τὰ μέγιστα δυστυχοῦσιν.

337b. Αλλως. (S. 180.) 
 Ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ 
εὐφωνίᾳ, καὶ ζηλώσας αὐτῶν τὴν φωνὴν ἐπελάθετο καὶ
τῆς οἰκείας φωνῆς. 
 Οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες καὶ ἄ
ἔχουσι δυστυχοῦσι.

338. Ὄνος παίζων. (F. 368. C. 412. B. 125.) 
 Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων
τὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπων
ἐπιδραμὼν κατῆγε τῷ ξύλῳ παίων.
ὁ δʼ ὄνος πρὸς αὐτὸν, ὃς τὸ νῶτον ἤλεγχεν,
,,καὶ μὴν πίθηκος ἐχθὲς “ εἶπε ,,καὶ πρώην
ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας.“
Ὁ μῦθος πρὸς ἄνδρας τοὺς ἐναντίας ἔχοντας τὰς
δόξας καὶ κινδύνους ἑαυτοῖς ἐπιφέροντας.

339. Ὄνου σκιά. (F. 392. C. 320. ex Plut. Vitis X Orat. p. 401.) 
 Δημοσθένης ὁ ῥήτωρ, λέγειν ποτὲ κωλυόμενος ὑπὸ
Αθηναίων ἐν ἐκκλησίᾳ, βραχὺ ἔφη βούλεσθαι πρὸς 

 
αὐτοὺς εἰπεῖν. Τῶν δὲ σιωπησάντων, ,,Νεανίας “ εἶπε
,,θέρους ὥρᾳ ἐμισθώσατο ἐξ ἄστεος ὄνον Μεγάραδε.
Μεσούσης δὲ τῆς ἡμέρας καὶ σφοδρῶς φλέγοντος τοῦ
ἡλίου, ἑκάτερος αὐτῶν ἐβούλετο ὑποδύεσθαι ὑπὸ τὴν
σκιάν· εἶργον δὲ ἀλλήλους, ὁ μὲν μεμισθωκέναι τὸν
ὄνον, οὐ τὴν σκιὰν λέγων, ὁ δὲ μεμισθωμένος τὴν 
πᾶσαν ἔχειν ἐξουσίαν.“ Καὶ ταῦτα εἰπὼν ἀπῄει. Τῶν δὲ
Ἀθηναίων ἐπισχόντων καὶ δεομένων πέρας ἐπιθεῖναι
τῷ λόγῳ, ,,εἶθʼ ὑπὲρ μὲν ὄνου σκιᾶς“ ἔφη ,,βούλεσθε
ἀκούειν, λέγοντος δὲ ὑπὲρ σπουδαίων πραγμάτων οὐ
βούλεσθε;“

339b. Αλλως. (C. p.213.) 
 Ἐμισθώσατό τις ὄνον ἀπιὼν εἰς Δελφούς. Καὶ ὡς
καῦμα κατήπειγεν, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου κατέδυ ὁ
μισθωσάμενος αὐτόν. Ὁ δὲ τοῦ ὄνου δεσπότης ἐμάχετο
αὐτῷ, λέγων ὅτι ,,τὸν ὄνον σοι ἐμίσθωσα, οὐχὶ καὶ
τὴν σκιὰν αὐτοῦ.“ 
 Ὁ λόγος περὶ τῶν ἐπʼ εὐτελέσι φιλονεικούντων.

340. Ὀρνιθοθήρας καὶ Κόρυδος.
(S. 189. C. 46 et p. 304. F.146.) 
 Ὀρνιθοθήρας πτηνοῖς παγίδας ἵστα· κόρυδος δὲ
αὐτὸν θεασάμενος ἠρώτα, τί ποιεῖ. Τοῦ δὲ εἰπόντος
πόλιν κτίζειν, καὶ μικρὸν ὑποχωρήσαντος, πεισθεὶς
τοῖς λόγοις προσῆλθεν· ἐσθίων δὲ τὸ δέλεαρ ἔλαθεν
ἐμπεσὼν εἰς τοὺς βρόχους. Τοῦ δὲ ὀρνιθοθήρου 
προσδραμόντος καὶ συλλαβόντος αὐτὸν, ὁ κόρυδος ἔφη·
,,ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τούς 
ἐνοικοῦντας εὑρήσεις. 
 Ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα καὶ οἶκοι καὶ 
πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσι.

341. Ὀρνιθοθήρας, Πέρδιξ καὶ Ἀλεκτορίσκος
(F. 369. C. 413. B. 124.) 
 Ὀρνιθοθήρᾳ φίλος ἐπῆλθεν ἐξαίφνης,
μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν.
ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει.
ὥρμησε δὴ πέρδικα ποικίλον θύσων,
ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν.
ὁ δʼ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι·
,,τὸ λοιπὸν “ εἶπε ,,δικτύῳ τί ποιήσεις,
ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει
εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων;
τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις;“
ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην
ἀλεκτορίσκον συλλαβεῖν ἠβουλήθη.
ὁ δʼ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας·
,,πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει,
τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ
πότʼ ἐννυχεύει χρυσότοξος Ὠρίων;
ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει,
ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;“
κἀκεῖνος εἶπεν· ,,οἶδα χρησίμους ὥρας·
ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τι δειπνῆσαι.“ 
 Ὅτι τῷ ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένῳ οὐδεὶς 
λόγος ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθʼ
ἡδονήν.

342. Ὄρνις καὶ Χελιδών. (S. 188. C. 117 et p.323. F. 145.) 
 Ὄρνις ὄφεως ὠὰ εὑροῦσα ἐπιμελῶς ἐκθερμάνασα
ἐξεκόλαπτε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· ,,ὦ 
ματαία, τί ταῦτα ἀνατρέφεις, ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ
πρώτης τοῦ ἀδικεῖν ἄρξεται;“ 

 
 Οὕτως ἀτιθάσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ 
μάλιστα εὐεργετῆται.

343. Ὄρνις χρυσοτόκος. (C. 136 et p.335. F. 153. B. 123.) 
 Ὄρνιθά τις εἶχεν ὠὰ χρυσᾶ τίκτουσαν· καὶ νομίσας
ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι, κτείνας εὕρηκεν
ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. Ὁ δὲ ἀθρόον πλοῦτον 
ἐλπίσας εὑρήσειν, καὶ τοῦ μικροῦ ἐστέρηται ἐκείνου. 
 Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι
καὶ τὴν ἀπληστίαν φεύγειν.

343b. Ἄλλως. Χὴν χρυσοτόκος. (S. 88.) 
 Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα
αὐτῷ ἐχαρίσατο ὠὰ χρύσεα τίκτουσαν· ὁ δὲ οὐκ 
ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δὲ, ὅτι
πάντα τὰ ἐντὸς χρύσεα ἔχει ὁ χὴν, οὐδὲν μελλήσας 
ἔθυσεν αὐτήν. Συνέβη δʼ αὐτὸν μὴ μόνον ὃ προσεδόκησε
σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν· τὰ γὰρ ἐντὸς
πάντα σαρκώδη εὗρεν. 
 Οὕτως πολλάκις οἱ πλεονέκται διʼ ἐπιθυμίαν πλειόνων 
 καὶ τὰ ἐν χερσὶν ὄντα προΐενται.

344. Οὐρὰ καὶ Μέλη ὄφεως. (C. 260. F. 313.) 
 Οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. 
Τὰ δὲ λοιπὰ μέλη ἔλεγον· ,,πῶς χωρὶς ὀμμάτων
καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῶα;“ Ταύτην
δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη. Ἡ οὐρὰ δὲ
ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα, ἕως εἰς
βάραθρον πετρῶν ἐνεχθεῖσα, τὴν ῥάχιν καὶ πᾶν τὸ
σῶμα ἔπληγεν. Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν, 
λέγουσα· ,,σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς κακῆς
γὰρ ἔριδος ἐπειράθην.“ 

 
 Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις 
ἐπανισταμένους ὁ λόγος ἐλέγχει.

345. Ὄφις, Γαλῆ καὶ Μύες. (C. 261. F. 314. S. 265.) 
 Ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο· οἱ δὲ 
ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπʼ ἀμφοτέρων, ὡς
ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες.
Ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἀλλήλους
μάχην, ἐπʼ ἐκείνους ἐτράπησαν. 
 Οὕτω καὶ οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν 
αὑτοὺς παρεισβάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων
παρανάλωμα γινόμενοι.

346. Ὄφις καὶ Καρκίνος. (C. 70. F.231. S. 192.) 
 Ὄφις καρκίνῳ συνδιῃτᾶτο, ἑταιρείαν πρὸς αὐτὸν
ποιησάμενος. Ὁ μὲν οὖν καρκίνος ἁπλοῦς ὢν τὸν
τρόπον, μεταβαλέσθαι κἀκείνῳ παρῄνει τῆς πανουργίας·
ὁ δὲ οὐδοτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. Ἐπιτηρήσας 
δʼ ὁ καρκίνος αὐτὸν ὑπνοῦντα, καὶ τοῦ φάρυγγος
τῇ χηλῇ λαβόμενος καὶ ὅσον οἷόν τε πιέσας, φονεύει.
Τοῦ δʼ ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος 
εἶπεν· ,,οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν
εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ
προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.

347. Ὄφις πατούμενος. (C. 119 et p.324. F. 149. S. 194.) 
 Ὄφις, ὑπὸ πολλῶν ἀνθρώπων πατούμενος, τῷ Διὶ
ἐνετύγχανεν. Ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· ,,ἀλλʼ εἰ
τὸν πρότερον πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος
ἐπεχείρησε τοῦτο ποιῆσαι.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πρότερον ἐπιβαίνουσιν
ἀνθιστάμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται.

348. Παιδίον ἐσθίον σπλάγχνα.
(C. 262 et p.391. F.40. S. 47. B. 34.) 
 Βοῦν τινες ἐπʼ ἀγρῷ θύσαντες, τοὺς συγγενεῖς
εκαλεσαν· ἐν δὲ τούτοις ἦν καὶ γυνὴ πενιχρὰ, μεθʼ ἧς
καὶ ὁ παῖς. Τὸ δὲ παιδίον, τῶν κρεῶν πλήσας τὴν 
γαστέρα καὶ ὀδυνώμενος, ἔλεγεν· ,,ὦ μῆτερ, ἐμῶ τὰ
σπλάγχνα.“ δὲ εἶπεν· ,,οὐχὶ τὰ σὰ, τέκνον, ἃ δὲ
κατέφαγες.“ 
 Ὁ λόγος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως
τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀπαιτηθῇ, οὕτως ἄχθεται, 
ὡς οἴκοθεν προῖέμενος.

349. Παῖς καὶ Πατήρ. (C. 264.) 
 Υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον, 
κυ-νηγεῖν ἐφιέμενον, εἶδε τοῦτον καθʼ ὕπνους ὑπὸ 
λέοντος ἀναλωθέντα. Φοβηθεὶς δὲ, μή πως ὁ ὄνειρος 
ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε·
κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. Ἐζωγράφησε
δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῶα,
ἐν οἷς ἦν καὶ λέων. Ὁ δὲ ταῦτα ὁρῶν πλείονα λύπην
εἶχε. Καὶ δή ποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· ,,ὡ
κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ
ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ·
τί σοι ποιήσω;“ Καὶ εἰπὼν ἐπέβαλε τῷ τοίχῳ τὴν
χεῖρα, ἐκτυφλῶσαι τὸν λέοντα. Σκόλοψ δὲ τῷ δακτύλῳ
αὐτοῦ ἐμπαρεὶς, ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος 
εἰργάσατο· πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ, θᾶττον 
τοῦ βίου μετέστησεν. Ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε 
τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα
σοφίσματι. 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς δύναται τὸ μέλλον 
ἐκφυγεῖν.

