Τῶν λέξεων αἱ μὲν πλήθουϲι καθ᾿ ὁμοιότητα, οἱ δὲ οὕ. καὶ τῶν 
μὲν πληθουϲῶν ἤτοι τὸ τέλοϲ μόνον παραφυλάττομεν τὸ αὐτὸ ὄν, ἢ
 καὶ ποϲότητα ϲυλλαβῶν καὶ τόνον ἔϲθ᾿ ὅτε δὲ καὶ τὴν πρὸ τέλουϲ ϲυλλαβήν,
ἔϲτι δὲ καὶ τὴν τρίτην ἀπὸ τέλουϲ, ἐφ᾿ ὧν οὐδὲ δύναταί ποτε 
λέξιϲ μονοϲυλλαβῆϲαι ἢ διϲυλλαβῆϲαι. εἰ γὰρ τρεῖϲ εἰϲιν αἱ παραφυλαϲϲόμεναι
ϲυλλαβαί, πῶϲ ἂν ἐκ τούτων μείωϲιϲ γένοιτο, ἐκϲτήϲεται
γὰρ τῆϲ ποϲότητοϲ τοῦ ἀριθμοῦ καὶ τῆϲ ὁμοιότητοϲ. ὥϲπερ ἐπὶ τῶν
 διὰ τοῦ αλεοϲ παραγομένων, νηφαλέοϲ, δειμαλέοϲ, ἀργαλέοϲ. πάντα 
γὰρ ταῦτα ἔχει τὰϲ ἐν τῷ τέλει τρεῖϲ ϲυλλαβὰϲ τύπον μόνον ἐμφαινούϲαϲ,
τοῦ δηλουμένου αὐτοῦ ὑπάρχοντοϲ ἐν τῇ ἀρχῇ. οἷον τὸ δειμαλέοϲ
τετύπωται μὲν ἀρϲενικῷ χαρακτῆρι καὶ ἔϲτιν εὐθείαϲ πτώϲεωϲ
ἑνικόν τὸ μέντοι δηλούμενον ἔχει ἐν τῇ ἀρχούϲῃ ϲυλλαβῇ καὶ ἐν τῷ 
 μ ϲυμφώνῳ. ὁμοίωϲ καὶ τὸ νηφαλέοϲ, οὐ παῤ ὄνομα παραχθέν, ὡϲ
τὸ προκείμενον, παρὰ μέντοι τὸ νήφω ῥῆμα ὁμοίωϲ παροξυνθέν, ἔχον
τὰϲ ἐπὶ τέλει τρεῖϲ ϲυλλαβὰϲ τῆϲ παραγωγῆϲ, τοῦ ϲημαινομένου αὐτοῦ
ὑπάρχοντοϲ ἐν τῇ ἀρχούϲῃ ϲυλλαβῇ καὶ ἐν τῷ φ. καὶ τὸ αὐτὸ εὑρήϲειϲ 
ἐπὶ πάντων τῶν τοιούτων. ἐφ᾿ ὧν οὐκ ἔϲτιν ἐλέγξαι τινὰ περὶ.
 ποϲότητα ϲυλλαβῶν πεπλανημένην λέξιν. δύναιτο δ᾿ ἄν τιϲ ἐπιζητῆϲαι
τόνον πιθανευόμενοϲ, ὡϲ τὰ τοιαῦτα πάντα τὰ διὰ τοῦ αλεοϲ ὑπάρχοντα 
παραγωγὰ καθεϲτῶτα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ παροξύνεϲθαι θέλει, ὡϲ ἔχει
πάντα τὰ τοιαῦτα, νηφαλέοϲ, ϲκωπαλέοϲ, δειμαλέοϲ, ϲμερδαλέοϲ, κερδαλέοϲ,
 

 
 θαρϲαλέοϲ,  ἀργαλέοϲ, αὐαλέοϲ, φοιταλέοϲ, γηραλέοϲ,
λευγαλέοϲ, ὀπταλέοϲ, ἰκμαλέοϲ, ῥωμαλέοϲ, ῥωγαλέοϲ· τὸ μέντοι δαιδάλεοϲ
τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν ἔνθεν αἰτιατικὴ «δαιδάλεον θώρηκα»
παρὰ τῷ ποιητῇ (Θ 195). καὶ παρὰ Ἀντιμάχῳ κονιϲάλεοϲ
 
 τὼ δ᾿ αὖτ᾿ ἀμφὶ κονιϲάλεον πεπονήατο δίφρον. 
 
καὶ δῆλον ὅτι ἡ ἀναλογία ἀνιωμένη τῷ τοιούτῳ διαφόρου κινήϲεωϲ.
παρίϲτηϲι τὰϲ λέξειϲ, ὡϲ ὅτι τὸ δαιδάλεοϲ καὶ κονιϲάλεοϲ κτητικῇ Ἰωνικῇ
ἐϲτιν ἐνδείᾳ τοῦ ι ὁμοίωϲ καὶ Ἑκτόρεοϲ καὶ Νεϲτόρεοϲ. ὡριϲάμην
 διὰ τοῦ αλεοϲ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ὄντα, ἐπεί ἐϲτί τινα τριϲύλλαβα
οὐχ ὁμοίωϲ παρηγμένα, ἅπερ διαλλάξαντα καὶ τῷ μὴ ὁμοίωϲ παρῆχθαι 
καὶ ποϲότητι ϲυλλαβῶν καὶ νοητῷ διήλλαϲϲε καὶ τόνῳ. ἐπὶ γὰρ τοῦ
τέλουϲ λαμβάνει τὴν ὀξεῖαν, ὡϲ ἔχει τὸ γαλεόϲ, ἀλεόϲ, παλεόϲ. Τῶν
 μέντοι μὴ πληθουϲῶν λέξεων, ἀλλὰ ϲπανίωϲ ὁρωμένων ἤτοι κατὰ τὴν
λήγουϲαν ϲυλλαβὴν ἢ τὴν πρὸ αὐτῆϲ, ἢ κατὰ ποϲότητα μεμειωμένων
ἐν ϲτοιχείοιϲ τε καὶ ϲυλλαβαῖϲ, ἢ διαφόρῳ τόνῳ κεχρημένων καὶ οὐχ 
ὁμοίωϲ τοῖϲ ὁμοιοκαταλήκτοιϲ ἔλεγχον ἀπεργάζεται ἡ ἀναλογία, οὐκ
 ἀποδοκιμάζουϲα χρῆϲθαι, ἀλλὰ ϲημειουμένη τὸ ϲπάνιον· εἰ γε εἴϲεται.
τὰϲ παρὰ τοῖϲ Ἕλληϲι λέξειϲ πῇ μὲν καθ᾿ ὁμοιότητα ἐν πλήθει ἐκφερομεναϲ
ποικίλαϲ καθεϲτώϲαϲ ἢ ϲπανίουϲ ἡ πάϲηϲ λέξεωϲ Ἑλληνικῆϲ·
 πρόνοιαν ποιοῦϲα ἀναλογία καὶ ὥϲπερ εἰ ἐν δικτύῳ ϲυνέχουϲα τὸ πολυϲχιδὲϲ 
τῆϲ τῶν ἀνθρώπων γλώϲϲηϲ φθέγμα τῇ τέχνῃ, κατορθοῦν
ἐπιχειροῦϲα τὰϲ τῶν ληγόντων ϲτοιχείων φύϲειϲ καὶ τῶν παραληγόντων
ἢ ἀρχομένων τά τε ϲπάνια καὶ δαψιλῆ ἐν ϲυντόμῳ παραδιδοῦϲα. οὐδὲ
 οὖν πρόκειται ἡμῖν περὶ πάϲηϲ λέξεωϲ λέγειν, ἀλλὰ περὶ τῆϲ ἐκφυγούϲηϲ
 τὸ πλῆθοϲ, καὶ οὐδὲ ταύτηϲ καθολικῶϲ, ἀλλ᾿ ἐπὶ ποϲόν οὐδὲ 
κατηγορεῖν τῆϲ λέξεωϲ εἰ ϲπάνιοι εἶεν· ἐπεί τοί γε εἰ τὸ μὴ πληθύον
 
 

 
πανταχοῦ ὡϲ ἡμαρτημένον ἐλέγχειν ἐπιχειρήϲαιμεν, οὐκ ἂν ἐξαρκέϲαιμεν
μυρίον ἀριθμὸν εὐδοκιμωτάτων λέξεων ὡϲ παρὰ τοὺϲ τῆϲ φύϲεωϲ 
νόμουϲ ἐξενεχθειϲῶν κακίζοντεϲ· ἀλλ᾿ ἅϲπερ ἐγεννήϲατο ἡ φύϲιϲ ἡμῖν
ταύταϲ παῤ αὐτῆϲ εὐμενῶϲ προϲδέχεϲθαι, ἀλλαχοῦ μὲν μίαν εἰϲηγηϲαμένηϲ,
 ἑτέροθι δὲ δύο, καὶ νὴ Δία ἀλλαχοῦ τρεῖϲ, ἔπειτα τέϲϲαραϲ,
μέχριϲ εἰϲ ἄπειρον χωρήϲει πλῆθοϲ. κρίϲιϲ δὲ ἔϲτω τῆϲ προκειμένηϲ 
λέξεωϲ μονήρουϲ ἡ πολλὴ χρῆϲιϲ παρὰ τοῖϲ παλαιοῖϲ καὶ ἡ ϲυνήθεια
ἔϲθ᾿ ὅτε ὁμοίωϲ τοῖϲ παλαιοῖϲ Ἕλληϲιν ἐπιϲταμένη χρῆϲιν. ὁποῖόν
ἐϲτι τὸ πῦρ· τούτῳ γὰρ οὐδὲν πέφυκεν ὁμοίωϲ λεγόμενον οὐδέτερον,
 ἀλλ᾿ οὖν γε πάντεϲ ἐχρήϲαντο τῇ φωνῇ. περὶ δὴ τοῦ τοιούτου εἴδουϲ 
ἔϲται ἡμῖν ὁ λόγοϲ. οὐ μὴν ὅτι καὶ Ϲῦρ τί ἐϲτιν· οὕτω γὰρ ἐλέγετο
πρότερον ἡ Φοινίκη. τοῦτο γὰρ ἀπεξενωμένον ἐϲτὶ καὶ ἐν ἱϲτορίᾳ κείμενον
ἀγνοούμενόν τε καὶ τῇ τῶν παλαιῶν Ἑλλήνων χρήϲει καὶ τῇ
ϲυνηθείᾳ. διὸ καὶ τὰ οὕτω λεγόμενα καθ᾿ ἱϲτορίαν οὐκ ἀναϲκευάϲει τὸ 
 ὑπὸ πολλῶν λεγόμενον μονῆρεϲ. παραλαμβανέϲθω δέ μοι μονήρηϲ λέξιϲ
εἴτε ἐν ὀνόμαϲιν εἴτε ἐν ῥήμαϲιν εἴτε ἐν ἐπιρρήμαϲιν, ἐπεὶ ταῦτα τὰ
μέρη λόγου ἔϲθ᾿ ὅτε πλήθει ἐν ὁμοιώμαϲιν, ὅπωϲ διὰ τοῦ πληθύοντοϲ
τὸ παρηλλαγμένον καὶ ϲπάνιον ἐλέγχωμεν. τὰ γὰρ ἄλλα μέρη τοῦ λόγου 
ϲχεδὸν ὡϲ ἐπὶ τὸ πλεῖϲτον προτίθεται, αἱ δὲ μετοχαὶ ἀεὶ δεύτεραι.
 τῶν ῥημάτων τὴν κίνηϲιν ἔχουϲιν, ὡϲ δείκνυται ἐν τῷ περὶ μετοχῶν.
τὸ μὲν οὖν πρότερον βιβλίον περιέξει τὰϲ μονήρειϲ λέξειϲ τὰϲ γινωϲκομέναϲ 
ὑπό τε τῆϲ ϲυνηθείαϲ καὶ τῶν παλαιῶν, τὸ δὲ δεύτερον καὶ τὰϲ ἐν
ἀγνοίᾳ τῇ ϲυνηθείᾳ. ἀρκτέον δὲ τῶν κανόνων ἐντεῦθεν, καὶ πρῶτοϲ
ἡμῖν θεὸϲ παρέϲτω. δίκαιον γὰρ τὴν ἀρχὴν ἀπ᾿ αὐτοῦ ποιήϲαϲθαι, ὡϲ
 καὶ ὁ Ϲολεὺϲ ἀρχόμενοϲ ἔφη «ἐκ Διὸϲ ἀρχώμεϲθα».

Ζεύϲ. τὰ εἰϲ ευϲ λήγοντα ἀρϲενικὰ ἐπ᾿ εὐθείαϲ ἀεὶ ὑπὲρ μίαν 
ἐϲτὶ ϲυλλαβήν, ἀριϲτεύϲ, βαϲιλεύϲ, Περϲεύϲ, Πορθεύϲ, Πρωτεύϲ, ἁλιεύϲ,
Οἰνεύϲ, Λυγκεύϲ, Ἀχιλλεύϲ, Τηρεύϲ, Θηϲεύϲ, Ὀδυϲϲεύϲ, Πηλεύϲ. Βριϲεύϲ,
 Ἀτρεύϲ. δικαίωϲ ἄρα ὁ Ζεὺϲ μονοϲυλλαβήϲαϲ καὶ ἐκφεύγων τὴν 
 

 
ποϲότητα τῶν ϲυλλαβῶν τοῦ ευϲ χαρακτῆροϲ μονῆρεϲ. τὸ γὰρ Nεὺϲ
ἐπὶ ποταμοῦ κείμενον, ὥϲ φηϲι Φιλέαϲ, ἀπεξενωμένον ἐϲτί τὸ δὲ θεὺϲ
ἐκ ϲυναλοιφῆϲ ἐϲτι ποιητικόν· τὸ δὲ ϲεὺϲ ἀπὸ ἀναλογίαϲ πλαϲϲόμενον·
 τὸ δὲ Φλεὺϲ ἐπὶ τοῦ Διονύϲου κείμενον, ὡϲ ἐν ταῖϲ ἐπικλήϲεϲιν εὕρομεν,
καθ᾿ ἱϲτορίαν ἐϲτὶν εἰρημένον. τὸ δὲ «μὴ Δνεὺϲ χίμαιραν, ἄγριον 
ὀφλήϲειϲ» ἐθνικόν. τὸ αἴτιον τοῦ μονοϲυλλαβῆϲαι τὸ Ζεὺϲ ἐν τῷ περὶ
ῥηματικῶν ὀνομάτων λέγομεν. Ὅτι δὲ ποικίλωϲ εἴρηται ὑπὸ παλαιῶν
 ὁ θεὸϲ οὐκ ἀγνοῶ. καὶ γὰρ Δὶϲ καὶ Ζὴν καὶ Δὴν καὶ Ζάϲ, καὶ Ζὴϲ
παρὰ Φερεκύδει κατὰ κίνηϲιν ἰδίαν, καὶ ὑπὸ Βοιωτῶν καὶ Δεὺϲ καὶ Δάν.

Γῆ. τὰ εἰϲ η λήγοντα θηλυκὰ ὀνόματα ἐπ᾿ εὐθείαϲ περιϲπώμενα 
 κατὰ τὴν ϲυνήθειαν καὶ τὴν τῶν παλαιῶν χρῆϲιν ἀεὶ θέλει ὑπὲρ μίαν
ϲυλλαβὴν εἶναι ἔχειν τε καὶ ἐντελέϲτερα προυποκείμενα. ϲυκέα ϲυκῆ,
λεοντέα λεοντῆ, φακέα φακῆ Ἐπίχαρμοϲ
 
 χύτρα δὲ φακέαϲ ἥψετο, 
 
παγῆ, γαλῆ, μυγαλῆ, ἀμυγδαλῆ Εὔπολιϲ Βάπταιϲ 
 
 ἀλλ᾿ ἐξολεῖϲ με ναὶ μὰ τὴν ἀμυγδαλῆν, 
 
κωλῆ Ἀλμειψίαϲ Κόννῳ
 
 ἐντευθενὶ δίδοται μάλιϲθ᾿ ἱερώϲυνα, 
 κωλῆ, τὸ πλευρόν, ἡμίκραιῤ ἀριϲτερά. 
 
 ϲηϲαμῆ Ἀριϲτοφάνηϲ (Pac. 857) 
 
 πλακοῦϲ πέπεπται, ϲηϲαμῆ ϲυμπλάττεται. 
 
χαιρέτω ἄρα ἡ γῆ μονοϲύλλαβοϲ οὖϲα καὶ ϲυνήθηϲ τῇ νῦν χρήϲει καὶ
τῇ τῶν παλαιῶν πάντων. εἰ δέ τιϲ λέγει, καὶ ἡ Ῥέα Ῥῆ κέκληται
ὑπὸ τοῦ Ϲυρίου, ἴϲτω ὅτι αὐτοῦ ἴδιοϲ ἡ χρῆϲιϲ καὶ οὐ πᾶϲιν ἴϲωϲ ἢ
 

 
καὶ Ἀττικοῖϲ ἡ γνῶϲιϲ ἐϲτί. τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ
Ἀπολλωνιάτῃ ἀντὶ τοῦ πλέη θηλυκοῦ ἐπιθετικῶϲ ἄγνωϲτον τοῖϲ ἄλλοιϲ.
ἀλλὰ καὶ ἡ νέα νῆ εἰρημένον ἐν Ϲαμίων ὥροιϲ· «τῇ δὲ νῇ τῶν Πυθιογειτόνων 
τιϲ ϲυγκυρέων ἐλάμβανε»: καὶ παρὰ Ἀριϲτοφάνει ἐν
 Αἰολοϲίκωνι
 
 καί κ᾿ ἐπιθυμήϲειε νέοϲ νῆϲ ἀμφιπόλοιο. · 
 
ἡ δὲ γῆ κοινὴ ϲυνήθηϲ. ἔτρεψάν τε τὸ η εἰϲ α Δωριεῖϲ καὶ Αἰολεῖϲ 
καὶ Βοιωτοὶ γᾶ λέγοντεϲ, ὡϲ ἀϲυναλείπτου αὐτοῦ ὑτάρχοντοϲ. οὐκ
ἀγνοῶ δὲ ὅτι κατὰ ποιητὰϲ εἴρηται καὶ γέα καὶ γαῖα καὶ αἶα.

Οὐρανόϲ. τὰ εἰϲ νοϲ λήγοντα ὀνόματα τριϲύλλαβα ὀξυνόμενα
καὶ ἔχοντα τὸ α ϲυνεϲταλμένον πρὸ τέλουϲ μὴ καθαρεῦον οὐδέποτε 
τὴν ἄρχουϲαν ἔχει φύϲει μακράν, οἷον ἱκανόϲ, καίτοιγε τὸ ῥῆμα ἐξέ
τεινε τὸ ι, πείθω πιθανόϲ, εἴδεται ἰδανόϲ,
 
 ϲὰϲ ἰδανὰϲ χάριταϲ. 
 
 ἀγανόϲ, τραγανόϲ, ϲφεδανόϲ, ἑδανόϲ, ὀρφανόϲ, πεδανόϲ, ῥοδανόϲ.
ϲημειῶδεϲ ἄρα τὸ οὐρανόϲ, ὅτι ἤρξατο ἀπὸ φύϲει μακρᾶϲ. Ἀλκαῖοϲ δὲ 
καὶ εἰϲ ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανὸϲ λέγων κατὰ τροπὴν τῆϲ ου
διφθόγγου εἰϲ τὸ ω, καὶ ἄνευ τοῦ υ ὀρανόϲ, ὥϲτε τὸ ἐπιζητούμενον
παῤ αὐτῷ λελύϲθαι. καὶ Ϲαπφώ·
 
 ψαύην δ᾿ οὐ δοκίμωμ᾿ ὀράνω δυϲαπάχεα. 
 