349b. Ἄλλως. Υἱὸς καὶ Λέων γεγραμμένος.
(F. 187. C p. 393. B. fragm. 135. ed.L.) 
 Υἱόν τις ἔχων μονογενῆ ἀνδρεῖον, εἶδε καθʼ ὕπνον
ὑπὸ λέοντος θνήσκειν. Ὁ δὲ φοβηθεὶς, μή πως τοὖναρ
ἀληθεύσῃ, οἴκημα τερπνὸν αὐτῷ κατασκευάσας, 
ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζώοις παντοίοις
αὐτούς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων ἀπεμορφώθη.
Ὡς οὖν ἑώρα τὸν λέοντα ὁ νέος, μᾶλλον κατεῖχεν 
αὐτὸν ἡ λύπη πλέον, ὃς ἱστάμενος τοῦ λέοντος πλησίον,
τούτῳ προσεῖπεν· ,,ὦ κάκιστον θηρίον, διὰ τὸ ὄναρ
τὸ ψευδὲς τοῦ πατρός μου, ὃ αὐτὸς ἑώρακεν ἐν ὕπνοις
μάτην, προσκατεκλείσθην φρουρᾷ τῇ γυναικείᾳ· ἆ!
τί δέ σοι ἐγὼ ἄρτι ποιήσω;“ Ταῦτα αὐτοῦ τῷ λέοντι
εἰπόντος, ἐπεξέτεινε τὴν χεῖρα ἐπὶ βάτον, τοῦ λαβεῖν
κλάδους καὶ τὸν λέοντα κροῦσαι. Εὐθὺς δὲ σκόλοψ
προσκρούσας τῷ δακτύλῳ, ἄλγει μεγάλῳ ἐφλέγμανε
τὸν νέον, καὶ παραυτίκα ἄλαλος κατεκλίθη. Ὑπανάψας
δὲ πυρετὸς ἐξαπίνης, θᾶττον ὁ νέος ἐξέλιπε τὸν βίον. 
 Ὁ μῦθος δηλοῖ, ὅτι ἃ μέλλει συμβῆναί τινι, τούτοις 
γενναίως ἐγκαρτερείτω, καὶ μὴ κατασοφιζέσθω·
οὐ γὰρ ἐκφεύξει.

350. Παῖς καὶ Σκορπίος. (F. 158. C. 263 et p.392. S. 195.) 
 Παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. Πολλὰς δὲ
συλλαβὼν, ὡς ἐθεάσατο σκορπίον, νομίσας ἀκρίδα 
εἷναι, κοιλάνας τὴν χεῖρα οἷός τε ἦν καταφέρειν αὐτοῦ.
Καὶ ὃς τὸ κέντρον ἐπάρας ἔφη· ,,εἴθε γὰρ τοῦτο 
ποιήσειας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας, ταύτας 
ἀποβάλῃς. 
 Ὁ λόγος διδάσκει ἡμᾶς, μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς
καὶ πονηροῖς τὰ αὐτὰ προσφέρειν.

350b. Ἄλλως. Παῖς ἀκρίδας θηρεύων
(C. 263 et p.393. F. 171.) 
 Παῖς τις θηρεύων ἀκρίδας περιέτυχε σκορπίῳ. Ὁ
δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος, τὸ κέντρον ὀξυ
νας, εἶπεν· ,,ἄπελθε, παῖ, μὴ κἀμὲ θηρεύων πάντας,
οὓς ἔχεις, ἀπολέσῃς.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι καλόν ἐστι τὰ ἐναντία 
γινώσκειν, καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν 
ἐκφεύγειν.

351. Παῖς κλέπτης καὶ Μήτηρ.
(S. 196. C. 48 et p. 305. F. 159.) 
 Παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον
ἀνελόμενος τῇ μητρὶ ἐκόμισε· τῆς δὲ οὐ μόνον αὐτὸν
οὐκ ἐπιπληξάσης, ἀλλὰ καὶ ἐπαινεσάσης αὐτὸν, ἐκ 
δευτέρου ἱμάτιον κλέψας ἢνεγκεν αὐτῇ, καὶ ἔτι μᾶλλον
ἐκείνη ἀπεδέξατο. Προϊὼν δὲ τοῖς χρόνοις ὁ νεανίας
ἐπὶ τὰ μείζονα ἐχώρει· ληφθεὶς δέ ποτε καὶ 
περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. Τῆς δὲ μητρὸς 
ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, ὁ νεανίας
εἶπεν· ,,θέλω τι εἰπεῖν τῇ μητρί μου εἰς τὸ οὖς·“ τῆς δὲ
προσελθούσης, ταχέως ἐπελάβετο τοῦ ὠτίου αὐτῆς, καὶ
ἀπέκοψε. Τῆς δὲ κατηγορούσης αὐτὸν ὡς δυσσεβῆ,
ἐκεῖνος ἔφη· ,,ἀλλὰ τότε, ὅτε σοὶ πρῶτον τὴν δέλτον
κλέψας ἤνεγκα, εἰ ἔπληξάς με, οὐκ ἂν μέχρι τούτου
ἐχώρησα, καὶ ἐπὶ θάνατον ἠγόμην.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι τὸ κατʼ ἀρχὰς μὴ κωλυόμενον
ἐπὶ μεῖζον αὔξει.

352. Παῖς λουόμενος. (F. 167. C. 310 ct p. 404. S. 207.) 
 Παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν
ἀποπνιγῆναι. Ἰδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ 
βοηθείᾳ ἐκάλει· ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. Τὸ

 
δὲ μειράκιον εἶπε πρὸς αὐτόν· ,,ἀλλὰ νῦν μοι βοήθει,
ὕστερον δὲ σωθέντι μέμψαι.“ 
 Ὁ μῦθος δηλοῖ τοῦτο· ,,μὴ μέμφου, πλὴν ἐλέησον.“

353. Παῖς ψεύστης. (C. 266.) 
 Παιδίον πρόβατα νέμον, ὡς λύκον ἐρχόμενον πρὸς
διαφθορὰν ὁρῶν, ἐπικαλούμενον τούς ἀγρότας ἔλεγε·
,,βοηθεῖτε ὧδε· ἔρχεται λύκος.“ Οἱ δὲ ἀγρόται 
τρέχοντες τοῦτον εὕρισκον μὴ ἀληθεύειν. Τοῦτο δὲ 
ποιήσαντος πολλάκις, εὕρισκον ψευδόμενον. Μετὰ δὲ ταῦτα
τοῦ λύκου προσελθόντος, καὶ τοῦ παιδὸς βοῶντος
,,δεῦτε, λύκος,“ οὐκέτι τις ἐπίστευε προσδραμεῖν αὐτῷ
καὶ βοηθῆσαι. Ὁ δὲ λύκος εὐρηκὼς ἄδειαν τὴν ποίμνην
πᾶσαν διέφθειρεν εὐκόλως. 
 Ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ, ὅτι καὶ ἀληθῆ
λέγων πολλάκις οὐ πιστεύεται.

353b. Ἄλλως. Ποιμὴν παίζων. (F. 166. C. p. 395.) 
 Ποιμὴν, ἐξελαύνων αὑτοῦ τὴν ποίμνην ἀπό τινος
κώμης ποῤῥωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος.
Ἐπιβοώμενος γὰρ τοὺς πολίτας ἐπὶ βοήθειαν, ἔλεγεν,
ὡς λύκοι τοῖς προβάτοις ἐπήλθοσαν. Δὶς καὶ τρὶς τῶν
ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα
μετὰ γέλωτος ἀπαλλαγέντων, συνέβη τὸ τελευταῖον τῇ
ἀληθείᾳ λύκους ἐπελθεῖν. Ἀποτεμνομένης δὲ αὐτοῦ
τῆς ποίμνης, καὶ αὐτοῦ ἐπιβοῶντος ἐπὶ βοηθείᾳ, 
ἐκεῖνοι ὑπολαβόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον
ἐφρόντιζον. Καὶ οὕτως συνέβη αὐτὸν ἀπολέσαι τὰ
πρόβατα. 
 Ὁ λόγος δηλοῖ, ὅτι τοῦτο κερδαίνουσιν οἱ 
ψευδόμενοι, τὸ μηδὲ ὅταν ἀληθεύωσι πιστεύεσθαι.

354. Παρακαταθήκας εἰληφὼς καὶ Ὅρκος. (F. 372. C. 416.) 
 Παρακαταθήκας τις λαβὼν φίλου ἀποστερεῖν 
διενοεῖτο. Καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ
ὅρκον, εὐλαβούμενος εἰς ἀγρὸν ἐπορεύετο. Γενόμενος δὲ
κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, 
ἐπυνθάνετο αὐτοῦ, τίς τε εἴη, καὶ ποῖ πορεύοιτο; Τοῦ δὲ
εἰπόντος αὑτὸν Ὅρκον εἶναι, καὶ ἐπὶ τοὺς ἀσεβεῖς 
βαδίζειν, ἐκ δευτέρου ἠρώτα, διὰ πόσου χρόνου φοιτᾶν
ταῖς πόλεσι εἴωθεν. Ὁ δὲ ἔφη· ,,διὰ τεσσαράκοντα
ἐτῶν, ἐνίοτε δὲ καὶ διὰ τριάκοντα.“ Καὶ ὃς οὐδὲν 
μελλήσας τῇ ὑστεραίᾳ ὤμοσε μὴ εἰληφέναι τὴν 
παρακαταθήκην. Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπʼ
αὐτοῦ ἐπὶ κρημνὸν, ᾐτιᾶτο αὐτὸν, ὡς, προειπὼν αὐτῷ
διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν
ἡμέραν ἄδειαν δέδωκεν. Ὁ δὲ ὑπολαβὼν ἔφη· ,,ἀλλʼ
εὖ ἴσθι, ὡς ὅταν μέλλῃ τις ἀνιᾶσαί με καὶ αὐθημερὸν
ἐπιφοιτᾶν εἴωθα.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι ἀδιόριστός ἐστιν ἡ κατὰ τῶν
ἀσεβῶν ἐκ θεοῦ τιμωρία.

355. Πένθους γέρας.
(C. 321. F. 393. ex Plut. Consol. ad Apoll. c. 19.) 
 Φασί τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα πρὸς
Ἀρσινόην τὴν βασίλισσαν, πενθοῦσαν τὸν υἱὸν, τοιούτῳ 
χρήσασθαι λόγῳ, φάμενον ὅτι ,,Καθʼ ὃν χρόνον
ὁ Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμὰς, οὐκ ἔτυχε παρὸν
τὸ πένθος· ἤδη δὲ νενεμημένων, ἦλθεν ὕστερον. Τὸν
οὖν Δία, ὡς ἠξίου καὶ αὑτῷ τιμὴν διδόναι, ἀποροῦντα
διὰ τὸ ἤδη καταναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην
αὐτῷ δοῦναι τὴν ἐπὶ τοῖς τελευτήσασι γιγνομένην, οἷον
δάκρυα καὶ λύπας. Ὥσπερ οὖν τοὺς ἄλλους δαίμονας,
ὑφʼ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον

 
καὶ τὸ πένθος. Ἐὰν μὲν αὐτὸ ἀτιμάσῃς, ὦ γύναι, οὐ
προσελεύσεταί σοι· ἐὰν δὲ τιμᾶται ὑπὸ σοῦ ἐπιμελῶς
ταῖς δοθείσαις αὐτῷ τιμαῖς, λύπαις καὶ θρήνοις, 
ἀγαπήσει σε, καὶ ἀεί τί σοι παρέξεται τοιοῦτον, ἐφʼ ᾧ 
τιμηθήσεται παρὰ σοῦ συνεχῶς.

356. Πέρδιξ καὶ Ἄνθρωπος. (C. 164 et p.353. F. 172.) 
 Πέρδικά τις θηρεύσας ἢμελλε σφάξαι· ἡ δὲ ἱκέτευε
λέγουσα· ,,ἔασόν με ζῆν· ἀντʼ ἐμοῦ πολλὰς πέρδικας ἐγώ
σοι κυνηγήσω.“ Ὁ δὲ εἶπεν· ,,διʼ αὐτὸ τοῦτο μᾶλλόν
σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι
θέλεις.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων 
δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν 
κινδύνων ἐμπεσεῖται.

357. Περιστερὰ διψῶσα. (S.197. C. 120 et p. 324. F. 160.) 
 Περιστερὰ δίψει συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι
πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαβεν ἀληθινὸν 
εἶναι· διόπερ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν
ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα καὶ ἐντινάξασα. Συνέβη
οὖν αὐτῇ, τῶν πτερῶν περικλασθέντων, ἐπὶ τὴν γῆν
καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων 
καταληφθῆναι. 
 Οὕτως ἔνιοι τῶν ἀνθρώπων, διὰ σφοδρὰς 
ἐπιθυμίας ἀπερισκέπτως τοῖς πράγμασιν ἐπιχειροῦντες, 
ἑαυτοὺς εἰς ὄλεθρον βάλλουσι.

358. Περιστερὰ καὶ Κορώνη. (S.198. C. 121 et p.325. F. 161.) 
 Περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐπὶ 
πολυτεκνίᾳ ἐφρυάττετο. Κορώνη δὲ αὐτῆς ἀκούσασα
ἔφη· ,,ἀλλʼ, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη· 

 
ὅσον γὰρ ἂν πλείονα ποιῇς, τοσοῦτον περιττοτέρας 
λύπας συνάγεις.“ 
 Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν, ὅσοι
ἐν τῇ δουλείᾳ τέκνα ποιοῦσι πολλά.