προϲέθηκα μὴ καθαρεῦον, ἵνα μὴ ζητῶμεν περὶ τοῦ «εἱανοῦ ἁπτομένη» 
(Π 9) κοὶ «ἑανοῦ καϲϲιτέροιο» (Ϲ 613).

Ἀθηνᾶ. οὐδὲν εἰϲ να λῆγον ὑπὲρ μίαν ϲυλλαβὴν θηλυκὸν περιϲπᾶται,
ἀλλὰ μόνον τὸ Ἀθηνᾶ οὕτωϲ ἔϲθ᾿ ὅτε ὑπὸ τῶν Ἀττικῶν λεγόμενον
 καὶ ὑπὸ τῆϲ ϲυνήθουϲ λέξεωϲ. εἰ δέ τιϲ λέγοι καὶ ἡ Δανᾶ 
οὕτωϲ εἴρηται παῤ Ἑκαταίῳ, «τῇ Δανᾷ μίϲγεται Ζεύϲ», ἴϲτω ὅτι 
τοῦτο παῤ Ἑκαταίῳ ἐϲτὶ καὶ ἐν τῇ χρήϲει τῶν Φοινίκων, ὡϲ αὐτόϲ
φηϲι, οὐκ ἔτι μέντοι Ἀττικοῖϲ καὶ τῇ ϲυνηθείᾳ γνωϲτόν. οὐκ ἀγνοῶ
δὲ τὴν θεὸν ποικίλωϲ λεγομένην κατὰ τὴν εὐθεῖαν. προϲέθηκα δὲ ὑπὲρ 
 μίαν ϲυλλαβήν, ἵνα ἐκφύγωμεν τὸ ϲύνηθεϲ τὸ μνᾶ Ἀττικοῖϲ τε καὶ τῇ
 
 

 
νῦν χρήϲει καὶ ἀπεξενωμένον τὸ Χνᾶ οὕτω γὰρ πρότερον ἡ Φοινίκη
ἐκαλεῖτο.

Μοῖρα. οὐδὲν εἰϲ ρα λῆγον ϲυνεϲταλμένον θηλυκὸν διϲύλλαβον
τῇ οι διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ μοῖρα ἀπηνέγκατο τῆνδε
τὴν παράληξιν. τὸ γὰρ Χοίρα ἐκτείνεται κατὰ τὸ ἐπώνυμον, ὥϲπερ 
καὶ παρὰ Δεινίᾳ «λέγεται δὲ τοὺϲ Λακεδαιμονίουϲ καθ᾿ ὃν ἐν Τεγέᾳ
 χρόνον ἦϲαν αἰχμάλωτοι δεδεμένουϲ ἐργάζεϲθαι διὰ τοῦ πεδίου τὸν
Λαχᾶν ποταμόν, Περιμήδαϲ ἐν Τεγέᾳ δυναϲτευούϲηϲ, ἣν οἱ πλεῖϲτοι
καλοῦϲι Χοίραν».

Ἄρτεμιϲ. οὐδὲν εἰϲ μιϲ λῆγον θηλυκὸν ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυνόμενον 
 τῷ ε θέλει παραλήγεϲθαι. μονάζει ἄρα τὸ Ἄρτεμιϲ κατὰ
τὴν πρὸ τέλουϲ ϲυλλαβήν. εἰ δέ τιϲ λέγοι, ὅτι τὸ Χρυϲόθεμιϲ πρὸ
τέλουϲ ἔχει τὸ ε, εἴϲεται ὡϲ ἐξ ἁπλοῦ τοῦ θέμιϲ ϲυντεθειμένον ἐϲτί,
τὸ δὲ Ἄρτεμιϲ οὐχ οὕτωϲ ἔχει. μήποτε οὖν Δωριεῖϲ διὰ τοῦ α προφερόμενοι
 αὐτὸ κατά τι κατορθοῦϲιν. Ἄρταμιϲ γὰρ λέγουϲιν, ὡϲ τὸ 
δύναμιϲ καὶ Ϲεμίραμιϲ.

Παρθένοϲ. τὰ εἰϲ νοϲ λήγοντα ὀνόματα ἐπ᾿ εὐθείαϲ πτώϲεωϲ
τῷ ε παραληγόμενα ὑπὲρ δύο ϲυλλαβὰϲ ἤτοι τρίτην ἀπὸ τέλουϲ ἔχει
τὴν ὀξεῖαν ἢ ἐπὶ τέλουϲ. καὶ τῶν μὲν ἐχόντων τρίτην ἀπὸ τέλουϲ τὴν
 ὀξεῖαν παράδειγμά ἐϲτι ταῦτα Ὄρμενοϲ, ἔβενοϲ, Ἕλενοϲ, Τήμενοϲ, 
Ὤλενοϲ, Ἰάλμενοϲ τῶν δὲ ἐπὶ τέλουϲ ταῦτα Τιϲαμενόϲ, Δεξαμενόϲ,
Ἀκεϲαμενόϲ, Κλαυϲαμενόϲ· καταλέγεται δὲ ἐν μαλακοῖϲ. Ἀγχομενόϲ,
 
 γενναία, 
 Βοιωτὶϲ δ᾿ ἦν, ἐξ Ἀγχομενοῦ, 
 
 

 
Ἀριϲτοφάνηϲ Ταγηνιϲταῖϲ. Φαμενόϲ, Ϲοφοκλῆϲ Μάντεϲι 
 
 ξυνετὸϲ 
 Φαμενὸϲ Τειρεϲίου παῖϲ. 
 
τὸ τοίνυν παρθένοϲ ἀκοινώνητον καθέϲτηκε τῷ τοιούτῳ χαρακτῆρι, μόνον 
 παροξυνόμενον ἐπ᾿ εὐθείαϲ καὶ ὄνομα ὑπάρχον.

Ποϲειδῶν. οὐδὲν εἰϲ δων λῆγον ὀξυνόμενον ὑπὲρ δύο ϲυλλαβὰϲ
φυλάττει τὸ ω κατὰ τὴν γενικήν, χωρὶϲ εἰ μὴ παραλήγοιτο τῷ υ, ὡϲ 
τὸ Καλυδών, Ἀμυδών· τὰ δὲ ἄλλα τρέπει τὸ ω εἰϲ ο, οἷον χελιδών
χελιδόνοϲ, εἴτε τὸ ὄρνεον, εἴτε ὁ περὶ τελετῶν γράψαϲ, Ϲαρπηδών
 Ϲαρπηδόνοϲ, εἴτε ὁ ἥρωϲ, εἴτε ἡ πέτρα, εἴτε ἡ ἀκτή, εἴτε ἡ νῆϲοϲ·
ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Αἰχμαλωτίϲιν εἴρηται 
 
 ἐν Τυμπανιϲταῖϲ 
 
Ϲαρπηδὼν ἀκτή·
 
 ἡμεῖϲ δ᾿ ἐν ἄντροιϲ, ἔνθα Ϲαρπηδὼν πέτρα· 
 
 καὶ ἡ νῆϲοϲ ἰδίωϲ ἐν Ὠλκεανῷ Γοργόνων οἰκητήριον οὖϲα, ὡϲ ὁ τὰ
Κύπρια φηϲί·
 
 τῷ δ᾿ ὑποκυϲαμένη τέκε Γοργόναϲ, αἰνὰ πέλωρα, 
 αἳ Ϲαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, 
 νῆϲον πετρήεϲϲαν· 
 
 Τενθρηδών, Πρόθου πατήρ, Φαρκηδών, Ἀπιδών, Μυρμιδών, Ἰϲϲηδών,
Ἀϲπληδών, Μακεδών, καὶ καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρϲενικὰ
εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίϲιν ἔχει· τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ 
 
 τὰ δὲ νῦν πολλὴν τυφεδῶνα 
 λεϲχαίνειϲ — 
 
 ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν. εἴ πωϲ οὖν τὸ Ποϲειδών ὀξύνεται,
ὀφείλει διὰ τοῦ ο κλίνεϲθαι.

Οὐδέν τε τῶν εἰϲ δων ὀξυτόνων διὰ τοῦ ἑῶν καὶ αω λέγεται
 τὸ μέντοι προκείμενον εἴρηται καὶ Ποϲειδέων καὶ Ποϲειδάων.

Ἴϲωϲ περιϲπᾶται. ἀλλ᾿ οὐδὲν εἰϲ ων λῆγον περιϲπώμενον ὑπὲρ
δύο ϲυλλαβὰϲ φύϲει μακρὰν παραλήγεται. Ἀντιφῶν, Ξενοφῶν, Εὐρυφῶν,
Ὁμήρου υἱόϲ, Νικοφῶν ὁ κωμικόϲ, Ἀριϲτοφῶν, Ἀγλαοφῶν, ὁ 
Βελλεροφόντηϲ κατά τιναϲ Βελλεροφῶν, καὶ ἄλλα πολλὰ τοιαῦτα· Χαρναβῶν,
 Ϲοφοκλῆϲ Τριπτολέμῳ
 
 καὶ Χαρναβῶντοϲ, ὃϲ Γετῶν ἄρχει τὰ νῦν, 
 
Εὐρυπῶν· Λακεδαιμονίοιϲ Εὐρυπωντίδαι· Ϲυλοϲῶν, Δεξικρῶν Ϲιμωνίδηϲ
 (?), Ἑρμοκρῶν παιδοτρίβηϲ τιϲ ἱϲτορεῖται, Καλλικῶν, Δηικῶν ὁ 
Ἡρακλέουϲ, Ἡρακλῶν ὁ περὶ Ἰλιάδοϲ γράψαϲ καὶ Ὀδυϲϲείαϲ, Ἀθηνακῶν
ὁ τὰ Ϲαμοθρᾴκια γράψαϲ, Λαοκῶν, ἄλλο πλῆθόϲ ἐϲτι τοιοῦτον
ὀνομάτων περιϲπωμένων μὴ ἐχόντων πρὸ τέλουϲ φύϲει μακράν.

Πάντα τε τὰ προειρημένα διὰ τοῦ ντ κλίνεται τὸ δὲ Ποϲειδῶν
οὐχ οὕτωϲ ἐκλίθη.

Τὰ περιϲπώμενα, εἰ λέγοιτο ἐν πλείοϲι ϲυλλαβαῖϲ, διὰ τοῦ ο λέ
γεται. Δημοφόων, Καλλίμαχοϲ
 
 νυμφίε Δημοφόων, ἄδικε ξένε, 
 
Καλλικόων, Εὐφορίων
 
 κακώτερε Καλλικόωντοϲ, 
 
 Ἱπποθόων,
 
 Εὔμολποϲ Δόλιχόϲ τε καὶ Ἱπποθόων μεγάθυμοϲ. 
 
τὸ μέντοι Ποϲειδῶν ἑ Ποϲειδέων Ποϲειδάων.

Οὐδὲν περιϲπώμενον ὑπὲρ δύο ϲυλλαβὰϲ τρέπει τὸ ω εἰϲ α παῤ
 

 
Αἰολεῦϲιν ἢ Δωριεῦϲι· τὸ δέ γε Ποϲειδῶν ἐτράπη. Ποϲειδάν γὰρ λέγεται.

Οὐδὲν περιϲπώμενον ἐπὶ κλητικῆϲ εἰϲ oν περατοῦται. πῶϲ οὖν
Πόϲειδον λέγεται ἡ κλητική,

Οὐδὲν περιϲπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶϲιν· ἐξεκόπη
παρὰ Ἀριϲτίᾳ ἐν Ἀνταίῳ, ἔνθα φηϲὶν
 
 —Αἰγαίου Ποϲειδῶ παῖϲ, πατὴρ δ’ ἐμὸϲ —

Οὐδὲν περιϲπώμενον εἰϲ δων λήγει· τὸ δὲ Ποϲειδῶν ἔχει δ πρὸ 
τοῦ ω.

Δῆλον οὖν ὅτι κατὰ ταῦτα πάντα μονῆρέϲ ἐϲτι τὸ ὄνομα, οὔτε
τοῖϲ ὀξυνομένοιϲ τὴν αὐτὴν ἀκολουθίαν ϲῶζον οὕτε τοῖϲ περιϲπωμένοιϲ.
τὴν δὲ τούτων λύϲιν ἐν τῇ κλίϲει τῶν ὀνομάτων δηλοῦμεν. εἴρηται 
δὲ ὁ δαίμων παρ’ Ἀλκαίῳ διὰ τοῦ α μένοντοϲ τοῦ ϲ Ποϲείδαν
 
 οὐδέπω Ποϲείδαν 
 ἅλμυρον ἐϲτιφέλιξε πόντον, 
 
παρὰ δὲ Δωριεῦϲι τρεπομένου τοῦ ϲ εἰϲ Ποτειδὰν κατ’ ὀξεῖαν τάϲιν,
ἔνθεν γενικὴ παρ’ Ἐπιχάρμῳ δευτέρῳ
 
 τοῦ Ποτειδᾶνοϲ δὲ χρηϲτὸν υἱὸν Ἱπποκάμπιον. 
 
 

 
 εἴρηται δὲ καὶ Ποτιδᾶϲ ὡϲ Κερκιδᾶϲ· ἔνθεν αἰτιατικὴ ἐν Κύκλωπι
 
 ναὶ τὸν Ποτιδὰν, κοιλότεροϲ ὁλμοῦ πολύ. 
 
Ϲώφρων τε τὴνκλητικὴν ἔφη Ποτιδᾶ δροϲοχαῖτα».ὁ δὲ τοὺϲ Εἵλωταϲ
τὴν γενικήν φηϲι
 
 τέμενοϲ Ποτιδᾶ ποντίω. 
 
 ἴϲωϲ δέ ἐϲτί τι καὶ Ποcιδέηϲ, ἔνθεν ὡϲ τὸ ράκλειον παρὰ τὸ Ἡρακλέηϲ
οὕτω Ποϲίδειον κεὶ.
 
 Ποϲιδήιον, ἀγλαὸν ἄλϲοϲ. 
 
ὁμοίωϲ δὲ καὶ ἀρϲενικῶϲ κτητικῶϲ Ποϲίδειοϲ, ὡϲ Ἡράκλειοϲ ἇθλοϲ.
Ϲοφοκλῆϲ ποιμέϲι.  
 
 τειχέων καὶ δὴ τοὺϲ Ποϲιδείουϲ 
 ἀποϲειϲαμένη θριγκοὺϲ — 
 
Ποϲειδέων δὲ παροξυτόνωϲ παρ’ ἴωϲι λέγεται ὁ θεόϲ. ὀξυτονηθὲν τὸ
ὄνομα μῆνα δηλοῖ. παρὰ δὲ τῷ ποιητῇ διηνεκῶϲ μένοντοϲ τοῦ ϲ καὶ
πρὸ τοῦ τέλουϲ τοῦ α ὑπάρχοντοϲ. παρὰ μέντοι Βοιωτοῖϲ Ποτειδάων 
τραπέντοϲ τοῦ ϲ εἰϲ τ. Κόριννα Βοιωτῷ
 
 τοὺ δέ, μάκαρ Κρονίδα, τοὺ Ποτειδάωνοϲ, 
 ὄνοξ Βοιωτέ. 
 
Ὅτι πολλοὺϲ ἐποίηϲε ϲχηματιϲμοὺϲ καὶ ἐν ἑτέροιϲ ερηται.

Νῆϲοϲ. τὰ εἰϲ ϲοϲ λήγοντα διϲύλλαβα τῷ η παραληγόμενα φιλεῖ 
 ἀρϲενικὰ εἶναι, Κτῆϲοϲ, Θῆϲοϲ, Δρῆϲοϲ, Ῥῆϲοϲ, Μνῆϲοϲ. πεπλάνηται
ἄρα ἡ νῆϲοϲ παρὰ τὸ γένοϲ.

Κάλλοϲ. τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα διϲϲὸν τὸ
λ οὐ θέλει εἶναι οὐδέτερα. Ὕλλοϲ, Κύλλοϲ τό κύριον, οὗ μέμνηται
καὶ Ἀριϲτοφάνηϲ καὶ Κρατῖνοϲ ἐν Μαλθακοῖϲ, Ϲκύλοϲ ὁ κολυμβητήϲ,
ψύλλοϲ, Ἀργοίταϲ ά Λιβυκῶν· «ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πληϲιάϲαι 
 ταῖϲ νύμφαιϲ καὶ γεννῆϲαι παῖδαϲ Ἀδυρμαχίδαν, ΑἈραραύκηλα,
Ἀϲβύταν, Βάκαλα, Μάκαν, ψόλον »· ἀφ’ οὗ ψόλλοι τὸἔθνοϲ. Τέλλοϲ
ὁ Ἀθηναῖοϲ, Ἡρόδοτοϲ α’ (30), Φδέλλοϲ τὸ κύριον, Ἡϲίοδοϲ
 
 Φέλλον ἐϋμμελίην τηλεκλειτὴ Μελίβοια, 
 
 (Φίλλοϲ) , παρὰ Ἀνακρέοντι τὸ ὄνομα, ϲίλλοϲ, Γρύλλοϲ καθάραϲ τοὺϲ
 Διοϲκούρουϲ ὡϲ Φιλοϲτέφανοϲ, Κόλλοϲ Δημόγνητοϲ ἐν τῷ περὶ Κνίδου·
«καὶ Κόκκυγα τὸν Τελέϲτοροϲ καὶ Κόλον τὸν κίρου καὶ Λώγαϲον
τὸν Αὐτονόμου καὶ Κτῆϲιν τὸν Μνηϲιθέου ». Γάλλοϲ, ὁ ποταμὸϲ καὶ τὸ
ἔθνοϲ, ἴλλοϲ, Γλλοϲ, Ἡρόδοτοϲ γ (138). ἔϲτι δὲ καὶ ἄλλα πολλὰ
τούτοιϲ ἐμφερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένοϲ. δῆλον οὖν ὡϲ
 τὸ κάλλοϲ πεπλάνηται ἢ περὶ ποϲότητα τοῦ λ ἢ περὶ τὸ γένοϲ. ὅϲα
γὰρ οὐδέτερά ἐϲτιν εἰϲ οϲ λήγοντα ταῦτα παραιτεῖται ἔχειν ἕτερον 
ὡϲ τὸ ελοϲ, μέλοϲ, βέλοϲ, θiλοϲ, (φάλοϲ ).

Ἀπόλλων. τὰ εἰϲ λων λήγοντα ἀρϲενικὰ ὀνόματα, εἰ διπλαϲίαζοι
τὸ λ, οὐ θέλει ὑπὲρ δύο ϲυλλαβὰϲ εἰναι, ὡϲ ἔχει τὸ Χέλλων,
 Καλλίμαχοϲ
 
 

 
 
 δημεχθέα Χείλωνα, 
 
Τρέλλων, παρὰ Ϲώφρονι τὸ ὄνομα, Θάλλων ὄνομα κύριον κυνὸϲ παρὰ
Ξενοφῶντι (de venat. 7, 5), Ϲίλλων Ἐπίχαρμοϲ Χορευταῖϲ, Κάλλων
ὁ ἀθλητὴϲ καθ’ ὑποκοριϲμόν· ϲημειῶδεϲ δὲ τὸ Ἀπόλλων ὡϲ περιϲϲοτέραν
 ἔχον τὴν ποϲότητα τῶν ϲυλλαβῶν. οὐ μάχεται δὲ τὸ Ἀτιτάλλων, 
κατὰ τὴν ϲυνήθειαν ἐν ἀγνοίᾳ ὸν καὶ τῇ χρήϲει τῶν παλαιῶν. ἄλλωϲ
τε καὶ τῶν μετοχῶν ἐφύλαξε τὴν κλίϲιν, ὡϲ Ἀτιτάλλοντοϲ. ὁ γὰρ
τοιοῦτοϲ χαρακτήρ μετοχῶν ἐϲτιν, ἰάλλων, ἰνδάλλων, ἀταϲθάλλων,
 ἀγάλλων. ἐχρῆν οὖν καὶ τὸ Ἀπόλλων, εἰ μὲν ὄνομά ἐϲτι, διϲυλλαβεῖν,
εἰ δὲ ὑπὲρ δύο ϲυλλαβάϲ ἐϲτι, μετοχὴν εἶναι καὶ τὰ παρεπόμενα 
τῇ μετοχῇ ἔχειν κατὰ τὴν κίνηϲιν.

Πῦρ. οὐδὲν εἰϲ υρ λῆγον οὐδέτερον μονοϲύλλαβον, ἀλλὰ μόνον
 τὸ πῦρ· ὅπερ Ϲιμωνίδηϲ καὶ ἕνεκα μέτρου διϲυλλάβωϲ ἀπεφήνατο·
 
 τοῦτο γὰρ μάλιϲτα φῆρεϲ ἔϲτυγον πύϊρ. 
 
Τὸ δὲ Ϲῦρ οὐ ϲύνηθεϲ παρὰ Ἕξλληϲιν, ἀλλ’ ἱϲτορίαϲ ἐχόμενον, ἄλλωϲ 
τε οὐδ’ ἄντικρυϲ οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη.

Μοῦϲα. τὰ εἰϲ ϲα λήγοντα θηλυκὰ ὀνόματα τῇ οῦ διφθόγγῳ
παραληγόμενα ὑπὲρ δύο ϲυλλαβὰϲ ὁρᾶται· ϲχηματίζεται δὲ κατὰ τὸ
πλεῖϲτον ἢ μετατίθεται ἀπὸ μετοχῶν, αἴθουϲα, ὅπερ ἔχει διϲϲὸν μὲν τὸ
ϲ ἐπὶ τοῦ προϲηγορικοῦ, ἐπὶ δὲ τοῦ κυρίου κατά τιναϲ ἕν, λέγω δὲ 
 ὅτε ϲημαίνει θυγατέρα Ποϲειδῶνοϲ γενομένην καὶ Ἀλκυόνηϲ. έρουϲα,
καὶ τοῦτο ἐπὶ μιᾶϲ τῶν Nηρηΐδων,
 
 Φέρουϲά τε Δυναμένη τε (Ϲ 43).. 
 
θυγάτηρ τε Ἡλίου ὀνομάζεται Φαέθουϲα. Ἴωνοϲ δὲ τοῦ Ξούθου ἀναγράφεται
13  μήτηρ Κρέουϲα, ὁμωνύμωϲ δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουϲα 
μία τῶν Γοργόνων,
 
 θείνω τ’ Εὐρυάλη τε Μέδουϲά τε λυγρὰ παθοῦϲα (Hes.theog.276). 
 
 Ἀρέθουϲα κρήνη κυρίωϲ· ἀλλὰ καὶ πᾶϲαι κρῆναι κατ’ ἐπιθετικὴν ἔννοιαν
οὕτω καλοῦνται, ἀπὸ τοῦ ἄρδειν ἴϲωϲ ϲχηματιϲθεῖϲαι. ὅ γ’ οὖν
Χοιρίλοϲ ἐν ο’ Περϲικῶν
 
 παρὰ δὲ κρήναϲ ἀρεθούϲαϲ 
 μυρία φῦλ’ ἐδονεῖτο πολυϲμήνοιϲι μελίϲϲαιϲ —. 
 
 οὐδὲν δ’ ὅτι οὖν ὤφθη διϲύλλαβον εἰϲ α λῆγον τῇ ου διφθόγγῳ παραληγόμενον
 

 
ὁμοίωϲ ἐν χρήϲει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ ϲυνηθείᾳ,
εἰ μὴ μόνον τὸ μοῦϲα. Τὸ γὰρ Δοῦϲα κύριον καθ’ ἱϲτορίαν ἐϲτὶ λεγόμενον
ῆ τε Χοῦϲα πόλιϲ Αἰγυπτίων.

Ἄρουρα. οὐδὲν εἰϲ ρα λῆγον θηλυκὸν ϲυνεϲταλμένον ἁπλοῦν 
 προϲηγορικὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ οῦ διφθόγγῳ παραληγόμενον, ἀλλὰ
μόνωϲ ἄρουρα. πρόϲκειται δὲ προϲηγορικόν, ἵνα ἐκφύγωμεν τὰ κύρια,
ὡϲ ἔχει τὸ Κόλουρα, ἔϲτι δὲ πόλεωϲ ὄνομα, ὡϲ Ἑκαταίῳ· « δοκέω δὲ
μάλιϲτα παρὰ Κόλουρον, ἵνα Πριηνέεϲ ἕζοντο». Ἄργουρα πόλιϲ εὐβοίαϲ, 
μέμνηται Δημοϲθένηϲ λέγων «ἐξ Ἀργούραϲ τῆϲ Εὐβοίαϲ». Ἴουρα,
 μέμνηται λναϲέαϲ. Ὄλουρα, μέμνηται Ἐρατοϲθένηϲ. τό τε Κυνόϲουρα
ἐπὶ τῇ Λακωνικῇ φυλακῇ, ἀλλὰ καὶ ἄκρα Μαραθῶνοϲ οὕτωϲ καλεῖται,
καὶ κύριον καὶ ϲύνθετόν ἐϲτιν· ἀλλὰ καὶ ἐπὶ τῆϲ ἄρκτου
 
 οἵ τὴν μὲν κυνόϲουραν ἐπίκληϲιν καλέουϲιν (Arat. Phaon. 36). 
 
ἐφυλάξατο δὲ ταῦτα πάντα ὁ κανών.

Κάνωβοϲ. οὐδὲν εἰϲ βοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ῦ παραλήγεται,
ἀλλὰ μόνον ὁ Κάνωβοϲ. τὸ γὰρ παρὰ τῷ όβᾳ κείμενον βαρβαρικὸν  
ὄνομα Nαβωμὸϲ διὰ τοῦ μ γράφεται.

Δίκη. τὰ εἰϲ κη λήγοντα θηλυκὰ διϲύλλαβα μονογενῆ βαρύτονα, 
ὅτε ἔχει πρὸ τέλουϲ τὸ ι, ἤτοι ϲυνεϲταλμένον ἔχει αὐτό, ἢ ἐκτεταμένον.
 καὶ τότε μὲν ϲυνεϲταλμένον ὁπότε ϲύμφωνον ὁρᾶται πρὸ τοῦ κ
καταλῆγον, τότε δὲ ἐκτεταμένον ὁπότε οὐχ οὕτωϲ ἔχει. οἰον Κίρκη, 
Δίρκη, Τρίκκη· ϲυνέϲταλται δὲ τούτων τὸ ι, ἐπεὶ ϲύμφωνον ἦν πρὸ
τοῦ κ τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη ϲημειῶδεϲ. λείπει
γὰρ ἢ χρόνῳ ἢ ϲυμφώνῳ.

Νεῖλοϲ. οὐδὲν εἰϲ οϲλῆγον διϲύλλαβον βαρύτονον τῇ ει διφθόγγῳ 
παραλήγεται, ἀλλὰ μόνον τὸ Νεῖλοϲ. Nῆλοϲ γὰρ λέγεται κατὰ διάλεκτον.
τὸ δὲ πῖλοϲ, ϲπῖλοϲ, λοϲ, ἔτι φορτικὸν τὸ ἀπὸ τοῦ τ ἀρχόμενον
διὰ τοῦ ῑ γράφεται.

Χαρίειϲ. οὐδὲν εἰϲ ειϲ λὅῆγον ὄνομα ὑπὲρ μίαν ϲυλλαβὴν ἀρϲενικὸν 
 τῷ ῑ παραλήγεται, ἀλλ’ ἢ τῷ α, ὡϲ ἔχει τὸ ἀντάειϲ, αὐλάειϲ,
ἢ τῷ η, ὡϲ φωνήειϲ, αὐδήειϲ, παχνήειϲ, ἢ κατὰ ϲυϲτολὴν ποιητικὴν
 
 

 
 τὸ ε, ἠχέειϲ, βρωμέειϲ, ἢ τὸ ο, ὡϲ ἀϲτερόειϲ, ἁρματόειϲ, ἢ τὸ ω, ὡϲ
εὐρώειϲ, κητώειϲ. τὸ τοίνυν χαρίειϲ ϲημειῶδεϲ τῷ ῑ χρηϲάμενον πρὸ
τέλουϲ. ὁ μέντοι Ἀνακρέων καὶ χαριτόειϲ εἶπεν, ἀποδοὺϲ τὸ ἐντελὲϲ
τῇ λέξει.

Οὖϲ. τὰ εἰϲ ουϲ λήγοντα ὀνόματα μονοϲύλλαβα ἀρϲενικὰ πέφυκεν 
 εἶναι, ἔϲθ’ὅτε δὲ καὶ κοινωνεῖ θηλυκῷ γένει. φλοῦϲ φηϲὶ , χλοῦϲ,
Γλοῦϲ ὁ λῃϲτήϲ, χνοῦϲ παρὰ Ϲοφοκλεῖ, βοῦϲ, ῥοῦϲ, θροῦϲ, νοῦϲ, ϲοῦϲ,
πολὺ παρὰ τοῖϲ Ἴωϲι χροῦϲ. δῆλον ὅτι πεπλάνηται περὶ τὸ γένοϲ τὸ
οὖϲ οὐδέτερον ὑπάρχον,
 
 Ἄντιφον αὖ παρὰ οὖϲ ἔλαϲε ξίφει (Λ 109). 
 
 οὐκ ἀγνοῶ δὲ τὸ πάθοϲ τῆϲ λέξεωϲ καθότι ποικίλωϲ λέγεται. οὖαϲ γὰρ
καὶ ἡ γενικὴ οὔατοϲ· καὶ ὄαϲ, ἔνθεν ὄατοϲ καὶ ὦαϲ, ἔνθεν ὤατοϲ καὶ
ὦϲ, ἔνθεν ὦτόϲ· καὶ ὦοϲ οὐκ εἰρημένον, ϲυνεϲχηματιϲμένον δὲ παρὰ
Θεοκρίτῳ (Ι 28) ἀμφωέϲ. τοῦ μέντοι οὖϲ οὐ ζητητέον τὴν κλίϲιν.

Πούϲ. τὰ εἰϲ δυϲ λήγοντα ὀνόματα μονοϲύλλαβα περιϲπᾶται, 
 χνοῦϲ, κνοῦϲ, χροῦϲ, Γλοῦϲ, θροῦϲ, φλοῦϲ, πλοῦϲ, ῥοῦϲ ϲημειωτέον
τὸ πούϲ ὀξυνόμενον· μετοχῆϲ γὰρ ἐδέξατο τόνον.

Ποδόϲ. τὰ εἰϲ δοϲ λήγοντα διϲύλλαβα τῷ ο παραληγόμενα εὐΕεῖαν
ὑπιϲχνεῖται πτῶϲιν, ὁδόϲ, ϲποδόϲ οὐ δόκιμοϲ ἄρα οὐδὲ ἡ γενικὴ
 ποδόϲ.

Φρήν. οὐδὲν εἰϲ ην λῆγον ὄνομα μονοϲύλλαβον μόνωϲ θηλυκόν.
ἀλλ’ εἰ ἐπιδέχκτο καὶ τὸ θηλυκὸν γένοϲ, ἐν κοινότητι ἐπιδέχεται.
Ὁποῖόν ἐϲτι τὸ χήν. θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητήϲ,
 
 ὡϲ ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ (ο 174), 
 
καὶ
 
 αἰετὸϲ ἀργὴν χῆνα φέρων (o 161), 
 
ἀρϲενικὸν δὲ οὕτωϲ,
 
 χῆνέϲ μοι κατὰ οἶκον ἐείκοϲι πυρὸν ἔδουϲι 
 ἐε ὕδατοϲ (τ 535), 
 
εἶτα ἐπιφέρει
 
 ἐλθὼν δ’ ἐξ ὄρεοϲ μέγαϲ αἰετὸϲ ἀγκυλοχείληϲ 
 πᾶϲι κατ’ αὐχέναϲ ἦξε καὶ ἔκτανεν, οἱ δὲ κέχυντο. 
 
 

 
καὶ τοῦτο μὲν ἐν κοινότητι. ᾧ ὅμοιον δύναιτο ἄν εἰναι καὶ τὸ ῥήν, 
εἴ τιϲ βούλοιτο. ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ Νίκανδροϲ (Ther. 453)
 
 ατὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν. 
 
ἐν ϲυνθέϲει πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήϲαντι·
 
 ἀλλ’ ὃ μὲν οὖν ἀπάνευθε θαλάϲϲηϲ εὐρυπόροιο 
 οἰκία ναιετάαϲκε πολύρρην, πουλυβοώτηϲ. 
 
τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ (Ι 154)
 
 ἐν δ’ ἄνδρεϲ ναίουϲι πολύρρηνεϲ, πολυβοῦται. 
 
ὁπότε δὲ λέγει ὁ ποιητήϲ (Κ 216) 
 
 θῆλυν, ὑπόρρηνον, 
 
ἀπ’ εὐθείαϲ τῆϲ ὑπόρρηνοϲ κλίνει, τιϲ ἀπὸ γενικῆϲ ἀπεδέξατο τὴν ϲύνθεϲιν.
ὡϲ παρὰ τὴν μηνόϲ τὸ δίμηνοϲ ἢ τρίμηνοϲ, οὕτωϲ ῥηνόϲ ὑπόρρηνοϲ.
ἀναδράμωμεν ἐπὶ τὰ παραδείγματα, Ζήν, μήν, ϲπλήν, ϲφήν,
ψήν. Ἀριϲτοφάνηϲ (Av. 593)
 
 εἶθ’ οἱ κνῖπεϲ καὶ ψῆνεϲ ἀεὶ τὰϲ ϲυκᾶϲ οὐ κατέδονται’ 
 
εἶπερ οὖν ἀληθέϲ ἐϲτι τὸ μηδὲν εἰϲ ην λῆγον μονοϲύλλαβον θηλυκὸν
γένοϲ ϲημαίνειν, δῆλον ὅτι πεπλάνηται τὸ φρήν περὶ τὸ γένοϲ. διὸ  
καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίϲιϲ ὡϲ πρὸϲ τὰ ἄλλα μονοϲύλλαβα. φρενὸϲ
γάρ, τῶν ἄλλων φυλαϲϲόντων τὸ η. οὐκ ἀντιθήϲει τιϲ ἡμῖν τὸ παρὰ
 τῷ Ἑρμηϲιάνακτι ἐν Λεοντίου α’
 
 δερκόμενοϲ πρὸϲ κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν. 
 
οὐ γὰρ ἐντελέϲ, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη.

Ϲειρήν. οὐδὲν εἰϲ ην λῆγον ὑπὲρ μίαν ϲυλλαβὴν ὀξυνόμενον θηλυκόν,
μόνον δὲ τὸ εἴρην. ὁπότε δὲ καὶ μελίϲϲηϲ εἶδοϲ ϲημαίνει, ἀρϲενικῶϲ
 ἁπλῶϲ λεγόμενον οὐ κεκοινώνηκε. διὸ καὶ οἱ ἁδένεϲ ἀρϲενικῶϲ
λεγόμενοι παρ’ Ἱπποκράτει ἀναλόγωϲ λέγονται.

Γαϲτήρ. τὰ εἰϲ τηρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν θηλυκὰ ὄντα
βαρύνεϲθαι θέλει, μήτηρ, θυγάτηρ, εἰνάτηρ, Δημήτηρ, οὐδὲν δὲ θέλει
ὀξύνεϲθαι. ϲημειώδηϲ ἡ γαϲτὴρ ὀξυνομένη. καὶ γὰρ ἄλλωϲ τὰ εἰϲ τηρ
 ὀξυνόμενα ἀρϲενικά, ὁπότε μὴ κατὰ μεταβολὴν γένουϲεἰη, ἀϲτήρ, πρηϲτήρ, 
καυϲτήρ, πληκτήρ, ἀλκτήρ. προϲέθηκα δὲ ὁπότε μὴ κατὰ μεταβολὴν
γένουϲ διὰ τὸ
 
 ῥαιϲτῆρα κρατερήν (Ϲ 477), 
 ὕλην ϲτεγαϲτῆρα. 
 
 τοιαῦτα γάρ ἐϲτιν ὁποῖον ἡ αἰθήρ, ἡ ἀήρ.

Ϲκηνή. τὰ εἰϲ νη λήγοντα διϲύλλαβα μονογενῆ τῷ η παραληγόμενα
βαρύνεται, Ῥήνη, κρήνη, φήνη,
 
 φήνῃ ἐειδομένη (γ 372), 
 
γλήνη, μήνη. ϲημειώδηϲ ἄρα ἡ ϲκηνή.

Δοθιήν. οὐδὲν εἰϲ ην λῆγον ὄνομα ὀξυνόμενον καθαρεύει κατὰ 
χρῆϲιν Ἑλλήνων, ἀλλ’ ἀεὶ πρὸ τοῦ η ϲύμφωνον ἔχει ἢ ϲύμφωνα· οἷον
ϲωλήν, λειχήν, κηφήν, αὐχήν, Πειρήν καθ’ Ἡϲίοδον πατὴρ Ἰοῦϲ, Αἰζήν
 sΤαντάλου παῖϲ. ϲτελήν (?), ϲειρήν, βαλλήν, οὕτωϲ ὁ βαϲιλεύϲ, ἐϲϲήν
ὁ οἰκιϲτήϲ,
 
 Μυρμιδόνων ἐϲϲῆνα 
 
Καλλίμαχοϲ, πυθμήν, λιμήν, ἀτμήν, καμαϲήν ἰχθῦϲ τιϲ λέγεται, Ἀραφήν
εἷϲ τῶν ἑκατὸν ηρώων, ἠλακάτην, καὶ τοῦτο ὄνομα ίχθύοϲ κητώδουϲ,
   ἀλλὰ καὶ τὸ κύριον. δῆλον ὅτι ϲημειώδηϲ ὁ δοθιὴν παρ’ Ἀττικοῖϲ
λεγόμενοϲ καὶ μὴ ἔχων πρὸ τοῦ η ϲύμφωνον. Τηλεκλείδηϲ
 
 ὅδ’ ἀπ’ Αίγίνηϲ νήϲου χωρεῖ δοθιῆνοϲ ἔχων τὸ πρόϲωπον, 
 
καὶ Ἕρμιπποϲ ἐν Θεοῖϲ
 
 φήμηϲ ἱερᾶϲ ἐξοιγνυμένηϲ ὥϲπερ πέπονοϲ δοθιῆνοϲ. 
 
 ιεἰ δέ τιϲ λέγοι, ὅτι καὶ τὸ ζαήν καθαρεύει, οὗ καὶ αἰτιατικὴ παρὰ τῷ
ποιητῇ κατ’ ἔκθλιψιν τοῦ α,
 
 ὤρε δ’ ἐπὶ ζαῆν’ ἄνεμον ιμ 313), 
 
πρῶτον μὲν εἴϲεται, ὡϲ οὐχ ὑγιῶϲ τὸ τοιοῦτο παραλήψεται, οὗ πίϲτιν
ὀφείλει ἐξ ἄλλων πτώϲεων παραθέϲθαι. προείπομεν δέ, ὅττι κατὰ χρῆϲιν
20  τῶν Ἑλλήνων, οὐχὶ καθ’ ὑπόϲταϲιν λέγομεν ἅπαντα. ἀλλ’ οὐδὲ
ὁμολογούμενον τὸ ζαῆνα. φυλακτέον δὲ ὡϲ πολλοὶ ἐν τῇ ϲυνηθείᾳ διὰ
τοῦ ω λέγουϲι τὸ δοθιών, ϲυναποφερόμενοι τῷ Κνακιών καὶ Ἀϲιών 
καὶ ἀνθεϲτηριών καὶ τοῖϲ τοιούτοιϲ.