359. Πῆραι δύο. (C. 337. F. 407. B. 66.) 
 Ἀνθρώπων ἕκαστος δύο πήρας φέρει, τὴν μὲν 
ἔμπροσθεν, τὴν δὲ ὄπισθεν, γέμει δὲ κακῶν ἑκατέρα·
ἀλλʼ ἡ μὲν ἔμπροσθεν ἀλλοτρίων, ἡ δὲ ὄπισθεν τῶν
αὐτοῦ τοῦ φέροντος. Καὶ διὰ τοῦτο οἱ ἄνθρωποι τὰ
μὲν ἐξ αὐτῶν κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ
ἀκριβῶς θεῶνται.

360. Πίθηκοι ὀρχησταί. (C. 355. F. 405. ex Luc. Piscat. 36.) 
 Λέγεται βασιλεύς τις Αἰγύπτιος πιθήκους ποτὲ
πυῤῥιχίζειν διδάξαι· καὶ τὰ θηρία (μιμηλότατα δέ ἐστι
τῶν ἀνθρωπίνων) ἐκμαθεῖν τάχιστα καὶ ὀρχεῖσθαι,
ἁλουργίδας ἀμπεχόμενα καὶ προσωπεῖα περικείμενα· καὶ
μέχρι γε πολλοῦ εὐδοκιμεῖν τὴν θέαν, ἄχρι δή τις θεατὴς
ἀστεῖος, κάρυα ὑπὸ κόλπον ἔχων, ἀφῆκεν ἐς τὸ μέσον.
Οἱ δὲ πίθηκοι ἰδόντες καὶ ἐκλαθόμενοι τῆς ὀρχήσεως,
τοῦθʼ ὅπερ ἦσαν, πίθηκοι ἐγένοντο ἀντὶ πυῤῥιχιστῶν,
καὶ ξυνέτριβον τὰ προσωπεῖα, καὶ τὴν ἐσθῆτα κατεῤῥήγνυον, 
καὶ ἐμάχοντο περὶ τῆς ὀπώρας πρὸς ἀλλήλους·
τὸ δὲ σύνταγμα τῆς πυῤῥίχης διελέλυτο καὶ κατεγελᾶτο
ὑπὸ τοῦ θεάτρου.

361. Πίθηκοι πόλιν οἰκίζοντες.
(C. 367. ex Hermog. Progymn. Vol. Ι, p. 13. Walz.) 
 Οἱ πίθηκοι συνελθόντες ἐβουλεύοντο περὶ τοῦ
χρῆναι πόλιν οἰκίζειν· καὶ ἐπειδὴ ἔδοξεν αὐτοῖς, ἤμελλον
ἅπτεσθαι τοῦ ἔργου. Γέρων οὖν τις πίθηκος ἐπέσχεν

 
αὐτοὺς εἰπών, ὅτι ῥᾷον ἁλώσονται περιβόλων ἐντὸς 
ἀποληφθέντες.

362. Πίθηκος καὶ Ἁλιεῖς. (S. 199. C. 30 et p. 404. F. 162.) 
 Πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθήμενος, ὡς
ἐθεάσατο ἁλιεῖς ἔν τινι ποταμῷ σαγήνην βάλλοντας,
παρετήρει τὰ ὑπʼ αὐτῶν πραττόμενα. Ὡς δὲ ἐκεῖνοι
τὴν σαγήνην ἀνασπάσαντες μικρὸν ἄποθεν ἠρίστων, ὁ
πίθηκος καταβὰς ἀπὸ τοῦ δένδρου ἐπειρᾶτο καὶ αὐτὸς
τὰ αὐτὰ πράττειν· φασὶ γὰρ μιμητικὸν ζῶον εἶναι
τοῦτο. Ἐφαψάμενος δὲ τῶν δικτύων ὡς συνελήφθη,
ἔφη πρὸς ἑαυτόν· ,,ἀλλʼ ἔγωγε δίκαια πέπονθα· τί
γὰρ, ἁλιεύειν μὴ μαθών, τούτῳ ἐπεχείρουν;“ 
 Ὁ λόγος δηλοῖ, ὅτι ἡ τῶν μηδὲν προσηκόντων 
ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής ἐστι.

363. Πίθηκος καὶ Δελφίς. (C. 88. F.242. S.74.) 
 Ἔθους ὄντος τοῖς πλέουσι μελιταῖα κυνίδια καὶ 
πιθήκους ἐπάγεσθαι πρὸς παραμυθίαν τοῦ πλοῦ, πλέων
τις εἶχε σὺν ἑαυτῷ καὶ πίθηκον. Γενομένων δʼ αὐτῶν
κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμιῶνα
σφοδρὸν συνέβη γενέσθαι. Τῆς δὲ νεὼς περιτραπείσης
καὶ πάντων διακολυμβώντων, ἐνήχετο καὶ ὁ πίθηκος.
Δελφὶς δέ τις αὐτὸν θεασάμενος καὶ ἅνθρωπον εἶναι
ὑπολαβὼν, ὑπελθὼν ἀνεῖχε διακομίζων ἐπὶ τὴν χέρσον.
Ὡς δὲ κατὰ τὸν Πειραιᾶ ἐγένετο, τὸ τῶν Αθηναίων
ἐπίνειον, ἐπυνθάνετο τοῦ πιθήκου, εἰ τὸ γένος ἐστὶν
Αθηναῖος. Τοῦ δὲ εἰπόντος, καὶ λαμπρῶν ἐνταῦθα 
τετυχηκέναι γονέων, ἐπανήρετο, εἰ καὶ τὸν Πειραιᾶ 
ἐπίσταται. Ὑπολαβὼν δὲ ὁ πίθηκος περὶ ἀνθρώπου αὐτὸν
λέγειν, ἔφη, καὶ μάλα φίλον εἶναι αὐτῷ καὶ συνήθη.
Καὶ ὁ δελφὶς ἐπὶ τοσούτῳ ψεύδει ἀγανακτήσας, βαπτίζων 
αὐτὸν ἀπέκτεινεν. 

 
 Ὁ μῦθος πρὸς ἄνδρας, οἳ τὴν ἀλήθειαν οὐκ 
εἰδότες ἀπατᾶν νομίζουσιν.

364. Πίθηκος καὶ Ζεύς. (B. 56.) 
 Εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζώοις
ὁ Ζεὺς ἔθηκε, πάντα δʼ ἔβλεπεν κρίνων.
ἦλθεν δὲ καὶ πίθηκος, ὡς καλὴ μήτηρ
πίθωνα γυμνὸν σιμὸν ἠρμένη κόλποις.
γέλως δʼ ἐπʼ αὐτῷ τοῖς θεοῖς ἐκινήθη·
ἡ δʼ εἶπεν οὔτω· ,,Ζεὺς μὲν οἶδε τὴν νίκην·
ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων.“ 
 [Ὁ λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν·
τά γʼ αὐτὸς αὑτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.]

365. Πίθηκος καὶ Κάμηλος. (C. 387. F. 71.) 
 Ἐν συνόδῳ τῶν ἀλόγων ζώων πίθηκος ἀναστὰς
ὠρχεῖτο. Σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος, καὶ ὑπὸ
πάντων ἐπισημαινομένου, κάμηλος φθονήσασα 
ἠβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. Διόπερ ἐξαναστᾶσα 
ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι· πολλὰ δὲ αὐτῆς ἄτοπα 
ποιησάσης, τὰ ζῶα ἀγανακτήσαντα, ῥοπάλοις αὐτὴν παίοντα
ἐξήλασαν. 
 Πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους
καὶ σφαλλομένους ὁ λόγος εὔκαιρος.

366. Πιθήκου παῖδες. (F. 182. C. 267 et p. 396. S. 215.) 
 Τοὺς πιθήκους φασὶ δύο τίκτειν, καὶ τὸ μὲν ἓν
τῶν γεννημάτων στέργειν καὶ μετʼ ἐπιμελείας τρέφειν,
τὸ δὲ ἕτερον μισεῖν καὶ ἀμελεῖν. Συμβαίνει δὲ κατά
τινα θείαν τύχην, τὸ μὲν ἐπιμελούμενον ἡδέως καὶ
ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸ δὲ
ὀλιγωρούμενον ἐκτελειοῦσθαι. 

 
 Ὁ λόγος δηλοῖ, ὅτι πάσης προνοίας ἡ τύχη 
δυνατωτέρα καθέστηκε.

366b. Ἄλλως. (C. 267. B.35.) 
 Δύο γεννᾷ τέκνα μιμώ· καὶ τὸ μὲν ἓν ἀγαπᾷ, τὸ
δὲ ἕτερον μισεῖ. Καὶ ὃ μὲν στέργει, ἀεὶ ἐν τοῖς κόλποις
περιφέρουσα καὶ τιθεῖσα ἔνθεν κἀκεῖθεν καὶ τοῦτο 
καταφιλοῦσα ἀποπνίγει· ὃ δὲ μισεῖ καὶ διώκει, τοῦτο ἐν
ταῖς ἐρημίαις ἀπελθὸν ζῇ καθʼ αὐτό. 
 Ὅτι τισὶν ἐχθραίνειν μᾶλλόν ἐστι καλὸν ἢ φιλεῖν.

367. Πλέωτες. (C. 268. F. 315.) 
 Ἐμβάντες τινὲς εἰς σκάφος ἔπλεον. Γενομένων δὲ
αὐτῶν πελαγίων, συνέβη χειμῶνα ἐξαίσιον γενέσθαι,
καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. Τῶν δὲ πλεόντων
ἕτερος περιῤῥηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο
μετὰ οἰμωγῆς καὶ στεναγμῶν, χαριστήρια ἀποδώσειν 
ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. Παυσαμένου
δὲ τοῦ χειμῶνος καὶ πάλιν γαλήνης γενομένης, εἰς 
εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων, ἅτε δὴ ἐξ
ἀπροσδοκήτου διαπεφευγότες κινδύνου. Καὶ στεῤῥζὸς
ὁ κυβερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· ,,ἀλλʼ ὦ 
φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ, ὡς πάλιν, ἐὰν τύχῃ,
χειμῶνος ἐσομένου.“ 
 Μὴ σφόδρα κατεπαίρεσθαι ταῖς εὐτυχίαις ὁ μῦθος
διδάσκει, τῆς τύχης τὸ εὐμετάβλητον ἐννοουμένους.

368. Πλούσιος καὶ Βυρσοδέψης. (S. 200. C. 269. F. 316.) 
 Πλούσιος βυρσοδέψῃ παρακείμενος, μὴ δυνάμενος
τὴν δυσωδίαν φέρειν, ἐπέκειτο αὐτῷ, ἵνα μεταβῇ. Ὁ
δὲ ἀνεβάλλετο, λέγων μετʼ ὀλίγον χρόνον μεταβήσεσθαι. 
Τούτου δὲ συνεχῶς γενομένου, συνέβη τὸν

 
πλούσιον ἐν συνηθείᾳ τῆς ὀσμῆς τούτου γενόμενον,
μηκέτι αὐτῷ διενοχλεῖν. 
 Ὁ λόγος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν
πραγμάτων καταπραΰνει.

369. Πλούσιος καὶ Θᾶρηνῳδοί. (S 201. C.122 et p.325. F.163.) 
 Πλούσιος δύο θυγατέρας ἔχων, τῆς μιᾶς ἀποθανούσης, 
θρηνούσας ἐμισθώσατο. Τῆς δὲ ἑτέρας παιδὸς
λαλούσης· ,,ὡς ἄθλιαι, εἴγε αὐταὶ, ὧν ἐστι τὸ πάθος,
θρηνεῖν οὐκ ἴσμεν, αἰ δὲ μηδὲν προσήκουσαι οὕτω 
σφοδρῶς κόπτονται καὶ κλαίουσιν,“ ἡ μήτηρ ἔφη· ,,μὴ
θαύμαζε, τέκνον, εἰ αὗται οὕτως θρηνοῦσιν· ἐπὶ γὰρ
ἀργυρίῳ τοῦτο ποιοῦσιν.“ 
 Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ
ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν.

370. Ποιμὴν καὶ Θάλασσα. (C. 49.) 
 Ποιμὴν, ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων,
ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν, ἐπεθύμησε πλεῦσαι 
πρὸς ἐμπορίαν. Ἀπεμπολήσας οὖν τὰ πρόβατα καὶ
φοινίκων βαλάνους πριάμενος, ἀνήχθη. Χειμῶνος δὲ
σφοδροῦ γενομένου, καὶ τῆς νεὼς κινδυνευούσης 
βαπτίζεσθαι, πάντα τὸν φόρτον ἐκβαλὼν εἰς τὴν 
θάλατταν, μόλις κενῇ τῇ νηιῒ διεσώθη. Μετὰ δʼ ἡμέρας οὐκ
ὀλίγας παριόντος τινὸς, καὶ τῆς θαλάττης (ἔτυχε γὰρ
αὕτη γαληνιῶσα) τὴν ἠρεμίαν θαυμάζοντος, ὑπολαβὼν
οὗτος εἶπε· ,,φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ,
καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις
μαθήματα γίνεται.

370b. Ἄλλως. (F. 164. C. p.306. S. 203.) 
 Ποιμιὴν ἔν τινι τόπῳ παραθαλασσίῳ ποίμνια νέμων,

 
ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνόν τε καὶ πραεῖαν,
ἐπεθύμησε πλεῦσαι· διόπερ πωλήσας αὑτοῦ τὰ πρόβατα 
καὶ φοίνικας ἀγοράσας, ναῦν ἐμφορτωσάμενος
ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς
περιτραπείσης, πάντα ἀπολέσας αὐτὸς μόλις ἐπὶ τῆς
γῆς διεσώθη. Μετʼ οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσ-
σης γαληνιώσης, ὡς ἐθεάσατό τινα παριόντα καὶ ἐπαι-
νοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· ,,ὦ οὗτος,
αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ. 
 Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνε-
ται μαθήματα.

371. Ποιμὴν καὶ Κύων. (C. 271. F. 317. B. 113.) 
 Μάνδρας εἴσω πρόβατα ποιμὴν εἰσάγων, λύκον
ἤμελλε συγκλεῖσαι, εἰ μὴ κύων ἰδὼν τοῦτον εἶπε πρὸς
τὸν ποιμένα· ,,πῶς, τὰ πρόβατα σῶσαι θέλων, τόνδε
τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ; 
 Ὅτι μεγίστην βλάβην καὶ θάνατον οἶδε προσφέρειν
ἡ τῶν κακῶν συνουσία.

372. Ποιμὴν καὶ Κύων. (C. 272. F. 318. S. 202.) 
 Ποιμὴν, ἔχων κύνα παμμεγέθη, τούτῳ εἰώθει τὰ
ἔμβρυα καὶ τὰ ἀποθνήσκοντα τῶν προβάτων παραβάλλειν. 
Καὶ δὴ ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν
θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ
σαίνοντα αὐτὰ, εἶπεν· ,,ἀλλʼ ὦ οὗτος, ὃ θέλεις σύ 
τούτοις, ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο.“ 
 Πρὸς ἄνδρα λόγοις μὲν φίλον φαινόμενον, πονηρὰ
δὲ κατὰ νοῦν βουλευόμενον.

372b. Αλλως. Ποιμὴν καὶ Σκύλαξ. (C. p. 179.) 
 Ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνησκόντων 
προβάτων. Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης

 
ἵστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν· 
καὶ ὁμαλίζων αὐτὸν εἶπεν· ,,καλῶς ποιεῖς συμπαθῶν·
πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμβαίη ὅπερ
θέλεις.“ 
 Ὅτι τοιοῦτος πᾶς ἐστιν, ὃς κληρονόμος ἐστίν.

373. Ποιμὴν καὶ Λυκιδεῖς. (C. 273. F. 319. S.205.) 
 Ποιμὴν εὑρὼν λυκιδεῖς, τούτους μετὰ πολλῆς 
ἐπιμελείας ἀνέτρεφεν, οἰόμενος, ὅτι τελειωθέντες οὐ 
μόνον τὰ ἑαυτοῦ πρόβατα τηρήσουσιν, ἀλλὰ καὶ ἕτερα
ἁρπάζοντες αὐτῷ οἴσουσιν. Οἱ δὲ ὡς τάχιστα 
ηὐξήθησαν, ἀδείας τυχόντες πρώτην αὐτοῦ τὴν ποίμνην 
διαφθείρειν ἤρξαντο. Ὁ δὲ ἀναστενάξας εἶπεν· ,,ἀλλʼ
ἔγωγε δίκαια πέπονθα· τί γὰρ τούτους νηπίους ὄντας
ἔσωζον, οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν;“ 
 Οὕτως οἱ τοὺς πονηροὺς περισώζοντες λανθάνουσι
καθʼ αὐτῶν πρῶτον αὐτοὺς ῥωννύντες.

374. Ποιμὴν καὶ Λύκος. (C. 71. F. 232. B. fragm. 134. ed. L.) 
 Ποιμὴν, νεογνὸν λύκου σκύμνον εὑρὼν καὶ 
ἀνελόμενος, σὺν τοῖς κυσὶν ἔτρεφεν. Ἐπεὶ δὲ ηὐξήθη, εἴ
ποτε λύκος πρόβατον ἥρπασε, μετὰ τῶν κυνῶν καὶ 
αὐτὸς ἐδίωκε. Τῶν δὲ κυνῶν ἔσθʼ ὅτε μὴ δυναμένων 
καταλαβεῖν τὸν λύκον, καὶ διὰ ταῦτα ὑποστρεφόντων,
ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαβὼν, οἷα
δὴ λύκος, συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν.
Εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόβατον, αὐτὸς 
λάθρᾳ θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως ὁ ποιμὴν 
στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον, εἰς δένδρον αὐτὸν
ἀναρτήσας ἀπέκτεινεν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι φύσις πονηρὰ χρηστὸν ἦθος οὐ
τρέφει.

375. Ποιμὴν καὶ Λύκος. (F. 373. C. 417.) 
 Ποιμὴν μικρὸν λύκον εὑρὼν ἐθρέψατο, εἶτα
σκύμνον γενόμενον ἐδίδαξεν ἁρπάζειν ἑκ τῶν σύνεγγυς
ποιμνίων. Ὁ λύκος δὲ διδαχθεὶς ἔφη· ,,ὅρα, μή πως
σὺ ἐθίσας με ἁρπάζειν, πολλὰ τῶν σεαυτοῦ προβάτων
ζητήσῃς 
 Οἱ τῇ φύσει δεινοὶ, ἁρπάζειν καὶ πλεονεκτεῖν 
μαθόντες, τοὺς διδάξαντας πολλάκις πλείονα ἔβλαψαν.

376. Ποιμὴν καὶ Λύκος. (C. 270.) 
 Ἔδοξέ ποτε τῷ λύκῳ τὴν φύσιν τῷ σχήματι 
μεταλλάξασθαι, ὡς ἂν οὕτως ἀφθονίαν ἕξῃ τροφῆς· καὶ 
δορὰν οἰὸς περιβεβλημένος μετὰ τῆς ποίμνης ἐνέμετο, τὸν
ποιμένα φενακίσας τῷ μηχανήματι. Νυκτὸς δὲ γενομένης, 
συναπεκλείσθη καὶ ὁ θὴρ παρὰ τοῦ ποιμένος τῇ
μάνδρᾳ, καὶ φραγμὸς τῇ εἰσόδῳ περιετέθη, καὶ ἀτεχνῶς
ὁ περίβολος κατησφάλιστο. Ὡς δὲ ὁ ποιμὴν ἠράσθη
τροφῆς, μαχαίρᾳ τὸν λύκον ἀπέκτεινεν. 
 Οὕτως ἄρα ὁ τὸν ἐπείσακτον κόσμον ὑποκριθεὶς
τῆς ζωῆς πολλάκις ἐστέρηται, καὶ τὴν σκηνὴν εὗρε 
παραιτίαν μεγάλου συμπτώματος.

377. Ποιμὴν καὶ Μάγειρος. (C. 329. F. 400.) 
 Ποιμὴν ἀνὴρ καὶ μάγειρος ἐβάδιζον ἄμφω κοινὴν
ὁδόν. Ἰδόντες δὲ ἐκ ποίμνης ἄρνα εὐτραφῆ πλανώμενον, 
ἀπολειφοθέντα τῶν συννόμων, ὤσαντο ἐπʼ αὐτὸν
ἄμφω· ἦν δʼ ἄρα τότε ὁμόφωνα καὶ τὰ θηρία τοῖς 
ἀνθρώποις. Ἐρωτᾷ ὁ ἀμνὸς, τίς ὢν ἑκάτερος ἐθέλει 
αὐτὸν μεταχειρίσασθαι καὶ ἄγειν. Ὡς δὲ ἐπύθετο τἀληθῆ
αὐτὰ καὶ ἀμφοῖν τὴν τέχνην, φέρων ἑαυτὸν ἐπιτρέπει
τῷ ποιμένι, λέγων πρὸς τὸν μάγειρον· ,,σὺ μὲν γὰρ

 
δήμιός τις εἶ καὶ μιαιφόνος τῆς ἀρνῶν ποίμνης, τούτῳ
δʼ ἐξαρκέσειεν ἂν καλῶς τὰ ἡμέτερα ἔθη.“

378. Ποιμὴν καὶ Πρόβατα. (F. 165. C. 123 e p.326. S. 204.) 
 Ποιμὴν ἐλάσας τὰ πρόβατα εἰς τινα δρυμῶνα, ὡς
ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας
τὸ ἱμάτιον ἐπὶ ταύτην ἀνέβη, καὶ τὸν καρπὸν κατέσειε.
Τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους, ἔλαθε
διαῤῥήξαντα καὶ τὸ ἱμάτιον. Ὁ δὲ ποιμὴν καταβὰς, ὡς
ἐθεάσατο τὸ γεγονὸς, εἶπεν· ,,ὦ κάκιστα ζῶα, ὑμεῖς
τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτα παρέχετε, ἐμοῦ δὲ τοῦ 
τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλεσθε.“ 
 Οὕτως καὶ τῶν ἀνθρώπων πολλοὶ, διʼ ἄγνοιαν τοὺς
μηδὲν προσήκοντας εὐεργετοῦντες, κατὰ τῶν οἰκείων
φαῦλα ἐργάζονται.

379. Πολεμιστὴς καὶ Κόρακες. (C. 319. F. 390.) 
 Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ
κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν. Εἶτα ἀναλαβὼν αὖ-
θις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος
εἶπεν· ,,ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς δυνατὸν,
ἐμοῦ δὲ οὐ γεύσεσθε.“

380. Ποταμοὶ καὶ Θάλασσα. (C. 371. F. 330.) 
 Ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ, καὶ τὴν θάλασσαν
κατῃτιῶντο, λέγοντες αὐτῇ· ,,διὰ τί ἡμᾶς, εἰσερχομένους 
ἐν τοῖς σοῖς ὕδασι, καὶ ὑπάρχοντας ποτίμους καὶ
γλυκεῖς, ἀπεργάζῃ ἁλμυροὺς καὶ ἀπότους;“ Ἡ δὲ 
θάλασσα ἰδοῦσα, ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς
αὐτούς· ,,μὴ ἔρχεσθε καὶ μὴ γίνεσθε ἀλμυροι.“ 
 Οὗτος ὁ μῦθος ποριστᾷ τοὺς ἀκαίρως αἰτιωμένους
τινὰς, καὶ παρʼ αὐτῶν μᾶλλον ὠφελουμένους.

381. Ποταμὸς καὶ Βύρσα. (C. 341. F 422.) 
 Ποταμὸς, διʼ αὐτοῦ βύρσαν φερομένην ἰδὼν, 
ἠρώτησε, τίς καλεῖται. δὲ εἶπε,,ξηρά.“ Ἐπικαχλάσας δὲ
τῷ ῥεύματι εἶπεν· ,,ἄλλο τι ζήτει καλεῖσθαι· ἁπαλὴν
γὰρ ἐγὼ ἤδη ταχὺ ποιήσω σε.“

382. Πρόβατον κειρόμενον. (S. 208. F. 168. C. p.399.) 
 Πρόβατον ἀφυῶς κειρόμενον πρὸς τοὺς κείροντας
ἔφη· ,,εἰ μὲν ἔρια ζητεῖτε, ἀνωτέρω τέμνετε· εἰ δὲ
κρέως ἐπιθυμεῖτε, ἅπαξ με καταθύσατε, τοῦ κατὰ 
μικρὸν βασανίζειν ἀπαλλάξαντες.“ 
 Πρὸς τοὺς ἀφυῶς ταῖς τέχναις προσφερομένους ὁ
λόγος εὔκαιρος.

382b. Ἄλλως. Χήρα καὶ Πρόβατον. (C. 288. B. 51.) 
 Ἐν τόπῳ τινὶ χήρα τις εἶχε πρόβατον. Τούτου δὲ
τὸν πόκον λαβεῖν θέλουσα, ἔκειρεν ἀτέχνως, σὺν τῷ
μαλλῷ καὶ τὴν σάρκα ψαλίζουσα. Τὸ δὲ πρόβατον ἀλγοῦν 
ἔλεγε· ,,τί με βλάπτεις; πόσην γὰρ ὁλκὴν τὸ ἐμὸν
αἷμα προσθήσει; Καὶ εἰ μὲν κρεῶν, ὦ δέσποινα, χρῄζεις, 
μάγειρος ἔστιν, ὃς μὲ συντόμως θύσει· εἰ δʼ ἐρίου
καὶ πόκου, κουρεὺς ἔστι πάλιν, ὃs καὶ κερεῖ με καὶ
σώσει.“ 
 Οἱ ἀπειρίαν πράγματός τινος ἔχοντες καὶ διὰ 
πλεονεξίαν τοῦτο μεταχειριζόμενοι οὐ τοσοῦτον κέρδος,
ὅσην βλάβην καρποῦνται.