Πυρά. τὰ εἰϲ ρα λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενακ
ἢ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ὡϲ τὸ ἄγκυρα, ὄλυρα, Κέρκυρα,
γόργυρα, ἢ παροξύνεται, ὡϲ τὸ Ἐφύρα, πορφύρα, κολλύρα, Ζεφύρα,
λύρα, θύρα, ἢ προπεριϲπᾶται, ὡϲ τὸ ϲφῦρα, οὐδ’ ὅτι οὖν ἐϲτιν ὀξυνόμενον. 
ϲημειῶδεϲ ἄρα τὸ πυρά. τὸ δὲ
 

 
 
 Γυρῇϲίν μιν πρῶτα Ποϲειδάων ἐπέλαϲϲε, 
 πέτρῃϲι μεγάλῃϲι (δ 500) 
 
εἰ καὶ ἰδίωϲ λέγεται, ἀλλ’ ὅμωϲ ἔχει τάξιν ἐπιθετικήν. λέγεται δὲ καὶ 
περὶ τούτων μοι πάντων ἐν τοῖϲ περὶ καθολικῆϲ προϲῳδίαϲ.

Ἐρῳδιόϲ. τὰ διὰ τοῦ διοc ὀνόματα πάντα προπαροξύνονται, χωρὶϲ
εἰ μὴ τριβρόχεα εἴη ἐπὶ κυρίων, ὥϲπερ ἔχει τὸ 
 
 Ϲχεδίον δ’ ἕλε Λήϊτοϲ ἥρωϲ, 
 
καὶ
 
 Κάρηϲόϲ τε Ῥοδίοϲ τε (Μ 20). 
 
 προπαροξύνονται οὖν ταῦτα ἀΐδιοϲ, μαψίδιοϲ, φωρίδιοϲ, ἐπιμαϲτίδιοϲ,
ῥΐδιοϲ, θνητάδιοϲ, κρυπτάδιοϲ, παυρίδιοϲ, Μυϲάδιοϲ, διχθάδιοϲ, ὑρράδιοϲ,
Μολπάδιοϲ, Ὑϲϲάδιοϲ, μινυνθάδιοϲ, καὶ ἄλλο μυρίον πλῆθοϲ. διὸ 
ϲημειωτέον ἐρῳδιόϲ ὀξυνόμενον, ὅπερ ἔχει πρὸϲ τὸ ω καὶ τὸ ι γραφόμενον.
λέγεται δὲ ἐϲθ’ ὅτε καὶ τριϲυλλάβωϲ, ὥϲπερ καὶ τὸ παρ’
 Ἱππώνακτι (fr. 63 Bergk)
 
 ἐγὼ δὲ δεξιῷ παρ’ Ἀρήτην 
 κνεφαῖοϲ ἐλθῳν ῥωδιῷ κατηυλίϲθην. 
 
τὴν δὲ λύϲιν τούτων ἐν τῷ πέμπτῳ περὶ καθολικῆϲ προϲῳδίαϲ ἐποιηϲάμην.

Μηχανή. τὰ διὰ τοῦ ανη ἐκφερόμενα θηλυκὰ μονογενῆ ὑπὲρ δύο
ϲυλλαβὰϲ πάντα βαρύνεται, πτιϲάνη, δρεπάνη, ϲαργάνη, βρυκάνη, τρυπάνη· 
ἀλλὰ μόνον τὸ μηχανή ϲημειοῦται ὀξυνόμενον. προϲέθηκα ὑπὲρ
δύο ϲυλλαβὰϲ διὰ τὸ φανή παρ’ Ἡϲιόδῳ ἐν δευτέρῳ εἰρημένον·
 
 ἳὓ πρόϲθε φανὴν ἔντοϲθεν ἔκευθον. 
 
 τὸ γὰρ παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰϲ νη λῆγον, ἀλλὰ ἴδιον 
θέμα Βοιωτῶν ταϲϲόμενον ἀντὶ τοῦ γυνή.

Εἷϲ. οὐδὲν ἀρϲενικὸν εἰϲ ειϲ λῆγον περιϲπᾶται, ἀλλὰ μόνον τὸ
εἰϲ. ἀναλογώτερον ἄρα ἕνεκα τόνου τὸ ἕειϲ 
 
 ὀφθαλμὸϲ δὲ ἕειϲ μέϲϲῳ ἐνέκειτο μετώπῳ. 
 
 

 
προϲέθηκα δὲ ἕνεκα τόνου, ἐπεὶ οὐχ ὑγιαίνει ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ.
οὐδὲν γάρ ἐϲτιν ὅμοιον τῷ ἠχέειϲ καὶ βρωμέειϲ.

Τίϲ. οὐδὲν εἰϲ ιϲ λῆγον ϲυνεϲταλμένον μονοϲυλλαβεῖ, πάντα δὲ
ἐκτείνεται, ὡϲ τὸ λίϲ, κίϲ, ῥίϲ, ἴϲ, ἔνθεν καὶ ἡ ἰνόϲ γενική. ϲημειῶδεϲ
ἄρα τὸ τίϲ ϲυϲτέλλον τὸ ι. τὸ Ἴϲ ἐπὶ ποταμοῦ κείμενον παρ’ Ἡροδότω 
 (Ι 179) ἐκτεινόμενον ἔχει τὸ ι. οὕτω καὶ Ϲκύμνοϲ ἐν τῷ ι’ τῆϲ
Ἀϲίαϲ περίπλῳ παρέθετο « Ἔχεται Κελένδεριϲ πόλιϲ Ϲαμίων, καὶ ἱερὸν
παρὰ τῇ πόλει Ἥρηϲ καὶ ἄλϲοϲ Ἴϲ ποταμὸϲ παρὰ θάλαϲϲαν ἔξειϲιν ».
ἔϲτιν Ἴϲ τῆϲ Ἰταλίαϲ, ὡϲ Πάρθαξ ἐν τῷ β’ τῶν Ἰταλικῶν ἐπεὶ δὲ
 ἀφίκετο εἰϲ τὴν Ποϲειδωνίαν ὁ Ἡρακλῆϲ. ἔϲτι δὲ ποτομὸϲ Ἴϲ καλούμενοϲ 
μέγαϲ». εἰ δέ τινεϲ ϲυϲτέλλουϲι τὸ ι εἰϲ ἀποφυγὴν τούτου
 
 οὐ γὰρ ἐμοὶ ἲϲ 
 ἐϲθ’ οὕη πάροϲ ἔϲκεν (Λ 668) — 
 
πταίουϲι καὶ περὶ τὸν λόγον καὶ περὶ τὴν ἱϲτορίαν.

Τὰ πύϲματα ὀνοματικὰ ὄντα εἰϲ οϲ θέλει καταλήγειν, ποῖοϲ, 
πηλίκοϲ, ποδαπόϲ, πόϲτοϲ τὸ δὲ τίϲ οὐ παρεδέξατο τὴν εἰϲ οϲ
κατάληξιν.

Ἀπαιτεῖ τὰ πύϲματα κατὰ τὴν εὐθεῖαν πτῶϲιν τὸ π, ἀλλὰ καὶ ἐν
τοῖϲ ἐπιρρήμαϲιν ἡ αὐτὴ ἀρχή, πόϲωϲ, ποίωϲ, ποδαπῶϲ, ποῦ, πῶϲ,
 πηλίκωϲ, πῇ, πόθεν, πόϲε, πόθι, πῆμοϲ· μόνον δὲ τὸ τίϲ ἀπὸ τοῦ τ 
ἤρξατο. πρόϲκειται δὲ κατ’ εὐθεῖαν πτῶϲιν ἵν’ ἐκφύγωμεν τὸ κατὰ
γενικὴν τοῦ λεγόμενον ἢ τέο ἢ τεῦ.

Ὀλίγοϲ. οὐδὲν εἰϲ γοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ι παραλήγεται καὶ
 παροξύνεται, ἀλλὰ μόνον τὸ ὀλίγοϲ. μή τι οὖν Ταραντῖνοι χωρὶϲ τοῦ
γ προφερόμενοι τὴν λέξιν ἀναλογώτερον ἀποφαίνονται, ὥϲπερ Ῥίνθων 
ἐν δούλῳ Μελεάγρῳ
 
 ὀλίοιϲιν ὑμῶν ἐμπέφυκ’ εὐψυχία, 
 
καὶ ἐν Ἰοβάτῃ
 
 χρῄζω γὰρ ὀλίον μιϲθὸν αὐτὸϲ λαμβάνειν. 
 
πολλὰ γάρ ἐϲτιν εἰϲ οϲ λήγοντα καθαρῷ τῷ ι παραληγόμενα καὶ 
ὡϲ τὸ πληϲίοϲ, ἀντίοϲ, νυμφίοϲ ἐπὶ διαφόρου ϲμαινομένου,
 
 
 
 

 
μυρίοϲ, καὶ τοῦτο ὁμοίωϲ· οὖ γε μήν ἐϲτί τι εἰϲ γοϲ λῆγον παραληγόμενον
τῷ ι ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχον καὶ προπαροξυνόμενον.
Πλάτων μέντοι ἐν Ὑπερβόλῳ διέπαιξε τὴν ἄνευ τοῦ γ χρῆϲιν ὡϲ ψάρβαρον, 
λέγων οὕτωϲ·
 
 ὁ δ’ οὐ γὰρ ἠττίκιζεν, ὦ Μοῖραι φίλαι, 
 ἀλλ’ ὁπότε μὲν χρείη διῃτώμην λέγειν, 
 ἔφαϲκε δητώμην, ὁπότε δ’ εἰπεῖν δέοι 
 ὀλίγον ὀλίον.

Καρκίνοϲ. οὐδὲν εἰϲ νοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ι ϲυνεϲταλμένῳ
 παραληγόμενον παροξύνεται, ἀλλ’ ἤτοι προπαροξύνεται ὡϲ 
τὸ δρύϊνοϲ, λίθινοϲ, φήγινοϲ καὶ ὅϲα ἐϲτὶ τούτοιϲ ἐμφερῆ, ἢ ὀξύνεται,
ὡϲ τὸ ἐαρινόϲ, θερινόϲ, πυκινόϲ, οὐδὲν δέ ἐϲτι παροξυνόμενον. διὸ
ἐπιϲτατέον τὸ καρκίνοϲ. καὶ μόνον γὰρ παροξύνεται καὶ ὁ αὐτὸϲ τόνοϲ
καὶ ἐπὶ τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίωϲ καὶ τοῦ θαλαϲϲίου ἢ 
 καὶ τοῦ κυρίου καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶϲ τινεϲ τοῦτο
προπαροξύνουϲι. περὶ δὲ τούτου ἐντελῶϲ εἴρηται ἐν τοῖϲ περὶ καθολικῆϲ
προϲῳδίαϲ.

Πηλίκοϲ. τὰ εἰϲ κοϲ λήγοντα καθαρὰ ὑπὲρ δύο ϲυλλαβάϲ, ὁπότε 
τῷ ι παραλήγει ϲυνεϲταλμένῳ, ἤτοι προπαροξύνεται, ἀνθέρικοϲ, Κύζικοϲ,
 Ὤρικοϲ, Ἀϲφόδικοϲ, ἢ ὀξύνεται, ὡϲ τὸ κλωπικόϲ, Τρωϊκόϲ, οὐδὲν
δὲ ὁτιοῦν παροξυνόμενόν ἐϲτιν. ἐπιϲτατέον τῷ πηλίκοϲ παροξυνομένῳ.
τούτῳ δὲ ἀκόλουθον καὶ τὸ ἡλίκοϲ, τηλίκοϲ παρὰ ποιηταῖϲ, καὶ 
μία γὰρ αὐτῶν ἡ ϲυζυγία ἐϲτὶ καὶ ὁ αὐτὸϲ τόνοϲ τοῖϲ πυϲματικοῖϲ
καὶ τοῖϲ ἀνταποδοτικοῖϲ τοῖϲ ὑπὲρ μίαν ϲυλλαβήν. τὰ εἰϲ κοϲ λήγοντα
 ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ παραλήγοιτο τῷ ι καὶ παροξύνοιτο, πρὸ τοῦ
κ τὸ ϲ ἔχει, ἀϲτερίϲκοϲ, ὀβελίϲκοϲ, πανίϲκοϲ, Κωραλίϲκοϲ. ἐρχῆν οὖν 
 

 
τὸ πηλίκοϲ, εἰ παροξύνοιτο, πρὸ τοῦ x τὸ ϲ ἔχειν, ὡϲ τὸ ἀϲτερίϲκοϲ,
ἢ μὴ παροξύνεϲθαι. πάντων δὲ λύϲειϲ δίδωμι ἐν τῷ περὶ καθολικῆϲ
προϲῳδίαϲ.

Κοῖλοϲ. οὐδὲν εἰϲ λοϲ λῆγον διϲύλλαβον βαρύτονον τῇ οι διφθόγγῳ
 παραληγόμενον, ὅτι μὴ μόνον τὸ κοῖλοϲ. ἀνάλογον οὖν ἐϲτι 
καὶ λεγόμενον κόϊλοϲ. μεμίμηται γὰρ τὸ αἴγιλοϲ, μύτιλοϲ, πύτιλοϲ,
νύκτιλοϲ (?).

Ἑταῖροϲ. οὐδὲν εἰϲ ροϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ ἀπλοῦν προπεριϲπᾶται,
ἀλλὰ μόνον τὸ ἑταῖροϲ. ἴϲωϲ οὖν ἀναλογώτερον τὸ «ἑτάρουϲ
τε» χωρὶϲ τοῦ ι λεγόμενον. πολλὰ γάρ ἐϲτι τοιαῦτα, μάρμαροϲ, 
βάρβαροϲ, τάλαροϲ, κύλλαροϲ, φλύαροϲ· τούτου δέ τινεϲ ἐκτείνουϲι τὸ
 α, καὶ μάλιϲτα παρ’ Ἀττικοῖϲ. ἔϲτι μέντοι τινὰ προπαροξυνόμενα ἔχοντα
τὴν αι δίφθογγον, ἅπερ ϲύνθετά ἐϲτιν ἢ κύρια, ἄκαιροϲ, εὔκαιροϲ, Πάλαιροϲ·
ἔϲτι δὲ χωρίον τῆϲ Ἀκαρνανίαϲ· μέμνηται καὶ Ἐξπίχαρμοϲ ἐν
Ἐλπίδι ἢ Πλούτῳ 
 
 οὕτ’ ὦν Πάλαιροϲ οὕτε (βοιαυτοῦ) .

Ὕϲτεροϲ· τὰ εἰϲ τεροϲ ϲυγκριτικά, εἰ ἔχει πρὸ τῆϲ τεροϲ παραγωγῆϲ
τὸ υ, οὔτε τριϲυλλαβεῖν θέλει οὕτε ἔχειν προηγούμενον τοῦ τ
τὸ ϲ. ἀπὸ γὰρ τῶν εἰϲ υϲ ὀνομάτων θέλει παράγεϲθαι, ταχύτεροϲ, πλατύτεροϲ,
 βραχύτεροϲ, ἡδύτεροϲ. ϲημειῶδεϲ ἄρα τὸ ὕϲτεροϲ, μήτε ἀπὸ τῶν εἰϲ 
υϲ ληγόντων παραχθὲν τριϲύλλαβόν τε ὑπάρχον καὶ ἔχον τὸ ϲ προηγούμενον
τοῦ τεροϲ. ἀλλ’ ἴϲωϲ αἴτιον τὸ πάθοϲ, ὡϲ δείκνυται ἐν ἑτέροιϲ,
ἔνθα καὶ περὶ τοῦ «κύντερον ἄλλο γυναικόϲ» (λ 427), εἰ καὶ ἔϲτι
25ϲυγκριτικόν· τό τε ἰθύντεροϲ ὑπὲρ τρεῖϲ ἐϲτι ϲυλλαβάϲ, ῥήματι παρακείμενον
τῷ ἰθύνω. τὸ δὲ ἐπαϲϲύτερον
 

 
 
 ὣϲ τότ’ ἐπαϲϲύτεραι Δαναῶν (Δ 427) 
 
οὐκ ἔχει φυϲικὸν τὸ υ, ἐκ δὲ τοῦ ἀϲϲοτέρου ἐτράπη,
 
 ἀϲϲοτέρω καθίϲαϲα παραὶ πυρί (ρ 572).

Ἀνήρ. οὐδὲν εἰϲ ηρ λῆγον ὀξυνόμενον ἔχει τὸ ν πρὸ τοῦ η, 
 ἀλλὰ μόνον τὸ ἀνήρ. τὸ δ’ σἴτιον πρόδηλον. προϲέθηκα δὲ ὀξυνόμενον
διὰ τὸ (ϲύνηθεϲ) βαρυνόμενον κύριον καὶ δηλοῦν ποταμὸν ἐν
Ϲικελίᾳ.

Ὀδούϲ. τὰ εἰϲ δουϲ λήγοντα ὀνόματα ἁπλᾶ περιϲπᾶται, ὑϊδοῦϲ,
θυγατριδοῦϲ, τηθαλλαδοῦϲ· ἀλλὰ μόνον τὸ ὀδούϲ ὀξυνόμενον ὁμοίωϲ 
 ταῖϲ μετοχαῖϲ καὶ κλίϲιν μετοχῶν ἀνεδέξατο· ὀδόντοϲ γὰρ ὡϲ 
λέγεται δὲ καὶ ὀδὼν πρὸϲ Ἰώνων.

Ὕψοϲ. οὐδεμία λέξιϲ ἀρχομένη ἀπὸ τοῦ υ ἔχει ἐπιφερόμενον
διπλοῦν, ἀλλὰ μόνον τὸ ὕψοϲ καὶ τὰ παρ’ αὐτοῦ γεγονότα. αἴτιον δὲ 
τὸ πάθοϲ. Αἰολεῖϲ δ’ ἴψοϲ λέγουϲιν αὐτὸ οἰκειότερον. ἔϲτι γὰρ ὑρέϲθαι
 τὸ ι πρὸ διπλοῦ, ἵζω, ἰξόϲ,
 
 μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν (Α 454).

Περὶ μονήρουϲ λέξεωϲ τῆϲ ἐν ῥήμαϲι καὶ
ἐπιρρήμαϲι.

Ἄγω. οὐδὲν εἰϲ γω ὁριϲτικὸν καθαρὸν διϲύλλαβον βαρύνεται καὶ
 πρὸ τέλουϲ ἔχει δίχρονον ϲυνεϲταλμένον κατὰ χρῆϲιν Ἑλλήνων, τὰ δὲ
ὄντα περιϲπᾶται, τραγῶ, ϲτυγῶ, ϲφριγῶ. ϲημειῶδεϲ ἄρα τὸ ἄγω βαρυνόμενον
οὐχ ὑγιῶϲ. ἔϲτι γὰρ καὶ περιϲπώμενον ἐπὶ δευτέραϲ 
 
 εὖτ’ ἂν τόδ’ ἀγῇ χρέοϲ ἀνδρόϲ. 
 
πρόϲκειται καθαρὸν διὰ τὸ μίϲγω, ϲυϲτελλόμενον δίχρονον διὰ τὸ πνίγω,
 κατὰ χρῆϲιν δὲ λεγόμενον Ἑλλήνων διὰ τὸ θίγω. τοῦ γὰρ θίξω ἔϲται
τὸ θέμα τοῦτο, ἀλλ’ οὐ λέγεται, λέγεται δὲ ὑποτακτικῶϲ κατὰ τὸν ἀόριϲτον 
χρόνον ἐὰν θίγω· διὸ προϲεθήκαμεν ὁριϲτικόν.

Μίϲγω. οὐδὲν ῥῆμα διϲύλλαβον βαρύτονον, ἔχον πρὸ τοῦ ω ἕν
τι τῶν μέϲων, κατ’ ἐπιπλοκὴν ἔχει τὸ ϲ ὁ δὲ λόγοϲ ἐπὶ τῆϲ ἡμετέραϲ
 

 
 διαλέκτου· φέρβω, τρίβω, λείβω, ἥδω, ἔδω, τέγγω, ϲτέργω. μονῆρεϲ
ἄρα τὸ μίϲγω κατ’ ἐπιπλοκὴν ἔχον τὸ ϲ.