383. Προμηθεὺς καὶ Ἄνθρωποι. (C. 274. F.320.) 
 Προμηθεὺς κατὰ πρόσταξιν τοῦ Διὸς ἀνθρώήπους
ἔπλασε καὶ θηρία. Ὁ δὲ Ζεὺς θεασάμενος πολλῷ πλείονα
τὰ ἄλογα ζῶα, ἐκέλευσεν αὐτὸν τῶν θηρίων τινὰ
διαφθείραντα ἀνθρώπους μετατυπῶσαι. Τοῦ δὲ τὸ
προσταχθὲν ποιήσαντος, συνέβη τοὺς ἐκ τούτων 

 
πλασθέντας τὴν μὲν μορφὴν ἀνθρώπων ἔχειν, τὰς δὲ 
ψυχὰς θηριώδεις. 
 Ἔλεγχον ὁ μῦθος ἔχει πρὸς ἄνδρας θηριώδεις καὶ
ὀργίλους.

384. Ῥόδον καὶ Ἀμάρατον. (C. 275. F. 321.) 
 Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη πρὸς αὐτό· ,,οἷον
ἄνθος εὐπρεπὲς εἶ, ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις·
μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίαρ.“ Τὸ δὲ 
εἷπεν· ,,ἐγὼ μὲν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ,
καὶ, κἂν μηδεὶς κόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς ἀεὶ,
καὶ ζῇς οὕτω νέον.“ 
 Ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν, ἢ
πρὸς ὀλίγον τρυφήσαντα μεταβολῆς δυστυχοῦς τυχεῖν
ἢ καὶ ἀποθανεῖν.

385. Ῥωιὰ καὶ Μηλέα καὶ Βάτος.
(S. 209. C.50 et p. 307. F. 176.) 
 Ῥοιὰ καὶ μηλέα περὶ εὐκαρπίας ἤριζον· πολλοῦ δὲ
τοῦ νείκους ἀναφθέντος, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ
ἀκούσασα εἶπεν· ,,ἀλλʼ, ὦ φίλαι, παυσώμεθά ποτε
μαχόμεναι. 
 Οὕτω παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ 
μηδενὸς ἄξιοι πειρῶνταί τινες εἶναι.

386. Σαλπιγκτής. (C. 142 et p.340. F. 81.) 
 Σαλπιγκτὴς, στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς
ὑπὸ τῶν πολεμίων, ἐβόα· ,,μὴ κτείνετέ με, ὦ ἄνδρες,
εἰκῆ καὶ μάτην· οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν
γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι.“ Οἱ δὲ
πρὸς αὐτὸν ἔφασαν· ,,διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ,
ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν, τοὺς πάντας πρὸς 
μάχην ἐγείρεις.“ 

 
 Ὁ μῦθος δηλοῖ, ὅτι πλέον πταίουσιν οἱ τοὺς κα
κοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ 
κακοποιεῖν.

387. Σάτυρος καὶ Πῦρ.
(C. 340. F. 398. ex Plut. de capienda ex inimicis ulilit. c. 2.) 
 Τοῦ Σατύρου τὸ πῦρ, ὡς πρῶτον ὤφθη, βουλομένου 
φιλῆσαι καὶ περιβαλεῖν, ὁ Προμηθεύς· 
 ,, Τράγος γένειον ἆρα πενθήσεις σύ γε·“
καίει τὸν ἁψάμενον, ἀλλὰ φῶς παρέχει καὶ θερμότητα,
καὶ τέχνης ἀπάσης ὄργανόν ἐστι τοῖς χρῆσθαι 
μαθοῦσιν.

388. Σαύρα. (Β. 41.) 
 Διαῥραγῆναί φασιν ἐκ μέσου νώτου
δράκοντι μῆκος ἐξισουμένην σαύραν. 
 Βλάψεις σεαυτὸν κοὐδὲν ἄλλο ποιήσεις,
ἂν τόν σε λίαν ὑπερέχοντα μιμήσῃ.

389. Σλήνη καὶ Μήτηρ.
(C. 325. F. 396. ex Plut. VII Sap. Conv. c. 14.) 
 Σελήνη ποτὲ ἐδεῖτο τῆς ἑαυτῆς μητρὸς, ὅπως αὐτῇ
χιτώνιον ὑφάνῃ σύμμετρον. Ἡ δʼ εἶπεν· ,,καὶ πῶς
σύμμετρον ὑφήνω; νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον,
αὖθις δὲ μηνοειδῆ, ποτὲ δʼ ἀμφίκυρτον.“ 
 Οὕτω καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν 
ἐστι μέτρον οὐσίας· ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς
χρείαις διὰ τὰς ἐπιθυμίας καὶ τὰς τύχας.

390. Σκύλακες δύο.
(Plut. Apophth. Lacon. p.225 F. Cf. Cor. 394.) 
 Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης 
διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν

 
βίου τάξιν μετάγειν, καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι
(ἁβροδίαιτοι γὰρ ἦσαν), δύο σκύλακας ἀνέθρεψε
τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους· καὶ τὸν μὲν
εἴθισε περὶ λιχνείας, οἴκοι ἐάσας· τὸν δὲ ἐπαγόμενος
ἤσκησε περὶ κυνηγέσια. Ἔπειτα ἀγαγὼν εἰς τὴν 
ἐκκλησίαν, ἔθηκε λεκάνας καὶ λιχνείας τινὰς, ἀφῆκε δὲ
καὶ λαγών· ἐπὶ τὰ συνήθη δʼ ἑκατέρου ὁρμήσαντος,
καὶ θατέρου τὸν λαγὼν χειρωσαμένου, εἶπεν· ,,ὁρᾶτε,
ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες, ἐν τῇ τοῦ
βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν,
καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ
τυγχάνει.“ Τινὲς δέ φασιν, ὡς οὐ παρῆγε σκύλακας,
οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλʼ ὁ μὲν ἐξ
οἰκουρῶν, ἕτερος δὲ κυνηγετῶν· κἄπειτα τὸν μὲν ἐκ
τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δὲ
ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον ἤσκησεν· εἶθʼ
ἑκατέρου ἐφʼ ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας,
ὅσον ἡ ἀγωγὴ πρὸς τὰ ἀμείνω καὶ χείρω συλλαμβάνε-
ται, εἶπεν· ,,οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ
παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφʼ
Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττομεν, διʼ ἅ
ἐκεῖνος ἀπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος 
ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ διʼ
ὅλου τοῦ βίου.“

391. Στρουθοκάμηλος. (C. 351.) 
 Πᾶσιν πεφύκει θηρσὶ καὶ πτηνοῖς μάχη
ἥλω Λίβυσσα στρουθὸς, ἣ τούσδʼ ἐπλάνα,
εἶναι μὲν ὄρνις, ἐκ μέσου δὲ θηρίον,
πτηνοῖς κάραν δεικνῦσα, τοῖς θηρσὶν πόδας. 
 Πρὸς τοὺς δυσὶ κυρίοις δουλεύοντας καὶ 
πλανῶντας ἀμφοτέρους.

392. Σφῆκες καὶ Πέρδικες καὶ Γωργός.
(C. 52 et p.307. F.178. S.211.) 
 Σφῆκες καὶ πέρδικες, δίψῃ συνεχόμενοι, πρὸς
γεωργὸν ἠλθον, παρʼ αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι
ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν·
οἱ μὲν πέρδικες, σκάπτειν τὰς ἀμπέλους· οἱ δὲ σφῆκες,
κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τούς κλέπτας.
Ὁ δὲ γεωργὸς ἔφη· ,,ἀλλʼ ἔμοιγέ εἰσι δύο βόες, οἵ 
μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἅμεινον οὖν ἐστιν
ἐκείνοις δοῦναι, ἤπερ ὑμῖν.“ 
 Ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις, ὠφελεῖν μὲν 
ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα.

393. Σχὴξ καὶ Ὄφις. (F. 170. C. 276 et p.396. S.212.) 
 Σφήξ ποτε ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς 
τοῖς κέντροις πλήσσων, ἐχείμαζεν. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι καὶ
ἀποσοβῆσαι, ὡς ἐθεάσατο ἅμαξανμεστὴν ξύλων, 
ἀμηχανῶν τὴν κεφαλὴν τῷ τροχῷ ὑπέθηκε, φάσκων· 
,,συντελευτῶ κἀγὼ τῷ ἐχθρῷ μου.“ Καὶ οὕτω τῷ σφηκὶ
συναπέθανεν. 
 Ὀ λόγος δηλοῖ, ὅτι τινὲς τοῖς ἐχθροῖς αἱροῦνται
συναποθνήσκειν.

394. Ταῦροι τρεῖς καὶ Λέων. (C. p. 401 et 193. F. 333. B. 44.) 
 Ἐνέμοντο τρεῖς μετʼ ἀλλήλων βόες. Λέων δὲ τούτους
φαγεῖν θέλων, διὰ τὴν ὁμόνοιαν ἐδειλία· αἱμύλοις
δὲ λόγοις τούτους διαχωρίσας, μεμονωμένους, τούτων
ἑνα καθʼ ἕνα εὑρών, ἀδεῶς ἤσθιεν.

394b. Ἄλλῶς. (C. 206. F.207.) 
 Ταῦροι τρεῖς τὴν αὐτὴν δίαιταν ἐπεποίηντο. Λέων
δέ τις αὐτοῖς παρηκολούθει θηρᾶσαι βουλόμενος· καὶ

 
συνόντας μὲν ἑλεῖν οὐκ ἐδύνατο, διαστάντας δὲ προῃρεῖτο 
χειρώσασθαι. Καὶ συγκρούσας ἀλλήλοις, ἐν μώρει 
διαστήσας ἀπέκρινε, καὶ καθʼ ἕκαστον προχειρότερον 
ἔφθειρεν, οὕς κοινῇ συνόντας ἠπόρει χειρώσασθαι. 
 Οὕτως ὁμόνοια τοῖς χρωμένοις σωτήριον.

395. Ταύρος, Λέαινα καὶ Σύαγρος. (C. 373. F.332.) 
 Ταῦρος εὐρηκῶς κοιμώμενον λέοντα, τοῦτον 
κερατίσας ἀπέκτεινεν· ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ, 
πνκρῶς αὐτὸν ἀπεκλαίετο. δῶν δὲ αὐτὴν σύαγρος 
ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν· ,,ὤ πόσοι
ἄρα τυγχάνουσιν ἅνθρωποι θρηνοῦντες, ὡν τὰ τέκνα
ὑμεῖς ἀπεκτείνατε.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι ἐν ᾧ μέτρῳ μετρεῖ τις, 
μετρηθήσεται αὐτῷ.

396. Ταύρος καὶ Τράγος. (C.277. B 91.) 
 Λέοντα φεύγων ταῦρος εἰσῆλθεν εἰς σπήλαιον·
τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. Ὁ δʼ εἶπεν· ,,οὐ
σὲ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι· ἐπεὶ παρελθέτω τὸ
θηρίον, καὶ τότε γνώσῃ, τίς ἡ δύναμις ταύρου καὶ
τράγου.“ 
 Ὅτι πολλάκις καὶ δυνατούς ἄνδρας αἱ συμφοραὶ
ταπεινοῦσιν, ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν 
ὑπομένειν αἰκίας.

396b, Ἄλλως. Ταῦρος καὶ Αἶγες ἄγριαι.
(S.214. C. 382. F. 181. ) 
 Ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἰς
σπήλαιον, ἐν ᾧ ἧσαν αἶγες ἄγριαι· τυπτόμενος δὲ ὑπʼ
αὐτῶν ὁ ταῦρος καὶ κερατιζόμενος ἔφη· ,,οὐχ ὑμᾶς
φοβούμενος ἀνέχομαι, ἀλλὰ τὸν πρὸ τοῦ σπηλαίου
ἑστῶτα.“ 

 
 Οὕτω πολλοὶ διὰ φόβον τῶν κρειττόνων τὰς ἐκ τῶν
ἡττόνων ὕβρεις ὑπομένουσιν.

397. Ταὼς καὶ γέρανος. (C. 357 et p. 408. F. 376. B. 65.) 
 Ἤιζεν εὐφυεῖ γεράνῳ ταὼς χρυσόπτερος, σκώπτουσα 
τὴν χροιὰν τῆς γεράνου. Ἡ δʼ ἔφη· ,,ἀλλʼ ἐγώ
ἄστρων ἐγγὺς ἵπταμαι καὶ φωνῶ· σὺ δὲ, ὡς ἀλέκτωρ,
χαμαὶ πτερύσσῃ οὐδʼ ἄνω φαίνῃ.“

307b. Ἄλλως. (S. 219.) 
 Ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐ-
τοῦ καὶ λέγων ὡς ,,ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐν-
δέδυμαι, σύ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς.“ Ὁ δὲ
,,ἀλλʼ ἐγώ “ ἔφη ,,τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς
τὰ οὐράνια ὕψη ἵπταμαι· σὺ δὲ, ὡς ἀλέκτωρ, κάτω
μετʼ ὀρνίθων βαίνεις.“ 
 Ὅτι κρεῖττον περίβλεπτον εἶναί τινα ἐν πενιχρᾷ
ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.