Ἐλαύν ω. οὐδὲν εἰϲ νῶ λῆγον ῥῆμα ὁριϲτικὸν βαρύτονον τῇ αυ
διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐλαύνω παρὰ τὸ ἔλω βαρύτονον
 παρ’ ἐνίοιϲ, ὃ καὶ παρ’ ἄλλοιϲ περιϲπᾶται.

Παίζω. οὐδὲν εἰϲ ζω λῆγον ῥῆμα ἔχει πρὸ τέλουϲ τὴν αι δίφθογγον
ἐκφωνουμένην, ἀλλὰ μόνον τὸ παίζω.

Κράζω. τὰ εἰϲ ζω λήγοντα ῥήματα ὁριϲτικά, εἰ ἔχοι πρὸ τέλουϲ
 μόνον τὸ α, ἔχει αὐτὸ ϲυνεϲταλμένον, ὑπεϲταλμένηϲ τῆϲ Αἰολίδοϲ διαλέκτου
οἷον ϲφάζω, ϲτάζω, λάζω, χάζω, εὐάζω, ἐκκληϲιάζω, ϲκεπάζω, 
ἀνιάζω, ἀγοράζω· τοῦτο ἐπὶ ἑτέρου ϲημαινομένου θέλουϲιν ἐπιτείνειν,.
 ὥϲπερ καὶ τοπάζω (?). ἀλλ’ οὖν γε ταῦτα Ἀττκά ἐϲτι. ϲημειῶδεϲ
οὖν τὸ ϲύνηθεϲ πᾶϲι τὸ κράζω ἔχον ἐκτεινόμενον τὸ α, εἰ μὴ ἄρα τῷ
κρώζω ἰϲοχρονῆϲαι ἠθέληϲαν αὐτό. πρόϲκειται μόνον τὸ α διὰ τὸ ϲφαδάζω,
τεράζω, ματᾴζω, πρὸϲ τὸ α τὸ ι γραφόμενον ἔχοντα. παρῃ. 
τηϲάμεθα δὲ Αἰολίδα διάλεκτον διὰ τὸ πτάζω,
 
 ἔπταζον ὥϲτ’ ὄρνιθεϲ ὦκυν 
 αἴετον ἐξαπίναϲ φανέντα. 
 
ἐκ δὲ τοῦ κοινοῦ ἦν τοῦ ἔπτηϲϲον. τὸ δὲ αὐτὸ ἐπὶ τοῦ πλάζω·
 
 τὸν δ’ ἐπιπλάζοντ’ ἄνεμοι φέροιεν 
 καὶ μελέδωνα, 
 
ἀν τοῦ ἐπιπλήϲϲοντα.

Δίδωμι. οὐδὲν τῶν εἰϲ μι ληγόντων ῥημάτων τῆϲ τρίτηϲ ϲυζυγίαϲ
κατὰ χρῆϲίν ἐϲτιν Ἑλλήνων ἐπὶ ἐνεϲτῶτοϲ χρόνου, ἀλλὰ μόνον τὸ
δίδωμι. νῦν γὰρ τοὺϲ Αἰολεῖϲ παραιτούμεθα.

Εἰμί. οὐδὲν εἰϲ μι λῆγον ὁριϲτικὸν ῥῆμα κατὰ τὴν ἡμετέραν διά λεκτον
 διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ εἰμί, ὃ ϲημαίνει τὸ
 

 
ὑπάρχω. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ τὸ βαρυνόμενον ἡ παράδοϲιϲ διὰ τῆϲ
ει διφθόγγου γράφει· οὐχ ὑγιῶϲ μέντοι οὔτε κατὰ τὸ κίνημα αὐτοῦ
οὔτε κατὰ τὴν Αἰολίδα διάλεκτον, ὡϲ δέδεικταί μοι ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ. 
πρόϲκειται δὲ κατὰ τὴν ἡμετέραν διάλεκτον, ἐπεὶ Αἰολεῖϲ
 πάλαιμι καὶ γέλαιμί φαϲι καὶ πλάναιμι, Βοιωτοὶ δὲ τάρβειμι καὶ ποίειμι
καὶ φίλειμι.

Ἐϲτί. οὐδέποτε ῥῆμα γ προϲώπῳ εἰϲ τι λήγει, λέγω δὲ πρὸ
τοῦ τ ἔχον τὸ ϲ, οὔτε κατὰ τὰϲ ἄλλαϲ διαλέκτουϲ, οὕτε κατὰ τὴν ϲυνήθείαν, 
ἀλλὰ μόνον τὸ ἐϲτί.

Ἐϲμέν. τὰ εἰϲ μεν λήγοντα πληθυντικὰ ἀεὶ θέλει καθαρὸν ἔχειν
τὸ μ, δίδομεν, τίθεμεν, λέγομεν, νοοῦμεν· εἰ μέντοι ϲύμφωνον εὑρεθείη,
ϲυγκοπὴ πρὸ αὐτοῦ ὁρᾶται γινομένη, ἴϲαμεν ἴϲμεν, ἴδομεν ἴδμεν, 
ἐοίκαμεν ἔοιγμεν, δέδοιγμεν, ἐπέπιθμεν τὸ μέντοι ἐϲμέν οὐχ οὕτωϲ 
ἔχει. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ ἐμέν λέγεται,
 
 καὶ εἰμέν, 
 
γρῆέϲ ἐμεν,
 
 μεὶϲ δ’ εἰμὲν τοῖοι (Η 231)

Οἶδα. οὐδεὶϲ παρακείμενοϲ διϲύλλαβοϲ κατὰ τὴν ϲυνήθειαν καὶ ,
τὴν παλαιὰν χρῆϲιν ἀπὸ τῆϲ οι διφθόγγου ἄρχεται, ἀλλὰ μόνοϲ ὁ οἶδα.
 οἱ γὰρ περὶ Ἀλκαῖον ὄιδα λέγουϲι τριϲυλλάβωϲ. προϲέθηκα δὲ «κατὰ
τὴν παλαιὰν χρῆϲιν », ἐπεὶ οὐ παρ’ Ἀττικοῖϲ ἐϲτιν ἐϲθ’ ὅτε οἶκα λεγόμενον
διϲυλλάβωϲ.

Ἕπεϲον. οὐδεὶϲ δεύτεροϲ ἀόριϲτοϲ εἰϲ ον λήγων πρὸ τοῦ ο ἔχει 
τὸ ϲ, ἀλλὰ μόνον τὸ ἔπεϲον. ὁ γὰρ κατέχεϲον παρ’ Ἀλκαίῳ τῷ κωμικῷ
 ἐν Γανυμήδει εἰρημένοϲ οὔτε τῆϲ τῶν ἄλλων Ἑλλήνων χρήϲεώϲ
ἐϲτιν οὔτε κατά τινα ἀναλογίαν ἐξενηνεγμένοϲ ἢ μόνον κωμικῶϲ πεποιημένοϲ.

Αἰνῶ. τὰ διὰ τοῦ αινω διϲύλλαβα βαρύτονά ἐϲτι, βαίνω, δραίνω,
ῥαίνω, καίνω, κραίνω (?), ϲαίνω, χραίνω, αἵνω τὸ δαϲυνόμενον καὶ
 βαρυνόμενον τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ· Φερεκράτηϲ
 
 αἰνεῖν, πτίϲϲειν. 
 
 
 

 
 ϲεϲημείωται τὸ αἰνῶ περιϲπώμενον. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ ὄνομα αὐτοῦ
προκατῆρξε διὸ περιεϲπάϲθη.

Δόϲ. τὰ εἰϲ ϲ λήγοντα προϲτακτικὰ μονοϲύλλαβά τέ ἐϲτι καὶ τὸ
ε ἔχει, ἕϲ, ἔνθεν τὸ ἄφεϲ, πρόεϲ, θέϲ, ϲπέϲ, φρέϲ,
 
 ἐνθάδ’ εἴϲφρεϲ μ’ ὡϲ τὸ μειρακύλλιον. 
 
 ϲημειῶδεϲ τὸ δόϲ μόνον τὸ οϲ ἔχον. αἰτία δὲ ἡ ϲυζυγία.

Δοῦναι. οὐδὲν εἰϲ ναι λῆγον ἀπαρέμφατον τῇ ου διφθόγγῳ παραλήγεται,
ἀλλ’ εἰ παραλήγεται διφθόγγῳ, τῇ ει παραλήγεται, εἶναι,
εἴτε δαϲυνόμενον ἀορίϲτου χρόνου. .ϲημειῶδεϲ ἄρα τὸ δοῦναι. ὅτι γὰρ
οὐδέν ἐϲτι τὸ λέγειν δῶναι ὡϲ γνῶναι, βιῶναι, δῆλον μὲν ἐκ τῆϲ χρήϲεωϲ 
τῆϲ Ὁμηρικῆϲ (Α 134),
 
 κέλεαι δέ με τήνδ’ ἀποδοῦναι, 
 
δῆλον δὲ ἔϲται ἐκ τοῦ κατ’ ἀναλογίαν κινήματοϲ ἐν ἑτέροιϲ.

Τὰ τῇ ου διφθόγγῳ παραληγόμενα ἀπαρέμφατα πρὸ τῆϲ α διφθόγγου
 τὸ ϲ ἔχει, ἀκοῦϲαι, ὀροῦϲαι, λοῦϲαι. πῶϲ οὖν τὸ δοῦναι ἔχει τὸ 
ν, τοῦτο γὰρ
 
 ὦ τέκοϲ ἦρ’ ἀγαθὸν καὶ ἐναίϲιμα δῶρα διδοῦναι (Ω 425) 
 
ποιητικόν· τινὲϲ δὲ αὐτὸ καὶ διὰ τοῦ ω ἔγραφον.

Περὶ ἐπιρρημάτων.

Ἅπαξ. τὰ εἰϲ αξ λήγοντα ἐπιρρήματα ὀξύνεϲθαι θέλει, ὀκλάξ, 
ὀδάξ, ἐναλλάξ, εὐράξ, αὐτοδάξ, ἐπιτάξ· ἀλλὰ μόνον τὸ ἅπαξ βαρύνεται.
ὅπερ ἐν ϲυντάξει τοῦ ἅπαντεϲ ἢ τοῦ ἁπλῶϲ ἐκκλίνει τὸν τόνον
 ὡϲεὶ ὀξύνοιτο τὸ ἅπαξ. ἁποξἅπανταϲ γὰρ λέγομεν καὶ ἁπαξἁπλῶϲ ἐν
τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ.

Ὧδε. οὐδὲν εἰϲ δε λῆγον ἐπίρρημα διϲύλλαβόν ἐϲτι τῷ ω παραληγόμενον, 
ἀλλὰ μόνον τὸ ὧδε.

Ἔνδον. οὐδὲν εἰϲ δον λῆγον ἐπίρρημα βαρύνεϲθαι θέλει, πάντα
δὲ ὀξύνεται, ὡϲ ἔχει τὸ ϲχεδόν, ταυρηδόν, ἑλκηδόν, παραϲταδόν, παρακλιδόν,
« ῥυδὸν ἀφνειοῖο » (ο 426), ἀμφαδόν, ἄφθονοϲ ἡ ἐν ἀκολουθίᾳ
παράθεϲίϲ ἐϲτι τῶν ὀξυνομένων. ἀλλὰ μόνον τὸ ἔνδον βαρύνεται. 
τῆϲ διαλλαγῆϲ ἐν ἑτέροιϲ δίδοται ἡ αἰτία.

Πάρεξ. οὐδὲν εἰϲ εξ ἐπίρρημα βαρυνόμενον ἐκ δύο προθέϲεων
 

 
ϲυνεϲτηκόϲ, ὅπερ καὶ γενικῇ θέλει ϲυντάττεϲθαι, ἀλλὰ μόνον τὸ πάρεξ.
καὶ γὰρ ἡ ϲυνήθεια οὕτωϲ ἔϲθ’ ὅτε φηϲὶ «πάρεξ Ἀπολλωνίου». ὃν
τρόπον καὶ Ἡρόδοτοϲ ἐν τῇ τετάρτῃ (c. 46) ἔφη «πάρεξ τοῦ Ϲκυθικοῦ
ἔθνεοϲ». παρὰ μέντοι τῷ ποιητῇ ἕτερόν ἐϲτι τὸ 
 
 ἀλλὰ παρὲξ τὴν νῆϲον ἐλαύνετε (μ 276), 
 παρὲξ περιμήκεα δοῦρα (μ 443). 
 
εἴρηται δὲ περὶ αὐτοῦ ἐν τῇ Ὁμηρικῇ προϲῳδίᾳ (Ι 7).

Ὥϲ, τώϲ. οὐδὲν εἰϲ ωϲ λῆγον ἐπίρρημα ὀξυνόμενον, ὑπεϲταλμένηϲ
Δωρίδοϲ διαλέκτου, ἀλλὰ μόνον τὸ ὥϲ, καὶ τώϲ ἀνταποδοτικὸν 
 αὐτοῦ ὑπάρχον. οὐκ ἀγνοῶ μέντοι ὅτι ἐν διαφόρῳ ϲημαινομένῳ καὶ 
διαφόρῳ ϲυντάξει ἐϲθ’ ὅτε περιϲπᾶται.

Ὀψέ. οὐδὲν εἰϲ ψε λῆγον ἐπίρρημα, ἀλλὰ μόνον τὸ ὀψέ, ὅπερ
ἐν ϲυνθέϲει φιλεῖ τρέπειν τὸ ε εἰϲ τὸ ι, ὥϲπερ ἐπὶ τοῦ ὀψιμαθήϲ, ὀψίτυχοϲ,
ὀψιτέλεϲτον, «ἔκ τε καὶ ὀψὲ τελεῖ» (Δ 161), ὀψίγονοϲ. διὸ
 καὶ τὸ
 
 δείελοϲ ὀψὲ δύων 
 
παρὰ τῷ ποιητῇ (Φ 233) τό τε
 
 ὀψὲ δύοντα Βοώτην 
 
παρὰ τῷ ποιητῇ(ε 272)καὶ Ἀράτῳ οὐ ϲύνθετον ἐπεὶ κἂν ἔτρεπε τὸ ἑ εἰϲ
 ι. ἤδη μέντοι Αἰολεῖϲ καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ι αὐτὸ ἀποφαίνονται,
 
 ὄψι γὰρ ἄρξατο, 
 
ἴϲωϲ ἀναλογώτερον, ὡϲ δείκνυται ἐν τῷ περὶ ἐπιρρημάτων.

Μᾶλλον. οὐδὲν ὅμοιον τῷ μᾶλλον κατὰ χρόνον. τὸ γὰρ α, εἰ
’ἔχοι ἐν ἐπιφορᾷ διπλαϲιαζόμενον τὸ λλ ἐν μιᾷ λέξει, ϲυϲτέλλεϲθαι 
 χωρὶϲ εἰ μὴ τροπή τιϲ εἴη τοῦ η εἰϲ α παρὰ διαλέκτῳ. τὸ παράδειγμα
πῶϲ ἔχει, ἄλλοϲ, γάλλοϲ, θαλλόϲ, θάλλω, πάλλω, ἅλλομαι,
ἀγάλλομαι, καὶ ἄλλο πλῆθοϲ λέξεων τοιούτων ἀδιάπτωτον. ϲημειωτέον
ἄρα περὶ χρόνον τὸ μᾶλλον. τὸ γὰρ ὀτράλλιϲ) ϲυνεϲταλμένον ἔχει 
τὸ α. ἐφυλαξάμην δὲ διαλέκτουϲ διὰ τὸ
 
 ἄλλα, μὴ μεγαλύνεο δακτυλίω πέρι. 
 
καὶ
 
 ἄλλαν, μή τι κατ’ ἀμμετέραν φρένα 
 
καὶ
 
 ἄθρα δηὖτε πάχη ϲπόλᾳ ἀλλόμαν 
 
 ἀντὶ τοῦ ἡλλόμην.

Ἀθροῦν. οὐδὲν εἰϲ ουν λήγει ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἀθροῦν.
ὅπερ καὶ ἐπεκτάϲεϲι ποιητικαῖϲ κέχρηται καὶ παραθέϲει ἄρθρου ἑνικοῦ
καὶ πληθυντικοῦ. παραιτοῦμαι δὲ τὸ αἰϲχοῦν, ὃ εἴρηται παρὰ τῷ τοὺϲ
 Εἔῖλωταϲ· — ἀλλὰ μιϲχοῦν καθήμενοι. ἐπεὶ ὀνοματικά ἐϲτι.

Δεῦρο. οὐδὲν εἰϲ ο λήγει ἐπίρρημα ὑπὲρ μίαν ϲυλλαβήν, ἀλλὰ 
μόνον τὸ δεῦρο. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ κατ’ ἐπέκταϲιν
εἰϲ ω ἐν τῷ (Γ 243)
 
 δεύρω μὲν ἕποντο. 
 
 παραιτοῦμαι γὰρ τὴν διάφορον ἀνάγνωϲιν. παρὰ δὲ τοῖϲ Αἰολεῦϲι καὶ
 δεῦρυ διὰ τοῦ υ· παρὰ δὲ Ἀττικοῖϲ ἔϲθ’ ὅτε καὶ δευρί λέγεται διὰ τοῦ 
ι. τετόλμηται δὲ αὐτοῦ καὶ θεματιϲθῆναι πληθυντικὸν τὸ δεῦτε ὅτι δέ
ἐϲτιν ἐπίρρημα ἐν τῷ περὶ ἐπιρρημάτων λέγεται.

κεῖθεν. οὐδὲν εἰϲ θεν λῆγον ἐπίρρημα τοπικὸν τῇ ει διφθόγγῳ
παραλήγεται, ἀλλὰ μόνον τὸ ἐκεῖθεν. σἴτιον δὲ τὸ πάθοϲ· ὁ γοῦν
Ἀλκαῖοϲ κεινόθεν ἐϲτὶν ὅπου ἀπεφήνατο αὐτό.
 
 αῖ γάρ κ’ ἄλλοθεν ἔλθῃ, τί δὲ φὴ κήνοθεν ἔμμεναι 
 
 τὸ δὲ εἴθε ἐπέκταϲιϲ καὶ οὐ τοπικόν.

Χαμαί. οὐδὲν εἰϲ αι λῆγον ἐπίρρημα ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεται,
λέγω δὲ μή ϲχετλιαϲτικόν. τὰ δὲ τοιαῦτα καὶ ὀξύνεται, εὐαι, βαβαί,
καὶ περιϲπᾶται, ἀταταῖ, αἰαῖ, παπαῖ. τὸ δὲ πάλαι βαρύνεται. λέγε 
ται τὸ αἴτιον ἐν τῷ περὶ ἐπιρρημάτων.