398. Ταὼς καὶ Κολοιός (S.216. C. 53 et p.308. F. 183.) 
 Τῶν ὀρνέων βουλευσαμένων περὶ βασιλείας, ταὼς
ήξίου ἑαυτὸν χειροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος·
ὁρμωμένων δὲ ἐπὶ τοῦτο τῶν ὀρνέων, κολοιὸς εἶπεν·
,,ἀλλʼ ἐὰν σοῦ βασιλεύοντος ὁ ἀετὸς ἡμᾶς διώκῃ, πῶς
ἡμῖν ἐπαρκέσεις;“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἄρχοντας οὐ διὰ κάλλος
μόνον, ἀλλὰ καὶ ῥώμην καὶ φρόνησιν ἐκλέγεσθαι δεῖ.

399. Τέττιγες. (C. 389. ex Plat. Phaedro p. 259.) 
 Λέγεται, ὡς οἱ τέττιγές ποτʼ ἡσαν ἄνθρωποι τῶν
πρὶν Μούσας γεγονέναι. Γενομένων δὲ Μουσῶν καὶ
φανείσης ᾠδῆς, οὕτως ἄρα τινὲς τῶν τότε ἐξεπλάγησαν 
ὑφʼ ἡδονῆς, ὥστε δοντες ἠμέλησαν σίτων τε καὶ

 
ποτῶν, καὶ ἔλαθον τελευτήσαντες αὑτούς. Ἐξ ὧν τὸ
τεττίγων γένος μετʼ ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ
Μουσῶν λαβὸν, μηδὲν τροφῆς δεῖσθαι γενόμενον, ἀλλʼ
ἄσιτόν τε καὶ ἄποτον εὐθύς ᾄδειν, ἕως ἄν τελευτήσῃ.

400. Τέττιξ καὶ Ἀλώπηξ. (C.278. 1. 322.) 
 Τέττιξ ἐπί τινος ὑψηλοῦ δένδρου ᾗδεν. Ἀλώπηξ
δὲ βουλομένη αὐτὸν καταφαγεῖν, τοιοῦτον ἐπενόησεν.
Ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν, καὶ
παρεκάλει καταβῆναι λέγουσα, ὅτι ἐπεθύμει θεάσασθαι, 
πηλίκον ζῶον τηλικαῦτα φθέγγεται. Κἀκεῖνος
ὑπονοήσας ἀπάτην πρὸς τὴν ἀλώπεκα ἔφη· ,,ἀλλὰ 
πεπλάνησαι, ὡ αὕτη, εἰ ὑπέλαβές με καταβήσεσθαι· ἐγώ
γὰρ ἀπʼ ἐκείνου ἀλώπεκας φυλάττομαι, ἀφʼ οὐ ἐν 
ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην. 
 Ὀτι τούς φρονίμους τῶν ἀνθρώπων τῶν πέλας αἱ
συμφοραὶ σωφρονίζουσι.

401. Τέττιξ καὶ Μύρμηκς.
(C. 134 et p.334 sq. Δ. 195. 198. B. 137.) 
 Χειμῶνος ὥρᾳ, τῶν σίτων βραχέντων, οἴ μύρμηκες 
ἔψυχον, τέττιξ δὲ λιμώττων ᾔτει αὐτούς τροφήν.
Οί δὲ μύρμηκες εἶπον αὐτῷ· ,,διὰ τί τὸ θέρος οὐ 
συνῆγες τροφήν;“· Ο δὲ εἶπεν· ,,οὐκ ἐσχόλαζον, ἀλλʼ δὸν
μουσικῶς.“ Οί δὲ γελάσαντες εἶπον· ,,ἀλλʼ εἰ θέρους
ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ
πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.

401b. Ἄλίως. (C. 134.) 
 Θέρους ἦν ἀκμή· καὶ οἱ μὲν τέττιγες μουσικὴν 
ἀνεβάλλοντο σύντονον, τοῖς μύρμηξι δὲ πονεῖν ἐπῄει καὶ
συλλέγειν καρποὺς, ἐξ ὧν ἔμελλον τοῦ χειμῶνος 

 
τραφήσεσθαι. Χειμῶνος δʼ ἐπιγεγονότος, οἱ μύρμηκες μὲν
οἷς ἐπόνουν ἐτρέφοντο, τοῖς δὲ ἡ τέρψις ἐτελεύτα πρὸς
ἔνδειαν. 
 Οὕτω νεότης, πονεῖν οὐκ ἐθέλουσα, παρὰ τὸ 
γῆρας κακοπραγεῖ.

402. Τοῖχος καὶ Πάλος. (P. 377. C. 419.) 
 Τοῖχος σπαραττόμενος ὑπὸ πάλου βιαίως, ἐφώνει·
,,τί με σπαράττεις μηδὲν ἠδικηκότα;“ Καὶ ὅς ,,οὐκ
ἐγώ“ φησὶν ,,αἴτιος τούτου, ἀλλʼ ὁ ὄπισθεν σφοδρῶς
με τύπτων.“

403. Τbξότης καὶ Δέων. (C. 279 e p.397. . 323. B. 1.) 
 Ἀνῆλθέ τις εἰς ὅρος τοξικῆς ἔμπειρος κυνηγῆσαι·
πάντα δὲ τὰ ζῶα τοῦτον θεασάμενα ἔφυγε, λέων δὲ
μόνος προεκαλεῖτο αὐτὸν εἰς μάχην. Ὁ δὲ βέλος πέμψας
καὶ τὸν λέοντα βαλών ἔφη· ,,δέξαι, καὶ ἱδε τὸν ἐμὸν
ἄγγελον, οἷός ἐστι, καὶ τότε κἀγὼ ἐπέρχομαί σοι. “ Ὁ
δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. Ἀλώπεκος δὲ τούτῳ
θαῤῥεῖν καὶ μὴ φεύγειν λεγούσης, ὁ λέων ἔφη· ,,ὦ
αὕτη, οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν 
ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ, οὐκ ἂν ὑποίσω.“ 
 μῦθος δηλοῖ, μηδαμῶς πλησιάζειν τοὺς πόῥῥωθεν 
χαλεπὰ πράττοντας.

404. Τράγος καὶ Ἄμπελος. (C. 280.) 
 Τράγος ἐν τῇ ἐκβολῇ τῆς ἀμπέλου τὴν βλάστην
ἔτρωγε. Τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος· ,,τί με 
βλάπτεις; μὴ οὐκ ἔστι χλόη; ὅμως ὅσον σοῦ θυομένου 
οἴνον χρῇζουσιν, ἐγὼ παρέξω.“ 
 Τοὺς ἀχαρίστους καὶ βουλομένους τούς φίλους
πλεονεκτεῖν ἐλέγχει ὁ λόγος.

404b. Ἄλίως. (C. 28Ο. F. 220.) 
 Ἄμπελος ἐκόμα βότρυσι, παραπλήσιον δὲ ἦν τοῖς
καρποῖς καὶ τὸ βλάστημα. Τράγος δέ τις ὕβρει χρώμενος 
πλείονι, τῆς ἀμπέλου παρέτρωγε, καὶ διελυμαίνετο
προσιὼν τοῖς βλαστήμασιν. δὲ πρὸς αὐτὸν ἔφη· 
,,μώνει σε τῆς ὕβρεως δίκη· σύ μὲν γὰρ ἔσῃ μικρὸν 
ὕστερον ίερεῖον τοῖς θύμασιν, ἐγὼ δὲ παρʼ ἐμαυτῆς 
ἐπισπείσω τὸν οἶνον.“ 
 Ἃ δρᾷ τις, καὶ πείσεται.

405. Ὓαινα καὶ Ἀλώπηξ. (C. 281. F. 324.) 
 Τὰς ὑαίνας φασὶ, παρʼ ἐνιαυτὸν ἀλλασσομένης 
αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας
γίνεσθαι. Καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο
αὐτὴν, ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται.
Κἀκείνη ὑποτυχοῦσα εἶπεν· ,,ἀλλʼ ἐμὲ μὴ μέμφου,
τὴν δὲ σὴν φύσιν, διʼ ἣν ἀγνοῶ, πότερον ὡς φίλῃ ἢ
ὡς φίλῳ σοι χρήσωμαι.“ 
 Πρὸς ἄνδρα ἀμφίβολον.

406. Ὕαιναι. (C. 282. P. 325.) 
 Τὰς ὑαίνας φασὶ παρʼ ἐνιαυτὸν ἀλλάττειν τὴν 
φύσιν, καὶ ποτὲ μὲν ἄῤῥενας γίνεσθαι, ποτὲ δὲ θηλείας.
Καὶ δή ποτε ἄρσην ὕαινα θηλείᾳ παρὰ φύσιν διελέχθη·
ἡ δὲ ὑποτυχοῦσα ἔφη· ,,ἀλλ, ὡ οὐτος, μὴ ταῦτα πρᾶττε,
ὡς ἐγγύς τὰ αὐτὰ πεισόμενος.“ 
 Πρὸς ἄρχοντας λογοθετοῦντας τούς ὑπʼ αὐτοὺς,
καὶ πάλιν ἐκ τοῦ συμβεβηκότος αὐτοὺς ὑπ’ ἐκείνων 
λογοθετουμένους.

407. Ὗς ἄγριος καὶ Ἀλώπηξ. (S. 222. C. 54 et p.309. F. 185.) 
 Ὗς ἄγριος ἑστὼς παρά τι δένδρον τούς ὀδόντας
ἠκόνα. Ἀλώπεκος δὲ αὐτὸν ἐρωτώσης τὴν αἰτίαν, διὰ

 
τί μήτε κυνηγοῦ μήτε κινδύνου ἐνεστῶτος τούς ὀδόντας 
θήγει, ἔφη· ,,ἀλλʼ οὐ ματαίως τοῦτο ποιῶ· ἐὰν
γάρ με κίνδυνος καταλάβῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν
ἀσχολήσομαι, ἑτοίμοις δὲ οὖσί χρήσομαι.“ 
 Ὁ λόγος διδάσκει, ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς
παρασκευὰς ποιεῖσθαι.

408. Ὗς καὶ Κύων. (C.68. P.230. S. 220.) 
 Ὗς καὶ κύων ἀλλήλοις διελοιδοροῦντο. Καὶ ἡ μὲν
ὗς ὤμνυε κατὰ τῆς Ἀφροδίτης, ἦ μὴν τοῖς ὀδοῦσιν
ἀναδῥήξειν τὴν κύνα. Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς 
εἶπε· ,,καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις·
δηλοῖς γὰρ ὑπʼ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἥ τὸν τῶν
σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδʼ ὅλως εἰς ἱερὸν
προσίεται.“ Καὶ ἡ ὗς· ,,διὰ τοῦτο μὲν οὖν μᾶλλον
δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ
ἄλλῶς λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σύ
μέντοι κακῶς ὄζεις, καὶ ζῶσα καὶ τεθνηκυῖα.“ 
 Ὀ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ
ἀπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον 
μετασχηματίζουσιν.

408b. Ἄλῶς (S. 220.) 
 Ὗς καὶ κύων πρὸς ἀλλήλους διεφέροντο. Τῆς δὲ
ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ἐὰν μὴ παύσηται, τοῖς
ὀδοῦσιν ἀνατεμεῖν, ἡ κύων ἔλεγε, καὶ κατʼ αὐτὸ τοῦτο
ἀγνωμονεῖν, εἴγε Ἀφροδίτη μισεῖ, ὥστε ἐὰν φάγῃ τις
κρέας ὑὸς, τοῦτον οὐκ ἐᾶν εἰς τὸ ίερὸν αὐτῆς εἰσιέναι.
Καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· ,,ἀλλὰ τοῦτο οὐ στυγοῦσα
ποιεῖ, ἀλλὰ προνοουμένη, ἵνα μή τίς με θύσῃ.“ 
 Οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις τὰ ὑπὸ
τῶν ἐχθρῶν φερόμενα ὀνείδη εἰς ἐπαίνους 
μετασχηματίζουσιν.

409. Ὗς καὶ Κύων. (C. 69.) 
 Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον· ἔφη δʼ ἡ κύων,
εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζώων. Καὶ ἡ
ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· ,,ἀλλʼ ὅταν τοῦτο
λέγῃς, ἴσθι, ὅτι καὶ τυφλούς τοὺς σαυτῆς σκύλακας
τίκτεις.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα,
ἀλλʼ ἐν τῇ τελειότητι κρίνεται.

409b. Ἄλλως. (S.221. C.69 et p.315. F. 186.) 
 Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. Τῆς δὲ κυνὸς
εἰπούσης, ὅτι μόνη τῶν τετραπόδων ταχέως κύει, ἡ ὗς
ὑποτυχοῦσα ἔφη· ,,ἀλλʼ, ὅταν τοῦτο λέγῃς, γίνωσκε,
ὅτι τυφλὰ τίκτεις.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα,
ἀλλʼ ἐν τῇ τελειότητι κρίνονται.

410. Φαλακρὸς ἱππεύς. (C.283. F.326.) 
 Φαλακρός τις, ξένας τρίχας τῇ ἑαυτοῦ περιθεὶς 
κεφαλῇ, ἵππευεν. Ἄνεμος δὲ φυσήσας ἀφεῖλε ταύτας·
γέλως δὲ πλατύς τοὺς παρεστῶτας εἶχε. Κἀκεῖνος εἶπε
τοῦ δρόμου παύσας· ,,τὰς οὐκ ἐμὰς τρίχας τί ξένον
φεύγειν με, αἵ καὶ τὸν ἔχοντα ταύτας, μεθʼ οὗ καὶ
ἐγεννήθησαν, κατέλιπον;“ 
 Ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφοραῖς ἐπελθούσαις
αὐτῷ· ὅ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο
οὐδὲ παραμένει· γυμνοὶ γὰρ ἤλθομεν οἱ πάντες, γυμνοὶ
οὖν ἀπελευσόμεθα.

411. Φθεῖρες καὶ Γεωργός.
(C.327. F.386. ex App. B. Civ. I, 101.) 
 Φθεῖρες γεωργὸν ἀροτριῶντα ὑπέδακνον· ὁ δὲ δὶς
μὲν τὸ ἄροτρον μεθεὶς τὸν χιτωνίσκον ἐκάθηρεν. Ὡς

 
δʼ αὖθις ἐδάκνετο, ἵνα μὴ πολλάκις ἀργοίη, τὸν 
χιτωνίσκον ἔκαυσεν. 
 Κἀγὼ τοῖς δὶς ἡττημένοις παραινῶ, τρίτου πυρὸς
μὴ δεηθῆναι.

412. Φιλάργυρος. (C. 59.) 
 Φιλάργυρός τις, ἅπασαν αὑτοῦ τὴν οὐσίαν 
ἐξαργυρισάμενος καὶ χρυσοῦν βῶλον ποιήσας, ἔν τινι τόπῳ
κατώρυξε, συγκατορύξας ἐκεῖ καὶ τὴν ψυχὴν ἑαυτοῦ
καὶ τὸν νοῦν· καὶ καθʼ ἡμέραν ἐρχόμενος αὐτὸν ἔβλεπε.
Τῶν δὲ ἐργατῶν τις αὐτὸν παρατηρήσας καὶ τὸ γεγονὸς
συννοήσας, ἀνορύξας τὸν βῶλον ἀνείλετο. Μετὰ δὲ
ταῦτα κἀκεῖνος ἐλθών καὶ κενὸν τὸν τόπον ἰδὼν, 
θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς τρίχας. Τοῦτον δέ τις 
ὀλοφυρόμενον οὕτως ἰδών καὶ τὴν αἰτίαν πυθόμενος, ,,μή
οὕτως“ εἶπεν ,,ὦ οὗτος, ἀθύμει· οὐδὲ γὰρ, ἔχων τὸν
χρυσὸν, εἶχες. Λίθον οὖν ἀντὶ χρυσοῦ λαβών θὲς, καὶ
νόμιζέ σοι τὸν χρυσὸν εἶναι. Τὴν αὐτὴν γάρ σοι πληρώσει 
χρείαν· ὡς ὁρῶ γὰρ, οὐδʼ, ὅτε ὁ χρυσὸς ἠν, ἐν
χρήσει ἦσθα τοῦ κτήματος.“ 
 Ὀ μῦθος δηλοῖ, ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ 
χρῆσις προσῇ.

412b. Ἄλλως. (F. 188. C. p.311. S.223.) 
 Φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος, 
βῶλον χρυσοῦν ὠνήσατο, καὶ τοῦτον πρὸ τοῦ τείχους
κατορύξας, διετέλει συνεχῶς ἐρχόμενος καὶ 
ἐπισκεπτόμενος. Τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν τις 
παρατηρησάμενος αὐτοῦ τὰς ἀφίξεις, ὑπενόησε τὸ ἀληθές· 
ἀπαλλαγέντος οὖν αὐτοῦ τὸ χρυσίον ἀφείλετο. Ὁ δὲ ὡς
ἐπανελθών εὗρε τὸν τόπον κενὸν, ἔκλαιε καὶ τὰς τρίχας
ἔτιλλεν. Ἰδών δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ τὴν αἰτίαν 
μαθών, ἔφη πρὸς αὐτόν· ,,μὴ λυποῦ, ἀλλὰ λαβών

 
λίθον ἐν τῷ αὐτῷ τόπῳ κατάθες, καὶ νόμιζε τὸ χρυσίον
κεῖσθαι· οὐδὲ γὰρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ.“ 
 Ὁ μῦθος δηλοῖ, ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ
ἡ χρῆσις παρῇ.

413. Χαλκεὺς καὶ Κυνάριον. (F. 82. C.284 et p.397.) 
 Ἦν τις χαλκεὺς κυνάριον ἔχων. Τούτου χαλκεύοντος, 
τὸ κυνάριον ἐκοιμᾶτο· καὶ οὖ πάλιν ἐσθίοντος,
ἐγρηγόρει. Οὗτος ἐπέδῥιψψεν ὀστοῦν ταῦτα λαλῶν·
,,ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ
κατεχομένῳ; ὅτε μὲν γὰρ τὸ ἀκμώνιόν μου προσκρούσω, 
ἐπανακλίνεις σεαυτὸν ἐπὶ κραββάτου· ὅτε δὲ
πάλιν τοὺς ὀδόντας κινήσω, εὐθύς ἐγείρῃ καὶ τὴν 
κέρκον μοι σείεις.“ 
 Ὁ μῦθος οὗτος τούς ὑπνώδεις καὶ ἀργώδεις καὶ εἰς
ἀλλοτρίων πόνους ἀποβλέποντας ἐλέγχει.

414. Χειμών καὶ Ἕαρ. (F. 380. C. 422.) 
 Χειμών ἔσκωψε εἰς τὸ ἔαρ, καὶ αὐτὸ ὠνείδισεν, ὅτι
εὐθύς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδεὶς, ἀλλʼ ὁ μέν
τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἂρα φίλον 
δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἤ καὶ ῥόδον τι, περιαγαγεῖν 
τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ
τὴν κόμην· ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος,
ἢν τύχῃ, παρʼ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι
ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι
φροντίδα οὐκέτι. μἄγώ δʼ“ ἔφη ,, ἂρχοντι καὶ 
αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανὸν, ἀλλὰ κάτω που
καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν, καὶ δεδιέναι καὶ 
τρέμειν, καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι 
ἠνάγκασα.“ ,,Τοιγαροῦν “ ἔφη τὸ ἔαρ ,,σοῦ μὲν καὶ 
ἀπαλλαγεῖεν ἂν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν
καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε 

 
ὁνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ 
φανέντος ἐπαγάλλονται.

415. Χελιδών καὶ Κορώνη. (S. 228. C. 76 et p.316. F. 192.) 
 Χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν·
ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὸν εἶπεν· ,,ἀλλὰ τὸ
μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν
σῶμα καὶ χειμῶνι παρατείνεται.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι ἡ τοῦ σώματος παράτασις 
εὐπρεπείας καλλίων.

416. Χελιδὼν καὶ Κορώνη. (F. 381. C. 423.) 
 Χελιδὼν ἔφη πρὸς τὴν κορώνην· ,,ἐγὼ παρθένος
καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν
θυγάτηρ·“ προσέθηκε δὲ καὶ τοῦΤηρέως τὴν βίαν, καὶ
τὴν ἀποκοπὴν τῆς γλώττης. Καὶ ἡ κορώνη ἔφη· ,,τί
ἂν ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου τμηθείσης
τοσαῦτα λαλεῖς;“ 
 Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες ψευδολογοῦντες
ἑαυτοῖς ἔλεγχος καθίστανται.

416b. Ἄλλως. Χελιδόνες καὶ Κύκνοι. (C. 336. F. 408.) 
 Ἐπέσκωπτον αἱ χελιδόνες τῶν κύκνων τὸ μὴ 
ἐθέλειν ὁμιλεῖν τοῖς ἀνθρώποις, μηδὲ δημοσιεύειν τὴν
μουσικὴν, ἀλλʼ ἀμφὶ τοὺς λειμῶνας διάγειν καὶ τούς
ποταμοὺς, καὶ τὴν ἐρημίαν ἀσπάζεσθαι, καὶ βραχέα
μὲν ᾄδειν, ἅ δὲ καὶ ᾄδοιεν, ᾄδειν ἐν σφίσιν αὐτοῖς,
ὥσπερ αἰσχυνομένους τὴν μουσικήν. ,,Ἡμῶν δὲ· ἔφασαν 
,,εἰσὶν αἱ πόλεις καὶ οἱ ἄνθρωποι καὶ οἱ θάλαμοι,
καὶ περιλαλοῦμεν τοῖς ἀνθρώποις, καὶ τὰ ἡμέτερα 
αὐτοῖς διηγούμεθα, ταῦτα δὴ [ταῦτα] τὰ ἀρχαῖα καὶ 
Ἀττικὰ, τὸν Πανδίονα, τὰς Ἀθήνας, τὸν Τηρέα, τὴν
Θρᾴκην, τὴν ἀποδημίαν, τὸ κῆδος, τὴν ὕβριν, τὴν

 
ἐκτομὴν τῆς γλώττης, τὰ γράμματα, καὶ ἐπὶ πᾶσι τὸν
Ἴτυν, καὶ ὡς ἐγενόμεθα ἐξ ἀνθρώπων ὄρνιθες.“ Οί δὲ
μόλις μὲν αὐτὰς ήξίωσαν καὶ λόγον, τῆς ἀδολεσχίας
μισήσαντες· ἐπεὶ δὲ ήξίωσαν· ,,ἀλλʼ ἡμῶν μὲν ἕνεκεν,
ὧ αὗταί, κἄν εἰς τὴν ἐρημίαν ἀφίκοιτό τις, ὥστε ἀκοῦσαι 
τῆς μουσικῆς, ὅταν ἀνῶμεν τῷ ζεφύρῳ τὰς πτέρυγας 
ἐμπνεῖν ἡδύ τι καὶ ἐναρμόνιον· ὥστʼ εἰ μὴ πολλὰ
καὶ ἐν πολλοῖς ᾄδομεν, ἀλλʼ αὐτὸ δὴ τοῦτο κάλλιστόν
ἐστιν ἡμῶν, ὅτι μέτρῳ φιλοσοφοῦμεν τὸ μέλος, καὶ οὐκ
ἀναμίγνυμεν θορύβοις τὴν μουσικήν. Ὑμᾶς δὲ καὶ 
εἰσοικιζομένας οἱ ἄνθρωποι δυσχεραίνουσι, καὶ ᾀδούσας
ἀποστρέφονται, καὶ μάλα ἐν δίκῃ, αἵγε οὐδὲ ἐκτμηθεῖσαι
τὴν γλῶτταν δύνασθε σιωπᾶν, ἀλλʼ αὐταὶ τὴν ἀφωνίαν
ὑμῶν ὀδυρύμεναι καὶ τὸ ἐφʼ ὑμῖν πάθος, ἔπειτά ἐστε
λαλίστεραι τίνος οὐχὶ τῶν εὐγλώττων καὶ μουσικῶν;“

417. Χελιδών καὶ Ὄρνιθες. (S. 39.) 
 Ἄρτι τοῦ ἰξοῦ φυομένου ἡ χελιδών αἰσθομένη τὸν
ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον, συναθροίσασα
πάντα τὰ ὄρνεα, συνεβούλευεν αὐτοῖς μάλιστα μὲν ταῖς
ἰξοφόροις δρυσὶν (τὸν ἰξὸν) ἐκκόψαι, εἰ δʼ ἄρα τοῦτο
αὐτοῖς ἀδύνατον, ἐπὶ τούς ἀνθρώπους καταφυγεῖν, καὶ
τούτους ἱκετεύσοι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ
ἐνεργείᾳ συλλαμβάνωσιν αὐτά. Τῶν δὲ ἐγκαλεσάντων
αὐτῇ ὡς ματαιολογούσῃ, αὕτη παραγενομένη ἱκέτις
τῶν ἀνθρώπων ἐγένετο· οἱ δʼ ἀποδεξάμενοι αὐτὴν ἐπὶ
τῇ συνέσει, καὶ σύνοικον αὐτοῖς προσλαβόμενοι, οὕτω
συνέβη, τὰ λοιπὰ ὄρνεα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, 
μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγον καὶ ἐν ταῖς
αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. 
 Ὀ λόγος δηλοῖ, ὅτι οἱ τὰ μέλλοντα προορώμενοι
εἰκότως τούς κινδύνους διακρούονται.