Αὐτάρκηϲ ἡ παράθεϲιϲ τῆϲ μονήρουϲ λέξεωϲ ἐν τούτῳ τῷ βιβλίῳ,
ὅπωϲ καὶ ἐν τῷ δευτέρῳ ϲχεδὸν ἴϲην παράθεϲιν ποιηϲώμεθα. εἰ δέ τιϲ
 
 

 
ἐπιζητοίη, διὰ τί ἐξ ὀνομάτων καὶ ῥημάτων καὶ ἐπιρρημάτων τὴν παράθεϲιν
ἐποιηϲάμεθα, εἴϲεται μὲν ἐκ τοῦ προοιμίου· ἀλλὰ καὶ νῦν δηλώϲω,
ὡϲ ἀντωνυμιῶν μὲν οὐκ ἐμνήϲθην, ἐπεὶ ϲχεδὸν μονήρειϲ εἰϲὶ 
πᾶϲαι, καὶ μάλιϲτα αἱ πρωτότυποι· ἀλλ’ οὐδὲ μετοχῶν, ἐπεὶ ἀεὶ δεύτεραί
 εἰϲι καὶ ἐπιζητοῦϲι τὸ κινοῦν αὐτὰϲ ῥῆμα. εἰ δὲ καὶ περὶ μίαν
καὶ δευτέραν ἐγένετό τιϲ ζήτηϲιϲ, τοῦτο οὐ μονήρουϲ ἐϲτὶ λέξεωϲ ἰδίωμα. 
οὔτε μὴν ἄρθρων οὔτε προθέϲεων ἐμνήϲθην, ἀλλ’ οὐδὲ ϲυνδέϲμων. ἐπεὶ.
τούτων τῶν μερῶν τοῦ λόγου ἐξηριθμέναι πώϲ εἰϲιν αἱ φωναί, τῶν
δὲ προειρημένων μερῶν λόγου, λέγω δὲ ὀνόματόϲ τε καὶ ῥήματοϲ καὶ.
 ἐπιρρήματοϲ, πολλὴ μὲν χρῆϲιϲ φωνῶν, παραγωγή τε αὐτοῖϲ ποικίλη 
πρόϲεϲτι καὶ ϲχεδὸν ἴϲη. ὄνομα μὲν γὰρ εἰϲ ὄνομα παράγεται, ὡϲ
λεπτὸϲ Λεπτίνηϲ, ἄριϲτοϲ ἀριϲτεύϲ. παράγεται δὲ καὶ εἰϲ ῥῆμα, ὡϲ
παρὰ τὴν μάϲτιγοϲ γενικὴν τὸ μαϲτιγῶ καὶ παρὰ τὴν εὐδαίμονοϲ εὐδαιμονῶ.
παράγεται δὲ καὶ εἰϲ ἐπίρρημα, ὡϲ παρὰ τὸ ἀκόνιτοϲ ἀκονιτί, 
 ἀθεώρητοϲ ἀθεωρητί, Λεϲβόθεν τε καὶ οὐρανόθεν. τὸ αὐτὸ ἀποτελεῖ 
καὶ τὸ ῥῆμα. ἤτοι γὰρ αὐτὸ καὶ εἰϲ ἑαυτὸ παράγεται, ὡϲ παρὰ τὸ
ἀθλῶ τὸ ἀθλεύω, ἵζω ἱζάνω, ἢ εἰϲ ὄνομα, ὡϲ παρὰ τὸ ποιῶ ποιητήϲ,
ποίημα, ἢ εἰϲ ἐπίρρημα, ὡϲ ἀπὸ τοῦ ὄπτω ὄβδην, ὃ καὶ Καλλίμαχόϲ 
φηϲιν
 
 ἦλθον ἐϲόβδην, 
 
πλέκω πλέγδην,
 
 μέϲφα περιπλέγδην, 
 
ἄρδω ἄρδην. ὁμοίωϲ δὲ καὶ τὸ ἐπίρρημα τὴν αὐτὴν ποϲότητα ἔχει τῆϲ
παραγωγῆϲ. ἢ γὰρ πάλιν εἰϲ ἑαυτὸ παράγεται, ὡϲ παρὰ τὸ ἐγγὺϲ ἐγγύθεν,
 ἢ εἰϲ ὄνομα, ὡϲ τὸ ἐγγύτερον, ἀνώτερον, ἢ εἰϲ ῥῆμα, ὡϲ παρὰ 
τὸ ὀψὲ ὀψίζω. ϲχεδὸν οὖν ταῦτα τὰ μέρη τοῦ λόγου ἀλλήλοιϲ προϲπέπονθε.
διὸ καὶ ἐξ αὐτῶν πεποίημαι τοὺϲ κανόναϲ. εἰ δέ τιϲ λέγοι
ὡϲ καὶ ἡ ἀντωνυμία ποικίλην παραγωγὴν ἔχει· εἴϲ τε γὰρ ἑαυτὴν παρῆκται
καὶ εἰϲ ἐπίρρημα· ἴϲτω ὅτι ἐνέλειψαν τοῖϲ κυριωτάτοιϲ, λέγω δὲ 
 ῥήματι καὶ ὀνόματι· τὸ γὰρ ἡμετέρειοϲ καὶ τὸ ϲφετεριζόμενοϲ τῶν παραλόγων.
ἡ μέντοι πρόθεϲιϲ παρῆκται μὲν εἰϲ ὄνομα καὶ ἐπίρρημα, οὔτε
γε μὴν εἰϲ αὑτὴν οὐδὲ εἰϲ ῥῆμα. τά τε προκείμενα μόρια, λέγω δὲ
ὄνομα καὶ ῥῆμα, οὐκ ἀπέδωκεν ἀφ’ ἑαυτῶν παραγωγήν, οὔτε εἰϲ 
οὔτε εἰϲ πρόθεϲιν, ἐπειδή περ θεματικώτερα ὑπῆρχεν. ἡ
 μέντοι μετοχή, εἰ καὶ μέροϲ λόγου ἐϲτίν, ἐκεῖνό γε ἔχει ἐξαίρετον τὸ
μήποτε πρωτότυπον εἶναι. διὸ δὴ οὐδὲ αὐτῇ τὰ σἴτια ἀνατίθεμεν, ὅτι
 

 
 μὴ ϲπανίωϲ, ἐφ’ ὧν καὶ ζητοῦμεν εἰ καὶ μετοχαὶ ὑπάρχουϲιν, ὥϲπερ
καὶ ἐπὶ τῆϲ ἄϲμενοϲ, καὶ τὸ κρέων καὶ τὸ ἀκέων καὶ κτίμενοϲ. τοϲαῦτα
ἔχομεν εἰπεῖν ἐν τῷ πρώτῳ βιβλίῳ περὶ μονήρουϲ λέξεωϲ.

Ἐν μὲν οὖν τῷ πρὸ τούτου βιβλίῳ, ἄριϲτε φιλολόγε, περὶ μονήρουϲ 
λέξεωϲ ἥτιϲ ἐϲτὶν ἐν τῇ χρήϲει τῶν παλαιῶν ἑωρᾶτο καὶ τῇ νυνὶ
ϲυνηθείᾳ· νυνὶ δὲ ϲτρέψομαι καὶ ἐπὶ τὰϲ γνωριζομέναϲ μὲν ὁμοίωϲ καὶ
 τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ καὶ τῇ παλαιῶν χρήϲει, πειράϲομαι δὲ καὶ ἄλλαϲ
παραθέϲθαι λέξειϲ, αἵτινεϲ οὔκ εἰϲιν ἐν τῇ νυνὶ ϲυνηθείᾳ, παρὰ μέντοι
τοῖϲ παλαιοῖϲ. ἔϲτω δέ μοι ἡ παράθεϲιϲ ὁμοίωϲ ἐξ ὀνομάτων καὶ ῥημάτων 
καὶ ἐπιρρημάτων. ἐπεὶ δέ τινεϲ ἐπεζήτηϲαν, εἰ δύναται τὸ τοιοῦτο
 εἶδοϲ καὶ ἐν προθέϲεϲιν ὀφθῆναι, κατὰ τοῦτο ἐπειράθην ὀλίγαϲ
προθέϲειϲ ἐλέγξαι ἐν εἴδει τινὶ μονήρειϲ ὑπαρχούϲαϲ.

Ὄνομα. οὐδὲν εἰϲ μα λῆγον οὐδέτερον ἁπλοῦν ἐν τοῖϲ πρὸ τέλουϲ
δύο ϲυλλαβαῖϲ διϲϲὸν ἔχει ο, ὡϲ δῆλον ἐκ τῶν τοιούτων ποίημα, 
 νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώνημα, ϲτεφάνωμα, χρύϲωμα, κώλυμα,
ἔλυμα, ἔρυμα, καὶ ἄλλο μυρίον πλῆθοϲ τοιούτων ὀνομάτων ἀδιάπτωτον
ποιεῖ τὸν κανόνα. δῆλον ὡϲ τὸ ὄνομα μονῆρέϲ ἐϲτι καὶ γὰρ
ἥ τε τρίτη ἀπὸ τέλουϲ τὸ ο ἔχει καὶ ἡ πρὸ τέλουϲ. Αἰολεῖϲ δὲ ὄνυμα
 λέγοντεϲ αὐτὸ ἀπολύουϲι τοῦ προκειμένου ἐλέγχου. πρόϲκειται τῷ 
κανόνι « ἁπλοῦν», ἵνα μή τιϲ ταῦτα ϲύνθετα ὄντα ὡϲ ἀντιπίπτοντα παρατάξῃ
ϲυνεχῶϲ ἐν τῇ ϲυνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρόπομα,
ὅπερ καὶ πρόπωμα λέγεται.

Δέμαϲ. τὰ εἰϲ μα λήγοντα οὐδέτερα ἐναντία ἐϲτὶ τοῖϲ εἰϲ αϲ
λήγουϲι. τὰ μὲν γὰρ εἰϲ αϲ λήγοντα παραιτεῖται τὸ μ ἔχειν πρὸ τοῦ 
 α, ὡϲ ἔχει τὸ ϲέβαϲ, οὖδαϲ, κνέφαϲ, ψέφοϲ, κέραϲ, τέραϲ, γῆραϲ, γέραϲ,
βρέταϲ, δέπαϲ, ϲκέπαϲ, καὶ ἄλλα μυρία ἐϲτὶ τοιαῦτα μὴ ἔχοντα
τὸ μ πρὸ τοῦ α τὰ δὲ ἔχοντα τὸ μ πρὸ τοῦ α παραιτεῖται τὴν εἰϲ ϲ
5κατάληξιν, ὡϲ ἔχει τὸ δόμα, θέμα, ϲτόμα, χύμα, λύμα, δῶμα, πτῶμα.
πῶϲ οὖν τὸ δέμαϲ καὶ τὸ μ ἔχει πρὸ τοῦ α καὶ τὴν εἰϲ’ ἑ κατάλξιν 
ὥϲτ’ ἐϲτὶν οὕτωϲ ὁρίϲαϲθαι· οὐδὲν εἰϲ μαϲ λῆγον οὐδέτερον, μονῆρεϲ
ἄρα τὸ δέμαϲ,
 
 ϲτήτην ἐγγὺϲ ἰόντε, δέμαϲ δ’ ἄνδρεϲϲιν ἐΐκτην (Φ 285).

Πεῖραρ. οὐδὲν εἰϲ αρ λῆγον οὐδέτερον πρὸ τοῦ α ἔχει ρ, ἀλλ’ 
ἤτοι καθαρεύει ἢ ἄλλο τι ϲύμφωνον ἔχει, ὡϲ δῆλον ἐκ τῶν τοιούτων·
ἔαρ, κέαρ, οὖθαρ, εἶδαρ, μῶμαρ, ἧπαρ, νέκταρ. μονῆρεϲ ἄρα τὸ «πεῖραρ
ἐπαλλάξαντεϲ» (Ν 359). οὐδέτερον δὲ προϲέθηκα ἐπεὶ Ἄραρ τιϲ λέγεται
 ποταμόϲ, ὡϲ παρ’ Ἐρατοϲθένει (?). καὶ ἐπίγραμμα ἔχον οὕτωϲ 
 
 μιϲγόμεθ’ ἀλλήλων ὡϲ Ἄραροϲ Ῥοδανόϲ.

Κρέαϲ. οὐδὲν οὐδέτερον εἰϲ αϲ λῆγον καθαρὸν τῷ ε παραλήγει
κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήϲει Ἑλλήνων, ἀλλὰ μόνον τὸ κρέαϲ.
τὰ δ’ ἔχοντα καθαρὸν τὸ α καὶ ἔχοντα πρὸ αὐτοῦ ε εἰϲ ρ θέλει 
 ἔαρ, ϲτέαρ, κέαρ, φρέαρ. τὸ τοίνυν κρέαϲ ἢ εἰϲ ρ ὤφειλε καταλήγειν
ἢ εἴπερ εἰϲ ϲ καταλήγοι ὀφείλει μεταξὺ τοῦ ε καὶ α ϲύμφωνον
ἔχειν, ὥϲπερ τὸ λέπαϲ, ϲκέπαϲ, κνέφαϲ, βρέταϲ. προϲέθηκα δὲ κατὰ
τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήϲει Ἑλλήνων, ἐπεὶ παρὰ Ἑκαταίῳ ἐϲτὶ « τὰ 
δέατο περιτεταμένοι». ἀλλ’ οὐ ϲύνηθέϲ ἐϲτι λέγειν δέαϲ. ὅ τε Ϲοφοκλῆϲ
 ἐν Κηδαλίωνι ϲατυρικῷ φηϲι.
 
 καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων 
 ὑπὸ τοῦ δέατοϲ 
 
ἀντὶ τοῦ δέουϲ. ἀλλ’ οὐ λέγεται ἡ εὐθεῖα δέαϲ. ὅ τε Ξενοφάνηϲ φηϲὶ 
 
 ἁγνὸν ἐνὶ ϲπεάτεϲϲι τεοῖϲ καταλείβεται ὕδωρ. 
 
 ἀλλ’ οὐ γὰρ λέγεται ϲπέοϲ. ἡ γὰρ ἀναλογία ὡϲ ἀπὸ τοιούτων εὐθειῶν 
τὰϲ κλίϲειϲ λαμβάνει, οὐκ οὐϲῶν μέντοι ἐν χρήϲει Ἑλλήνων. τὸ δὲ
παρὰ τῷ ποιητῇ (α 218) κτεάτεϲϲιν
 
 ἀνέροϲ, ὃν κτεάτεϲϲιν ἑοῖϲ ἔπι γῆραϲ ἔτετμε 
 
μεταπλαϲμοῦ ἔχεται ἐκ τῆϲ κτεάτοιϲ δοτικῆϲ.

Ἰχθῦϲ. οὐδὲν εἰϲ υϲ λῆγον ἀρϲενικὸν ὑπὲρ μίαν ϲυλλαβήν, μὴ 
ἔχον ὑποκοριϲτικὴν ἔννοιαν, περιϲπᾶϲθαι θέλει. ϲημειῶδεϲ ἄρα ὁ ἰχθῦϲ.
προϲέθηκα δὲ «μὴ ὑποκοριϲτικὴν ἔννοιαν» διὰ τὸ ἀπφῦϲ· δοκεῖ γὰρ παρὰ.
τὸ ἀπφάϲ παρωνομάϲθαι. ἔϲτι δὲ καὶ τὸ Διονῦϲ παρὰ τοῖϲ κωμικοῖϲ 
ἐπ τοῦ ἐκλύτου ταϲϲόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύϲου. ὦν οὐδὲ
 αἱ γενικαὶ παρόμοιαι τῷ προκειμένῳ· ἰχθύοϲ γὰρ λέγεται οὐ μεμελέτηκε
δὲ ἀπφύοϲ λέγεϲθαι. μόνον δὲ διὰ δύο δαϲέων ἐκφέρεται ὁ ἰχθῦϲ,
 
 

 
 τῶν ἄλλων εἰϲ υϲ ληγόντων οὐχ οὕτωϲ ἐχόντων. πρόϲκειτάι δὲ τῷ
κανόνι «ἀρϲενικὸν» διὰ τὸ ὀφρῦϲ περιϲπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ
ὀϲφῦϲ. ὥϲτε εἰ περιϲπᾶται τὸ ἰχθῦϲ, ἔϲτω θηλυκόν εἰ δὲ ἀρϲενικόν
ἐϲτιν, ὀφείλει ὅμοιον εἶναι τῷ ϲτάχυϲ, βότρυϲ.

Μᾶζα. τὰ εἰϲ ζα λήγοντα θηλυκά, εἰ ἔχοι πρὸ τέλουϲ δίχρονον, 
ϲυνεϲταλμένον αὐτὸ ἔχει, ὡϲ τὸ ῥίζα, ϲχίζα, ϲπίζα· ἔϲτι δὲ εἶδοϲ ὀρνέου.
Ϲοφοκλῆϲ ἐν Ναυπλίῳ πυρκαεῖ
 
 κάτω κρέμανται, ϲπίζα τέτατ’ ἐν ἕρκεϲι. 
 
 Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖοϲ περιηγήϲει Ἀϲίαϲ
«τῇ δὲ λίμνῃ Δούριζα οὔνομα». Βόρυζα πόλιϲ Περϲική, ὡϲ Ἑκαταῖοϲ 
περιηγήϲει Εὐρώπηϲ· «μετὰ δὲ Βόρυζα πόλιϲ Περϲέων, μετὰ δὲ Θυνιάϲ».
Ἀράβυζα τῆϲ Καυκωνίδοϲ πόλιϲ. ἄζα, γάζα, χάλαζα. ϲημειῶδεϲ
 ἄρα ἡ μᾶζα ἐκτείνουϲα τὸ πρὸ τέλουϲ α.

Ἀγαυόϲ. οὐδὲν εἰϲ οϲ λῆγον καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενον
τῇ αυ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἀγαυόϲ.

Χθών. τὰ εἰϲ ων μονοϲύλλαβα φιλεῖ ἀρϲενικὰ εἶναι καὶ φυλάττει
τὸ ω ἐν τῇ γενικῇ, πρών, Χών τὸ ἐθνικόν, κλών, Θων εἴτε Θῶνοϲ
εἴτε Θῶντοϲ. ἀλλὰ μόνον τὸ χθών θηλυκόν ἐϲτι καὶ διήλλαξε κατὰ
 τὴν κλίϲιν.

Δομήν. τὰ εἰϲ μην λήγοντα ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν ἐπὶ 
γενικῇ τὸ η εἰϲ ἕ τρέπει, ποιμένοϲ, λιμένοϲ, πυθμένοϲ, ἀλλὰ μόνον
τὸ Δομήν ἐφύλαξε τὸ η. Δαμῆνοϲ γὰρ ἐπιγράφεται Ἀγρολικά. ἴϲωϲ
 δὲ ἐπεὶ κύριόν ἐϲτι παραλλαγὴν ἐποιήϲατο. τὸ δὲ Ἀλλαμήν παραιτοῦμαι·
οὐ γὰρ γνήϲιον ὄνομα ὑπὸ Διοδώρου παραπεποιημένον.

Ἰχώρ. οὐδὲν εἰϲ ωρ λῆγον ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεϲθαί θέλει, 
 ἀλλὰ πάντα βαρύνεϲθαι ῥήτωρ, κλήτωρ, ἵϲτωρ, Ἑκτωρ,πέλωρ, κέλωρ,
ἄκτωρ, Ϲπέρχωρ, Ἀννίχωρ, ἄχωρ, (ἀναΰζωρ) . ἡ δὲ ἱϲτορία τῶν ὀνομάτων
εἴρηταί μοι ἐν δευτέρῳ περὶ καθολικῆϲ προϲῳδίαϲ. ϲημειῶδεϲ
ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον εἴρηται ἐν τῷ περὶ.
καθολικῆϲ προϲῳδίαϲ.

Τέκμωρ. οὐδὲν εἰϲ ωρ λῆγον οὐδέτερον ὑπὲρ μίαν ϲυλλαβὴν ἔχει 
ϲυμπλοκὴν δύο ϲυμφώνων πρὸ τοῦ ω ·
 
 Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖϲιν ἐάϲῃϲ (Ε 684), 
 
νίκωρ παρὰ Ϲώφρονι τῷ μιμογράφῳ, ὕδωρ, ἔλδωρ· οὐ γὰρ ϲυμπλοκὴ
 ἐνθάδε, ἀλλὰ διάϲταϲιϲ· ὁ δὲ Ἴβυκοϲ ἔϲθ’ ὅτε καὶ θηλυκῶϲ προφέρεται 
 
 οὔτι κατὰ ϲφετέραν ἐέλδω 
 
καὶ
 
 ἐϲθλὰν ποτιδεγμένων ἐέλδω. 
 
ϲημειῶδεϲ οὖν τὸ τέκμωρ ἔχον ἐπιπλοκὴν δύο ϲυμφώνων. ἢ ἴϲωϲ ἀναλογώτερον
 ἐκδεκτέον τὸ τέκμαρ. ἴϲον γὰρ ἐγένετο τῷ νέκταρ καὶ ἔχθαρ· 
οὐ φιλεῖ δὲ τὰ τοιαῦτα προϋπάρχειν τῶν εἰϲ ωρ. τοῦ δὲ ϲημειοῦϲθαι
τὸ τέκμωρ αἴτιον ὁ πλεοναϲμὸϲ τοῦ μ.

Πολύϲ. τὰ εἰϲ λυϲ λήγοντα καθαρὸν ἔχοντα τὸ υ ϲυνεϲταλμένον
βαρύνεϲθαι θέλει, θῆλυϲ, φόλυϲ.
 
 φόλυεϲ κύνεϲ 
 
παρὰ τῷ Ἀντιμάχῳ, ἔπηλυϲ, νέηλυϲ, ὄλολυϲ τὸ προϲηγορικὸν εἶτε τὸ 
κύριον, Ζῆλυϲ ὁ ποταμόϲ, ἔγχελυϲ, μόλυϲ. ϲημειῶδεϲ ἄρα τὸ πολύϲ 
ὀξυνόμενον. πρόϲκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύϲ, ϲυνεϲταλμένον δὲ.
τὸ υ διὰ τὸ ἰλύϲ.

Ἐρῆμοϲ. οὐδὲν εἰϲ μοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ προπεριϲπώμενον 
τῷ η παραλήγεται, ἀλλὰ μόνον ἐρῆμοϲ,
 
 ὡϲ ἴδε χῶρον ἐρῆμον (K 520). 
 
Ἀττικοὶ μέντοι προπαροξύνουϲι τὴν λέξιν.

Ἑτοῖμοϲ. οὐδὲν εἰϲ μοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ οι διφθόγγῳ
 παραληγόμενον προπεριϲπᾶται, ἀλλὰ μόνον τὸ ἑτοῖμοϲ. καὶ τοῦτο δὲ 
παρ’ Ἀττικοῖϲ τοῖϲ νεωτέροιϲ φαϲὶ προπαροξύνεϲθαι.

Πλυνόϲ. τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα μὴ ἔχοντα πρὸ τοῦ ν
ϲύμφωνον κατ’ ἐπιπλοκήν, παραληγόμενα δὲ τῷ υ, πάντωϲ ἐκτεταμένῳ
παραλήγεϲθαι θέλει, φρυνόϲ, θυνόϲ, γρυνόϲ, ϲημαίνει δέ, ὡϲ καὶ Ἀπολλώνιόϲ 
 φηϲι, τὰϲ τῶν ξύλων ξηρὰϲ καὶ παχείαϲ ῥίζαϲ. ϲημειῶδεϲ ἄρα
τὸ πλυνόϲ κατὰ χρόνον· καίτοι γε τὸ πλύνω ἐκτεινόμενον τὸ υ.

Ἑνότηϲ. τὰ εἰϲ τῆϲ λήγοντα θηλυκὰ οὐδέποτε ἀπὸ τῆϲ ειϲ 
παρήχθη. ϲημειῶδεϲ ἄρα τὸ ἑνότηϲ ὄνομα.

Ἀνδροτήϲ. τὰ εἰϲ τηϲ λήγοντα θηλυκὰ οὐδέποτε ἀπὸ τῶν εἰϲ
ληγόντων παράγεται. ϲημειῶδεϲ ἄρα τὸ ἀνδροτήϲ ὄνομα. ἢ γὰρ
 ἀπὸ τῶν εἰϲ οϲ, ὡϲ κοῦφοϲ κουφότηϲ, ἢ ἀπὸ τῶν εἰϲ υϲ, ὡϲ ταχύϲ
ταχυτήϲ, ἢ καὶ ἀπὸ ῥημάτων, ὡϲ παρὰ τὸ ἴεμαι ἰότηϲ, οὐδέποτε μέντοι
ἀπὸ τῶν εἰϲ ρ ληγόντων. διὸ δὴ καὶ τὸ ἑνότηϲ παράϲημον· παρὰ 
γὰρ τὴν εἰϲ ειϲ εὐθεῖαν, οὐ τὴν εἰϲ οϲ ἢ εἰϲ υϲ.
 Φερνή. τὰ εἰϲ νη λήγοντα διϲύλλαβα μονογενῆ θηλυκὰ ἔχοντα
πρὸ τοῦ ν ρ βαρύνεϲθαι θέλει, πέρνη, πτέρνη, Τάρνη πόλιϲ, Κέρνη
ὁμοίωϲ, Ἄρνη, ἀλλὰ μόνον τὸ φερνή ὀξύνεται. Αἰολεῖϲ δὲ φέρεναν
αὐτὴν λέγουϲιν ὁμοίωϲ τῇ ’Ἑλέναν.

Ἀρνόϲ. οὐδεμία γενικὴ εἰϲ νοϲ λήγοντα πρὸ τοῦ ν ρ ἔχει, ἀλλὰ
μόνον τὸ ἀρνόϲ. αἴτιον δὲ τὸ πάθοϲ. τὸ παρὰ Ϲοφοκλεῖ
 
 οὐ ϲκέπαρνοϲ οὐδὲ πρίονοϲ 
 πληγαί 
 
 οὐκ ἀντίκειται. ὅτι γὰρ καὶ ὁ τραγικὸϲ λέγει ϲκέπαρνοϲ ἐπ’ εὐθείαϲ ἀρϲενικῆϲ 
ἐν ἑτέροιϲ ἐδήλωϲα.

Ἀνδρόϲ. οὐδεμία γενικὴ εἰϲ ροϲ λήγουϲα πρὸ τοῦ ρ ἔχει τὸ δ,
ἀλλὰ μόνον τὸ ἀνδρόϲ. αἴτιον δὲ τὸ πάθοϲ. ἐν τοῖϲ περὶ καθολικωτέραϲ
προϲῳδίαϲ εἴρηται.

Ἀνδριάϲ. τὰ εἰϲ αϲ λήγοντα καθαρόν ἐκτεταμένον ἔχοντα τὸ α, εἰ 
ἔχοι πρὸ τέλουϲ φωνῆεν ἢ φωνήεντα, βαρύνεϲθαι θέλει, δρακοντίαϲ,
ὀνοματίαϲ, κοππατίαϲ, Λοξίαϲ, Ἐρυξίαϲ, Βορέαϲ, Ἡρέαϲ, Θαρϲέαϲ, Κρατέαϲ,
Μινύαϲ, Φλεγύαϲ, Ἀνδρέαϲ· μυρίον ἐϲτὶ πλῆθοϲ τοιούτων ὀνομάτων
 ἀδιάπτωτον. ϲημειῶδεϲ ἄρα τὸ ἀνδριάϲ ὀξυνόμενον. οὐκ ἀγνοῶ
δὲ ὅτι Ἡλιόδωροϲ ἐβούλετο αὐτὸ περιϲπᾶν· ὁμοίωϲ δὲ καὶ τὸ ἱμάϲ. τὸ 
δ’ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Ϲτρατονικεύϲ, ἔτι δὲ καὶ Τυραννίων. οὐκ
ἔχει δὲ οὕτω τὰ τῆϲ ἀναγνώϲεωϲ, ὡϲ ἐν ἑτέροιϲ ἐδήλωϲα.

Γουνόϲ. οὐδεμία γενικὴ εἰϲ νοϲ λήγουϲα τῇ ου διφθόγγῳ παραλήγεται,
ἀλλὰ μόνη ἡ γουνόϲ·
 
 γόνυ γουνὸϲ ἀμείβων (Λ 547). 
 
αἴτιον δὲ τὸ πάθοϲ. οὐ γὰρ εὐθεῖά τιϲ προκατάρχει μονοϲύλλαβοϲ ἡ
γοῦν, ὡϲ οἴονται οἱ πρὸ ἐμοῦ. τὰ δὲ εἰϲ νοϲ λήγοντα ὀνόματα διϲύλλαβα
 
 

 
ὀξυνόμενα τῇ o διφθόγγῳ παραληγόμενα ἐπ’ εὐθείαϲ ὁρᾶται, 
γουνόϲ, ὅθεν δοτκὴ ἡ
 
 γουνῷ ἀλωῆϲ (Ι 530), 
 
βουνόϲ, κρουνόϲ. δῆλον οὖν ὅτι ἡ γουνόϲ γενικὴ οὐχ ὑγιαίνει· εὐθείαϲ
 γὰρ χαρακτῆρα ἀπεδέξατο. ἔϲτι δὲ καὶ ἐπὶ παϲῶν τῶν ἠλογημένων
γενικῶν τὸ τοιοῦτον ἐπιδεῖξαι, ὡϲ ὅτι παραβαίνουϲι καὶ τοὺϲ 
παθοῦϲαι.

Δουρόϲ. οὐδεμία γενικὴ εἰϲ ροϲ λήγουϲα τῇ ου διφθόγγῳ παραλήγεται,
ἀλλὰ μόνη ἡ δουρόϲ. αἴτιον δὲ πάλιν τὸ πάθοϲ. ϲυγκοπή
 γὰρ ἐκ τοῦ δούρατοϲ·
 
 τόφρα δὲ Τυδείδηϲ μετὰ δούρατοϲ ᾤχετ’ ἐρωήν (Λ 357). 
 
οὐ γάρ, ὥϲπερ οἴεται ὁ Τρύφων, εὐθεῖά τίϲ ἐϲτι δούρ, κωλυούϲηϲ καὶ 
τῆϲ ἀναλογίαϲ καὶ τῆϲ χρήϲεωϲ τῶν Ἑλλήνων. ἄμεινον οὖν ἐκδέχεϲθαι
τὸ πάθοϲ. ποικίλαι δὲ αἱ φωναί. καὶ γὰρ δορὸϲ καὶ δουρὸϲ εἴρηται.ι
 καὶ δόρατοϲ καὶ δούρατοϲ καὶ δόρεοϲ, ὡϲ ἐν ἑτέροιϲ ἐδήλωϲα.

Ῥᾶροϲ. οὐδέποτε τὸ ρ ἄρχον ψιλοῦται, ἀεὶ δὲ δαϲύνεται. ϲημειῶδεϲ
ἄρα τὸ Ῥᾶροϲ. τὸ γὰρ
 
 Ῥαρίδοϲ 
 Δῃοῦϲ 
 
 παρ’ αὐτὸ γέγονε.

Ϲεϲημείωται τὸ Ῥᾶροϲ κατὰ χρόνον. τὰ γὰρ εἰϲ ροϲ διϲύλλαβα τῷ
α παραληγόμενα ὀξυνόμενα μὲν ἔχει ἐκτεινόμενον τὸ α, ψαρόϲ, 
ἔνθεν θηλυκὸν παρὰ Ϲοφοκλεῖ ἐν Ἰνάχῳ ϲατυρικῷ
 
 ναράϲ τε πατρὸϲ κυμάτων ἐπιρροὰϲ 
 ἐπώμοϲα. 
 
λαρόϲ,
 
 λαρὸϲ ἄμηϲ, 
 
ἔνθεν τὸ οὐδέτερον
 
 λαρὸν τετυκοίμεθα δόρπον (μ 283). 
 
 βαρυνόμενα δέ, εἰ καὶ ἀρϲενικὰ ὑπάρχοι ἢ θηλυκά, ϲυϲτέλλειν θέλει τὸ α, 
 
 λάρῳ ὄρνιθι ἐοικώϲ (ε 51). 
 
φάροϲ, λέγω δὲ τὸ ἀρϲενικὸν ἢ καὶ τὸ θηλυκόν, Κλάροϲ, Κίκανδροϲ
(Ther. 958)
 
 

 
 
 μνῆϲτιν ἔχοιϲ, τὸν ἔθρεψε Κλάροϲ νιφόεϲϲα πολίχνη, 
 
γάροϲ, Αἰϲχύλοϲ Πρωτεῖ ϲατυρικῷ
 
 καὶ τὸν ἰχθύων γάρον, 
 
 Πάροϲ νῆϲοϲ, ϲπάροϲ, ϲκάροϲ. εἰ δέ τι βαρυνόμενον ἀρϲενικὸν ἔχει τὸ
α ἐκτεινόμενον, πάντωϲ ἔχει κοινὸν διὰ τοῦ η, ὥϲπερ τὸ κλᾶροϲ ἐκ 
τοῦ κλῆροϲ. τὸ δὲ ’Ρᾶροϲ, εἰ μή ἐϲτι Δώριον βαρυνόμενον, ϲυϲτελλέϲθω
 κατὰ τὴν παραλήγουϲαν· εἰ δὲ ἐκτείνεται ὑγιῶϲ ἡ παραλήγουϲα,
ὀξυνέϲθω, ἵνα μιμήϲηται τὸ ψαρόϲ, ναρόϲ, λαρόϲ. ἢ πεμὶ τόνον ἄρα
ϲημειῶδεϲ ἢ περὶ χρόνον. ἀλλὰ δῆλον ὅτι περὶ χρόνον. τὰ γὰρ ὀξυνόμενα
ἐπιθετικὰ ὑπῆρχον, τοῦτο δὲ κύριον ὄνομα βαρύτονον. ἀλλ’ 
 οὖν γε ἔχομεν καὶ τὸ βᾶροϲ ὁμοίωϲ Ἀττικὸν ὑπάρχον καὶ ἐκεινόμενον
τὸ α πρὸϲ ἀντέμφαϲιν τοῦ οὐδετέρου.

Φᾶροϲ. τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα διϲύλλαβα, εἰ ἔχοι πρὸ τένόμενα
τὸ α, ϲυνεϲταλμένον πάντωϲ αὐτὸ ἔχει, εἰ μὴ κατὰ διάλεκτον
εἴη, ὥϲπερ τὸ πᾶροϲ·
 
 ἐπὶ γὰρ πᾶροϲ ὀνιαρὸν ἱκνεῖται 
 
Ἀλκαῖόϲ φηϲι. τοιοῦτο δέ ἐϲτι καὶ τὸ μᾶκοϲ, δᾶνοϲ. τὸ δὲ πρᾶγοϲ
ἤδη καὶ τὸ ῥῆμα δοκεῖ ἔχειν μεταβολήν. ἔϲτω οὖν τῶν ϲυϲτελλόντων
 τὸ α παραδείγματα πάθοϲ, τάφοϲ. ὅπερ καὶ ἀρϲενικόν ἐϲτι,
 
 ὣϲ οἵγ’ ἀμφίεπον τάφον Ἕκτοροϲ ἱπποδάμοιο (Ω 804), 
 
καὶ θηλυκὸν ἐπὶ τῆϲ νήϲου. ὁπότε δὲ ἐπὶ τῆϲ ἐκπλήξεωϲ παραλαμβάνεται
γένοϲ ἐπιδέχεται τὸ οὐδέτερον·
 
 ῆ δ’ ἄνεω δὴν ἧϲτο, τάφοϲ δέ οἱ ἦτορ ἵκανε (ψ 93). 
 
 ἀλλ’ ἴϲωϲ τοῦτο ἀμφίβολον. ὁ μέντοι Ἴβυκοϲ διέϲτειλε τὸ γένοϲ ἐν
τῷ πρώτῳ, ϲχεδὸν τὸν Ὁμηρικὸν μεταλαβών· φηϲὶ γὰρ 
 
 δαρὸν χρόνον ἧϲτο τάφει πεπηγώϲ· 
 
οὕτω γὰρ ἔκλινεν ὡϲ βέλει. ἀναδράμωμεν δὴ ἐπὶ τὰ παραδείγματα·
 θάλοϲ, δάοϲ, φάοϲ, πάθοϲ, μάθοϲ, Ἀλκαῖοϲ
 
 ἀππατέρων μάθοϲ, 
 
νάποϲ, γάνοϲ, ϲάκοϲ, δάκοϲ, βάροϲ. ϲημειῶδεϲ ἄρα τὸ φᾶροϲ ἐκτεινόμενον 
τὸ α·
 
 
 

 
 
 φᾶροϲ μέν οἱ πρῶτον ἐϋπλυνὲϲ ἠδὲ χιτῶνα (π 173) 
 
οἱ μέντοι τραγικοὶ ἐπίϲηϲ ἐκτείνουϲι τοῦ προκειμένου ὀνόματοϲ τὸ α
καὶ ϲυϲτέλλουϲι, ὡϲ παρὰ Αἰϲχύλῳ ἐν Ϲαλαμινίαιϲ·
 
 εἴ μοι γένοιτο φᾶροϲ ἴϲον ἐν οὐρανῷ· 
 
 ἀλλὰ κατὰ ϲυϲτολὴν παρὰ Ϲοφοκλεῖ ἐν Τηρεῖ·
 
 ϲπεύδουϲαν αὐτήν, ἐν δὲ ποικίλῳ φάρει, 
 
καὶ ἐν Κρίϲει ϲατυρικῇ
 
 καὶ δὴ φάρει τῷδ’ ὡϲ ἐμῷ καλύπτομαι. 
 
παραφυλακτέον ὅτι τὸ φάροϲ τυχὸν ϲυϲτελλομένου τοῦ α ἀναδέχεται
 πάλιν ἐν διαψόρῳ ϲημαινομένῳ τὰ τρία γένη ὥϲπερ καὶ τὸ τάφοϲ.
ἔϲτι γὰρ ἀρϲενικόν· οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύϲ. ἀλλὰ
καὶ τὸ θηλυκὸν ἐπὶ τῆϲ νήϲου ἀπ’ αὐτοῦ τὸ ὄνομα λαβούϲηϲ, ὥϲ φηϲιν 
Ἑκαταῖοϲ. καὶ οὐδέτερον, ὁπότε ϲημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ
ἀρότρου, ὡϲ κοὶ παρ’ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρ’ Ἀντιμάχῳ
 
 ἀεὶ φάρεοϲ χατέουϲιν ἑκόντεϲ. 
 
οὕτωϲ ἐν τοῖϲ ἀντιγράφοιϲ εὕρηται.

Θάϲϲων. τὰ εἰϲ ϲων λήγοντα ϲυγκριτικὰ διϲύλλαβα, εἰ ἔχοι πρὸ
τέλουϲ τὸ α, ϲυνεϲταλμένον αὐτὸ ἔχει. βράϲϲων
 
 ἀλλά τέ οἱ βράϲϲων τε νόοϲ (Κ 226), 
 
 πάϲϲων
 
 τὸν μὲν Ἀθηναίη θῆκεν Διὸϲ ἐκγεγαυῖα 
 μείζονά τ’ εἰϲιδέειν καὶ πάϲϲονα (ζ 229 —230). 
 τοϲϲοῦτον ὀΐομαι ἢ ἔτι μάϲϲον (Θ 203. 
 
ἔνθεν παρ’ Ἐπιχάρμῳ τὸ βάϲϲον. ϲημειῶδεϲ ἄρα τὸ θάϲϲων ἐκτινόμενον
 τὸ α,
 
 θάϲϲοναϲ ἰρήκων ἔμεναι καλλίτριχαϲ ἵππουϲ (Ν 819) 
 
πρόϲκειται δὲ διϲύλλαβα » διὰ τὸ ἐλάϲϲων.

Λουτρόν. τὰ εἰϲ ρον λήγοντα οὐδέτερα μονογενῆ, ἔχοντα πρὸι.
τοῦ τέλουϲ ἢ ϲύμφωνον ἢ ϲύμφωνα, βαρύνεϲθαι θέλει, ϲεῖϲτρον, δένδρον,
 δέρτρον.
 
 δέρτρον ἔϲω δύνοντεϲ (λ 578), 
 
φέρτρον,
 
 κείμενον ἐν φέρτρῳ (.Ϲ 236), 
 
 
 

 
 πλῆκτρον, καὶ ἄλλο πλῆθοϲ τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον. ἀλλὰ
μόνον τὸ λουτρὸν ὀξύνεται· ὅπερ καὶ τριϲύλλαβον λέγεται λοετρόν,
 
 εἰϲ ὅ κε θερμὰ λοετρά (Ξ 6) 
 
ἐπεὶ καὶ τὸ ῥῆμα διϲϲόν, λοέω καὶ λούω,
 
 ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον (δ 252).