417b. Aλλως. (C. 285. F. 327.) 
 Χελιδὼν, ἐκκλησίαν τῶν ὀρνέων συναθροίσασα,
παρῄνει φάσκουσα κράτιστον εἶναι, τὸ μὴ προσκόπτειν
ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι 
πρὸς αὐτούς. Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ
χελιδόνι ἔλεγεν· ,,ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον
κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα
μηκέτι ἔχωσι πλέκειν δίκτυα καθʼ ἡμῶν.“ Ἡ μὲν οὖν
χελιδὼν, ἀρίστην γνώμην ἔχουσα, ἀκίνδυνος ἐγένετο,
ἐν ταῖς πόλεσι διατρίβουσα, καὶ ἐνίαις οἰκίαις τίκτουσα
παρʼ ἀνθρώποις, οὐδὲν ὑπʼ αὐτῶν πάσχει κακόν. Τὰ
δὲ λοιπὰ ὄρνεα, ὡς μᾶλλον ὑπομείναντα κατεσθίειν τὸ
σπέρμα, ὡς πάντων ὄντος κακῶν αἰτίου, συμβαίνει
λιπαρὰ γίνεσθαι, καὶ μάλα δικαίως ὑπὸ ἀνθρώπων
συλλαμβανόμενα δαπανᾶσθαι· οὕτως τε ταύτην τὴν
κακογνωμοσύνην ὑπομείναντα, μετενόησε μὴ μετʼ 
ἀνθρώπων μένειν, ἀλλʼ ἐν ἀέρι πέτεσθαι. 
 Οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἔν τοῖς βιωτικοῖς
πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο,
ἀκίνδυνοι διεφυλάχθησαν.

418. Χελιδών καὶ Ὅφις. (C. 286. B. 118.) 
 Ξένη χελιδών, ἡ τοῖς ἀνθρώποις συνοικοῦσα, ἐν
δικαστηρίῳ τὴν ἑαυτῆς ἔπηξε καλιὰν ἐν τοίχῳ, κἀκεῖ
γίνεται ἑπτὰ νεοττῶν μήτηρ. Ὄφις δὲ ἐκ τρώγλης 
συρεὶς τοὺς αὐτῆς κατέφαγε νεοττούς. Ἡ δὲ χελιδών
θρηνοῦσα ἐκεκράγει· ,,οἴμοι τῇ ξένῃ, ὅτι ἔνθα πάντες
δικαιοῦνται, μόνη ἔγωγε ήδίκημαι.“

418b. Ἄλλως. (S.225. C. p.398. F. 190.) 
 Χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη· 
 ὄφις δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς 

 
νεοττούς. δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν 
εὑροῦσα, ὑπερπαθοῦσα ἔστενεν· ἑτέρας δὲ χελιδόνος 
παρηγορεῖν αὐτὴν βουλομένης, καὶ λεγούσης ,,μόνον ἅρα
σοὶ τὰ τέκνα ἀποβαλεῖν συμβέβηκεν;“ ὑποτυχοῦσα
ἔφη· ,,ἀλλʼ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω,
ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι, ἐν ᾧ οἱ ἀδικούμενοι 
βοηθοῦνται.“ 
 Ὁ λόγος δηλοῖ, ὅτι χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν 
αἱ συμφοραὶ, ὅταν ὑφʼ ὧν ἢκιστα προσεδόκησαν 
πάσχωσι.

419. Χελώνη καὶ Ἀετὸς.
(C. 61 et p.312. F. 193. S.229. B. 118.) 
 Χελώνη ἀετοῦ ἐδεῖτο, ἵπτασθαι αὐτὴν διδάξαι.
Τοῦ δὲ παραινοῦντος, πόῤῥω τοῦτο τῆς φύσεως αὐτῆς
εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. Λαβών οὖν
αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκών, εἶτʼ ἀφῆκεν.
Ἡ δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίβη. 
 Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ἐν φιλονεικίαις, τῶν
φρονιμωτέρων παρακούσαντες, ἑαυτούς ἔβλαψαν.

420. Χελώνη καὶ Λαγωός. (S. 224. C. 287.) 
 Χελώνη καὶ λαγωὸς περὶ ὀξύτητος ἢριζον· καὶ δὴ
προθεσμίαν στήσαντες καὶ τόπον ἀπηλλάγησαν. Ὁ μὲν
οὖν λαγωὸς διὰ τὴν φυσικὴν ὠκύτητα ἀμελήσας τοῦ
δρόμου, πεσὼν παρὰ τὴν ὁδὸν ἐκοιμᾶτο, ἡ δὲ χελώνη
συνειδυῖα ἑαυτῇ τὴν βραδύτητα, οὐ διἐλιπε τρέχουσα,
καὶ οὕτω κοιμώμενον τὸν λαγωὸν παραδραμοῦσα εἰς τὸ
βραβεῖον τῆς νίκης ἀφίκετο. 
 Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις φύσιν ἀμελοῦσαν ὁ
πόνος ἐνίκησε.

420b. λῶς. (C. p. 188 et p.398. F. 173.) 
 Ποδῶν χελώνης κατεγέλα λαγωὸς καὶ ἀργίας· ἡ δὲ

 
ἔφη· ,,ἐγὼ σὲ τὸν ταχύν ἐν τοῖς ποσὶ νικήσω.“ Ὁ δέ
,,λόγῳ μόνῳ, χελώνη, λέγεις τοῦτο· ἀλλʼ ἔριζε καὶ
γνώσῃ. Τίς δὲ τὸν τόπον ὁριεῖ καὶ βραβεύσει τὴν νίκην;“ 
Ἀλώπηξ δʼ ἡ δικαία καὶ σοφωτάτη ἔταξεν ὀδὸν
τῶν δρόμων τὴν εὐθεῖαν. Ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα 
ἢρξατο τῆς ὁδοῦ, πρὸς τὸ αὐτῆς ἀφορῶσα δυσκίνητον. 
Ὁ δὲ λαγωὸς, θαδῥῶν τοῖς ποσὶν, ἐκοιμήθη·
καὶ ἐλθών ἐπὶ τοῦ ὡρισμένου τόπου, εὗρε νικῶσαν τὴν
βραδεῖαν χελώνην. 
 Ὅτι πολλοὶ τῇ μὲν φύσει ἀργοὶ, τῇ δὲ συντομιᾳ
τοὺς φύσει ταχεῖς, ῥᾳθύμους δὲ, νικῶσιν.

421. Χῆνες καὶ Γέρανοι.
(C. 60 et p.312. F. 191. S.226. B. 142.) 
 Χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο.
Τῶν δὲ θηρευτῶν ἐπιφανέντων, οἱ μὲν γέρανοι, κοῦφοι 
ὄντες, ταχέως ἀπέπτησαν, οἱ δὲ χῆνες, διὰ τὸ 
βάρος τῶν σωμάτων μείναντες, συνελήφθησαν. 
 Ὁ μῦθος δηλοῖ, ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν
ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν 
ἁλισκόμενοι.

422. Χύτραι. (C.290. F. 329.) 
 Χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν.
Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· ,,μακρόθεν μου 
κολύμβα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψψαύσῃς,
κατακλῶμαι, κἂν [τε] ἐγὼ μὴ θέλω σοι προσψαῦσαι.“ 
 “Οτι ἐπισφαλής ἐστι βίος πένητι, δυναστοῦ ἂρχοντος 
πλησίον παροικοῦντος.

423. Ψιττακὸς καὶ Γαλῆ. (F. 197. C. 291 ct p.399.) 
 Ψττακόν τις ἀγοράσας, ἀφῆκεν ἐπὶ τῆς οἰκίας 
νέμεσθαι· ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας

 
ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει.
Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ, τίς ἐστι, καὶ
πόθεν ἦλθεν· ὁ δὲ εἶπεν· ,,ὁ δεσπότης με νεωστὶ
ἐπρίατο.“ ,,Οὐκοῦν, ἰταμώτατε ζώων,“ ἔφη 
,,πρόσφατος ὤν τοσαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ 
ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλʼ ἐάν ποτε τοῦτο πράξω, 
προσαγανακτοῦντες ἀπελαύνουσί με.“ Ὁ δὲ ἀπεκρίνατο
λέγων· ,,οίκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐ
γὰρ ὁμοίως δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ
φωνῇ καὶ ἐπὶ τῇ σῇ.“ 
 Ὁ μῦθος οὐτος πρὸς ἂνδρα φιλόψογον, ἑτέροις ἀεὶ
αἰτίας προσάπτειν ἐπιχειροῦντα.

424. Ψύλλα. (C.62. F. 230.) 
 ψύλλα ποτὲ πηδήσασα ἐπὶ πόδα ἀνδρὸς ἐκάθισεν·
ὁ δὲ τὸν Ἡρακλῆν ἐπὶ συμμαχίαν ἐκάλει. Τῆς δὲ ἐκεῖθεν 
αὖθις ἀφαλομένης, στενάξας εἶπεν· ,,ὡ Ἡράκλεις,
εἰ ἐπὶ ψύλλῃ οὐ συνεμάχησας, πῶς ἐπὶ μείζοσιν 
ἀνταγωνισταῖς συνεργήσεις;“ 
 Ὁ μῦθος δηλοῖ μὴ δεῖν ἐπὶ τῶν ἐλαχίστων τοῦ
θείου δεῖσθαι, ἀλλʼ ἐπὶ τῶν ἀναγκαίων.

424b. Ἄλλως. Ψύλλα καὶ Ἀθλητής. (F.194. C. p. 313.) 
 Ψύλλα ποτὲ πηδήσασα, ἐκάθισεν ἐπὶ πόδα ἀνδρὸς
ἀθλητοῦ σοβοῦντος, καὶ ἁλλομένη ἐνῆκε δῆγμα. Ὁ δὲ
ἀκροχολήσας ηὐτρέπισε τούς ὄνυχας, ὅπως συνθλάσῃ
ταύτην· ἡ δὲ ἀφʼ ὁρμῆς φυσικῆς πήδημα λαβοῦσα, 
ἀπέδρα, τοῦ θανεῖν ἀπαλλαγεῖσα. Καὶ ὅς στενάξας εἶπεν·
,,ὡ Ἡράκλεις, διὰ τί ἐπὶ κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ
συνεργός;“ 
 Ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ 
ἀκίνδυνα πράγματα εὐθύς τούς θεούς ἐπικαλεῖσθαι, ἀλλʼ
ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς.

425. Ψύλλα καὶ Ἄνθρωπος.
(C. 292 e p. 400. F. 196. S. 231.) 
 Ψύλλα ποτέ τινι πολλὰ ἠνώχλει· καὶ δὴ συλλαβών
,,τίς εἶ σύ “ ἀνεβόα, ,,ὅτι πάντα μου τὰ μέλη 
κατεβοσκήσω, εἰκῇ καὶμάτην ἐμὲ καταναλίσκων;“ Ἡ δὲ ἐβόα·
,,ὦ οὗτος, σῶζέ με, μὴ κτεῖνε· μέγα γὰρ κακὸν οὐ 
δύναμαι ποιεῖν.“ Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη·
,,ἄρτι τεθνήξῃ χερσί μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακὸν,
εἴτε μικρὸν εἴτε μέγα, οὐδʼ ὅλως πρέπει που φῦναι.“ 
 Ὅτι κακῷ οὐ πρέπει ἐλεηθῆναι, κἄν μέγας ᾖ κἂν
μικρός.

426. Ψύλλα καὶ Βοῦς. F. 382. C. 424.) 
 ψύλλα δήποτε τὸν βοῦν οὕτως ἠρώτα· ,,τί δὴ 
παθών ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα 
ὑπερμεγέθης καὶ ἀνδρεῖος τυγχάνων, ἐμοῦ σάρκας αὐτῶν
οἰκτίστως διασπώσης, καὶ τὸ αἷμα χανδὸν πινούσης;“
Καὶ ὅς ,,οὐκ ἄχαρις ἔσομαι “ φησὶ ,,μερόπων γένει·
στέργομαι γὰρ παρʼ αὐτῶν καὶ φιλοῦμαι ἐκτόπως, 
τρίβομαί τε συχνῶς μέτωπόν τε καὶ ῶμους.“ Ἡ δὲ ,,ἀλλʼ
ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος
μόρος, ὅτε καὶ τύχῃ, συμβαίνει.“ 
 Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ 
εὐτελοῦς ἡττῶνται.