Οἵμα. οὐδὲν εἰϲ μα λῆγον καθαρὸν διϲύλλαβον οὐδέτερον πρὸ
τέλουϲ ἔχει τὴν οι δίφθογγον, ἀλλὰ μόνον τὸ οἷμα· τὸ γὰρ οἷδμα οὐ
καθαρεῦον. δύναται γὰρ καὶ ἀπὸ ϲυμφώνου ἄρχεϲθαί τινα ἢ ἀπὸ ϲυμώνων,
ἵνα μή τιϲ λέγῃ ὅτι ἄλλο οἶμα ἐπιζητῶ· διὸ ἔθηκα πρὸ τέλουϲ.

Ὀϲτέον. οὐδὲν εἰϲ ον λῆγον καθαρὸν οὐδέτερον μονογενὲϲ ὑπὲρ 
δύο ϲυλλαβὰϲ τῷ ἔ παρεδρευόμενον παροξύνεται, ἀλλὰ μόνον τὸ ὀϲτέον.
αἴτιοϲ δὲ ὁ πλεοναϲμόϲ. τὰ δὲ τοιαῦτα ἤτοι ὀξύνεται, ὡϲ ἔχει τὸ κολεόν,
 ϲτελεόν, ἐλεόν
 
 βάλλον δ’ εἰν ἐλεοῖϲιν (ξ 482), 
 
αἰτία δὲ τῆϲ ὀξείαϲ ἡ πρὸ τέλουϲ ϲυλλαβὴ ἔχουϲα πρὸ τοῦ ὃ τὸ ε· ἢ 
προπαροξύνεται, ὁπότε μὴ τὸ λ πρὸ τοῦ ἑ ἐϲτίν, ὄρνεον, κάνεον,
 ὄϲτρεον. δῆλον οὖν ὡϲ καὶ τὸ ὄϲτεον ἐχρῆν λέγειν. διὸ μονῆρεϲ κατὰ
τὸν τόνον φαμὲν εἶναι αὐτό. οὐκ ἀγνοῶ δὲ ὡϲ καὶ ὀϲτοῦν λέγεται,
ὡϲ καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ
 
 ἀλλ’ οὐδὲ λάχανον οὐδὲν οὐδ’ ὀϲτοῦν ἔτι 
 ὁρῶ. 
 
τοῦτον τὸν τρόπον καὶ τὸ κάνεον κανοῦν.

Φηρά. τὰ εἰϲ ρα λήγοντα διϲύλλαβα μονογενῆ θηλυκά, εἰ παραλήγοιτο
τῷ η, βαρύνεϲθάι θέλει, πήρα, χήρα, θήρα. ϲημειῶδεϲ ἄρα τὸ
Φηρά ὀξυνόμενον.

Λιβυαφιγενήϲ. ἡ διὰ τοῦ φι ἐπέκταϲιϲ οὐδέποτε θέλει κατ’ ἀρχὴν
 ϲυντίθεϲθαι, μόνῳ δὲ παρηκολούθηϲεν ἐν ἐπιρρήματι τῷ ἶφι τὸ
τοιοῦτο, Ἰφιγένεια, Ἰικλῆϲ, Ἰφιάναϲϲα καὶ ὅϲα ἄλλα ἐϲτὶ τοιαῦτα.
πεπλάνηται οὖν Ἴβυκοϲ εἰπὼν Λιβυαφιγενήϲ.

Πρῶτοϲ. τὰ εἰϲ τοϲ λήγοντα καθαρὰ διϲύλλαβα παραληγόμενα 
 τῷ ω τριγενῆ ὑπάρχοντα ὀξύνεϲθαι θέλει, γνωτόϲ, τρωτόϲ, πλωτόϲ,
πτωτόϲ, ἀλλὰ καὶ ὁ πρωτόϲ τὸ δὲ πρῶτοϲ τοῦ ἀριθμοῦ τὸ ὄνομα
βαρύνεται. οὐκ ἀγνοῶ δὲ ὅτι κανόνεϲ κατέϲχον τέϲϲαρεϲ τὴν βαρεῖαν
ταύτην.

Χρυϲόϲ. τὰ εἰϲ ϲοϲ λήγοντα διϲύλλαβα ὀξυνόμενα φύϲει μακρά, 
 εἰ παραλήγοιτο τῷ υ, ἢ κύρια θέλει εἶναι ἢ ἐπίθετα, οὐ μὴν προϲηγορικά.
 

 
κύρια μὲν οὖν ἐϲτι τοιϲῦτα· Βρυϲόϲ, πολὺϲ γὰρ ὁ ϲοϲ
χαρακτὴρ ἐπὶ πόλεων, ὡϲ καὶ τὰ τοιαῦτα· Λιϲόϲ πολίχνιον Κρήτηϲ,
Παιϲόϲ,
 
 ὅc ῥ’ ἐ Παιϲῷ (Ε 612), 
 οἳ Γνωϲόν τ’ εἷχον (Β 644), 
 
Ῥωϲόϲ, καὶ ταῦτα ἐπὶ πόλεων. ἐπίθετα δὲ τοιαῦτα· τρυϲόϲ, ῥυϲόϲ,
Μυϲόϲ. τὸ τοίνυν χρυϲόϲ ὀξυνόμενον μονῆρέϲ ἐϲτιν οὕτε γὰρ κύριον 
οὔτε ἐπιθετικόν ἐϲτι.

Μύρον. τὰ εἰϲ ρον λήγοντα διϲύλλαβα καθαρὰ προϲηγορικά, εἰ
 παραλήγοιτο τῷ υ, ὀξύνεϲθαι θέλει, ξυρόν, ϲφυρόν, πυρόν. ϲημειῶδεϲ
ἄρα τὸ μύρον βαρυνόμενον. τὸ γὰρ ψόρον ἢ Ϲτύρον ἢ Μύρον, κύρια
ὄντα, ὑγιῶϲ βαρύνεται.

Κεφαλή. τὰ διὰ τοῦ αλη ὑπὲρ δύο ϲυλλαβὰϲ μονογενῆ 
θέλει, χωρὶϲ εἰ μὴ ϲυναληλιμμένα εἴη, Μυκάλη, φιάλη, ξυάλη,
 Μυρτάλη, Πετάλη, ἀγκάλη, δαμάλη. ϲημειῶδεϲ ἄρα τὸ κεφαλή ὀξυνόμενον
ἐπὶ τοῦ μερικοῦ εἶτε ἐπὶ τοῦ κυρίου. τὸ γὰρ ἀλαλή οὐ φύϲει
τριϲύλλαβον,
 
 κλῦθ’ ἀλαλά, πολέμου θυγάτηρ. 
 
τὸ δὲ μυγαλῆ περιϲπᾶται, ἐπεὶ παρὰ τὸ γαλῆ ϲυντέθειται ϲυναληλιμμένον
 καὶ περιϲπώμενον. κέχρηται δὲ τῷ ὀνόματι Κηφιϲόδωροϲ ἐν Ὑΐ 
 
 ὦ καὶ λέων καὶ μυγαλῆ καὶ ϲκορπίοϲ.

Φυλή. τὰ εἰϲ λη λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενα
βαρύνεϲθαι θέλει· τύλη, ὅπερ ϲύνηθεϲ Ἀττικοῖϲ κνέφαλλον καλεῖν, ὁμωνύμωϲ
τῷ περιεχομένῳ τὴν περιέχουϲαν. Ἀριϲτοφάνηϲ Ἀμφιάρεῳ 
 
 καὶ νὴ Δί’ ἐκ τοῦ δωματίου γε νῷν φέρε 
 κνέφαλλον ἅμα καὶ προϲκεφάλαιον τῶν λινῶν. 
 
ὠνομάϲθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτιϲ ϲημαίνει ἀκανθώδη ὕλην, ἡ περιπεταννύντεϲ
τὰϲ ἐϲθῆταϲ ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰϲ ἐϲθῆταϲ 
 
 

 
χνοῦ, ᾧ καὶ πρὸϲ τὰϲ τύλαϲ ἐχρῶντο, ὥϲπερ καὶ νῦν. μέμνηται δὲ
αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸϲ ἐν Πειϲάνδρῳ
 
 ὥϲπερ κνεφάλλων ἢ πτίλων ϲεϲαγμένοϲ. 
 
 ὥϲτε καὶ ἀντίθεϲιϲ ἐγένετο τοῦ α εἰϲ ἕ ἐπεὶ παρὰ τὸ κνάφοϲ ἐγένετο.
εἰϲί μέντοι οἳ καὶ διὰ τοῦ γ γράφουϲιν. ἔν τιϲιν ἐν Μαλθακοῖϲ Κρατίνου 
παρεφύλαξε Ϲύμμαχο.

Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον, παραθέμενοι τὸ τύλη, ὅπερ οὐκ
ἦν παρ’ Ἀττικοῖϲ· ἀλλὰ μέμνηται Ϲαπφὼ ἐν δευτέρῳ
 
 ἔγω δ’ ἐπὶ μαλθάκαν 
 τύλαν καϲπολέω μέλεα 
 
 καὶ
 
 ἀϲάμενον 
 τύλᾳ καϲπολέω· 
 
οὐ γὰρ ὁ τέ ϲύνδεϲμοϲ. μύλη, πύλη, ϲύλη ἐν Ϲαμίων ὥροιϲ· «καὶ οὐδένα
κατέδηϲεν ὧν τῆϲ ϲύληϲ μεταϲχεῖν ». μονῆρεϲ ἄρα τὸ φυλή 
 ὀξυνόμενον.

Ϲίνοϲ. τὰ εἰϲ νοϲ λήγοντα ἐπ’ εὐθείαϲ τῷ ι παραληγόμενα ϲυνεϲταλμένῳ
οὐ θέλει οὐδέτερα εἶναι, οἶον πίνοϲ, λίνοϲ, ϲπίνοϲ,
 
 καὶ ϲπίνοϲ ἠῷα ϲπίζων καὶ ὄρνεα πάντα 
 
παρ’ Ἀράτῳ (Dios. 292). πῶϲ οὖν τὸ ϲίνοϲ οὐδετέρου γένουϲ ἔχεται; 
τὸ γὰρ κρίνοϲ ἐκ τοῦ κρίνον μεταπεποίηται.

Ἰότηϲ. τῶν εἰϲ τηϲ ληγόντων θηλυκῶν ὀνομάτων ὑπὲρ δύο ϲυλλαβὰϲ
ὄντων γένεϲιϲ προκατάρχει ὀνοματική, ταχυτήϲ, βραδυτήϲ, ἰϲότηϲ,
κουφότηϲ, κακότηϲ, δηιοτήϲ ϲημειῶδεϲ τὸ ἰότηϲ
 
 μὴ δι’ ἐμὴν ἰότητα Ποειδάων ἐνοϲίχθων (Ο 41). 
 
 οὐ γὰρ πρόδηλον ἔχει ὄνομα, παρ’ ὃ γέγονεν, ἀλλὰ ῥῆμα. τὸ μέντοι
παρὰ Ϲοφοκλεῖ ἐν Λακαίναιϲ δανότηϲ εἰρημένον
 
 ἐν ᾇ παύϲεθ’ ἁμερίων μόχθων τε καὶ 
 δανότητοϲ 
 
 

 
ὑγιῶϲ ἂν ἔχοι εἰ παρ’ ὄνομα ϲχηματιϲθείη. τὸ δὲ παρὰ Κριτίᾳ ἐν ταῖϲ
Ὁμιλίαιϲ ὀρϲότηϲ ἀντὶ τοῦ ὁρμή παράϲημον.

Κριτήϲ. οὐδὲν εἰϲ τηϲ λῆγον διϲύλλαβον ἀρϲενικὸν ὀξύνεϲθαι
θέλει, ἀλλὰ μόνον τὸ κριτήϲ. τὸ γὰρ λῃϲτήϲ ἀπὸ τοῦ ληϊϲτήϲ τριϲυλλάβου
ἐϲτί· διὸ ἔχει προϲκείμενον τὸ ι. τὸ δὲ ψαλτήϲ Ἀττικόν ἐϲτιν
ὀξυνόμενον, ὡϲ ἱϲτορεῖ Ἀπολλόδωροϲ.

Κρείϲϲων. τὰ εἰϲ ϲϲω λήγοντα ϲυγκριτικὰ οὐδέποτε πρὸ τέλουϲ
ἔχει τὴν ει δίφθογγον, ἀλλὰ μόνον τὸ κρείϲϲων. λέγεται δὲ καὶ κρέϲϲων
μὴ πλεονάζοντοϲ τοῦ ι,
 
 κρέϲϲων γὰρ οἰκτιρμοῦ φθόνοϲ (Pind. Pyth. I 85), 
 
καὶ
 
 ἤν θεὸϲ ἢ κρέϲϲον τί ὀνηϲόμεθα 
 
 ὁ κανών· οὐδέποτε δὲ πρὸ τῶν δύο ϲϲ εὑρίϲκεται δίφθογγοϲ, πλὴν
τοῦ κρείϲϲων, καὶ λεύϲϲω, καὶ γλαύϲϲω τὸ φωτίζω.

Ἥϲϲων. τὰ εἰϲ ων λήγοντα ϲυγκριτικὰ οὐδέποτε πρὸ τέλουϲ 
τὸ η, ἀλλὰ μόνον τὸ ἥϲϲων.

Ἀμείνων. οὐδὲν εἰϲ ων λῆγον ϲυγκριτικὸν πρὸ τοῦ ω τὸ ν ἔχει,
ἀλλὰ μόνον τὸ ἀμείνων.

Χείρων. οὐδὲν εἰϲ ων λῆγον ϲυγκριτικὸν πρὸ τοῦ ω τὸ ρ ἔχει, 
 ἀλλὰ μόνον τὸ χείρων. αἴτιον δὲ τὸ πάθοϲ καὶ ἐπὶ τοῦ προκειμένου.

Γλύϲϲων. οὐδὲν τῶν εἰϲ ων ληγόντων ϲυγκριτικῶν ἔχει πρὸ τέλουϲ 
τὸ υ. ϲημειῶδεϲ ἄρα τὸ παρὰ Ξενοφάνει γλύϲϲων·
 
 εἰ μὴ χλωρὸν ἔφυϲε θεὸϲ μέλι, πολλὸν ἔφαϲκον 
 γλύϲϲονα ϲῦκα πέλεϲθαι.

Μείζων. οὐδὲν εἰϲ ζων λῆγον διϲύλλαβον ϲυγκριτικόν, ἀλλὰ 
τὸ μείζων. διϲύλλαβον δὲ προϲέθηκα διὰ τὸ ὀλίζων.

Ϲτρυφνόϲ. τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα ὀξύτονα, ἔχοντα πρὸ
τοῦ ν ἐπιπλοκῇ ϲύμφωνον, εἰ ἔχει πρὸ τέλουϲ τὸ υ, ϲυνεϲταλμένον
αὐτὸ ἔχει, γυμνόϲ, πρυμνόϲ, ϲυχνόϲ, πυκνόϲ, ϲτυγνόϲ· ϲημειῶδεϲ οὖν 
 

 
τὸ ϲτρυφνόϲ ἐκτεῖνον τὸ υ. οὕτω γὰρ ἀνέγνωμεν παρ’ Ἀριϲτοφάνει
ἐν Ϲφηξί (877)
 
 παῦϲόν τ’ αὐτοῦ τοῦτο τὸ λίαν ϲτρυφνόν.

Προίξ. οὐδὲν εἰϲ οιξ λήγει ὄνομα, ἀλλὰ μόνη ἡ προίξ.

Γλαῦξ. οὐδὲν ὄνομα εἰϲ αυξ λῆγον θηλυκόν, ἀλλὰ μόνον τὸ 
προϲέθηκα δὲ θηλυκόν, ἵνα μή τιϲ τὸ Ταῦξ ἀντιθῇ. ἱϲτορεῖται γὰρ
οὗτοϲ ποταμὸϲ περὶ Ϲικελίαν.

Ἀϲκόϲ. οὐδένα τῶν εἰϲ κοϲ ληγόντων διϲύλλαβα ὀξύνεϲθαι θέλει,
Κέϲκοϲ, Φύϲκοϲ, Ἑκαταῖοϲ «ἐὼν δὲ πρεϲβύτεροϲ Λοκρὸϲ ἦν Φύϲκου παῖϲ».
Ζύϲκοϲ ποταμὸϲ Μακεδονίαϲ, ὡϲ Ἀντιγένηϲ φηϲί. δίϲκοϲ. ἀλλὰ μόνον 
τὸ ἀϲκόϲ διϲύλλαβον ὑπάρχον.

Θοόϲ. τὰ εἰϲ οϲ καθαρὰ διϲύλλαβα τῷ ο παραληγόμενα φιλεῖ
βαρύνεϲθαι, κόοϲ, ϲόοϲ, νόοϲ, χνόοϲ, γόοϲ, πλόοϲ, ῥόοϲ, θρόοϲ. διὸ
καὶ τὸ ζόοϲ παρ’ Ἐπιχάρμῳ οἱ πλείουϲ ἐβάρυναν
 
 τρὶϲ ἀπεδόθη ζόοϲ 
 
ὁμοίωϲ καὶ τὸ ϲόοϲ. τὸ μέντοι θοόϲ ἄντικρυϲ ὀξυνόμενον μονῆρεϲ. τὰ
δὲ αἴτια τούτων ἐν ἑτέροιϲ δηλοῦμεν.

Βαϲιλεύτεροϲ. οὐδὲν εἰϲ τεροϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ
ευ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ «βαϲιλεύτερόϲ εἰαι» (I 160).

Ϲτρουθόϲ. τὰ εἰϲ θοϲ λήγοντα καθαρὰ μονογενῆ διϲύλλαβα παραληγόμενα 
φύϲει μακρᾷ βαρύνεϲθαι θέλει, κῶθοϲ, οὕτωϲ ὁ κωβίοϲ
 κωμικόϲ , μῦθοϲ, Zῆθοϲ, Ϲῆθοϲ ποταμὸϲ Ϲκυθίαϲ ὡϲ Φιλοϲτέφανοϲ,
Ξοῦθοϲ τὸ κύριον,
 
 Δῶρόϲ τε Ξοῦθόϲ τε, 
 
 Βoῦθοϲ Πόθια νικήϲαϲ· παροιμία « Βοῦθοϲ περιφοιτᾷ», Κρατῖνοϲ Χείρωϲι· 
τάττεται δὲ ἐπὶ τῶν εὐηθῶν καὶ παχυρίνων Νοῦθοϲ κύριον, καὶ ψόφοϲ,
ἣν οἶδεν Ἡϲίοδοϲ ἐν τρίτῳ
 
 νοῦθοϲ δὲ ποδῶν ὑπόδουποϲ ὀρώρει. 
 
 ϲημειῶδεϲ ἄρα τὸ ϲτρουθόϲ ὀξυνόμενον. Χαῖριϲ δέ φηϲιν Ἀττικοὺϲ βαρύνειν
 
 

 
τὸ ὄνομα, ὡϲ καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆϲ
προϲῳδίαϲ. ἴϲωϲ μέντοι παρήλλαξε τῶν προκειμένων ἐπεὶ καὶ ἀρϲενικῶϲ
λέγεται
 
 καὶ θηλυκῶϲ 
 ὦκέεϲ ϲτρουθοί 
 
καὶ θηλθυκῶϲ
 
 αὐτὰρ ἐπεὶ κατὰ τέκν’ ἔφαγε ϲτρουθοῖο καὶ αὐτήν (Β 326).

Ἄτη. τὰ εἰϲ τη λήγοντα διϲύλλαβα μονογενῆ καθαρά, εἰ ἔχοι πρὸ
τέλουϲ τὸ α, ϲυνεϲταλμένον αὐτὸ ἔχει, πλάτη, μάτη, ἔνθεν καὶ γενικὴ
 παρὰ Ϲοφοκλεῖ
 
 οὔτι τοι μέτρον μάταϲ, 
 
Βατή δῆμοϲ Ἀττικοῖϲ. ἀδιάφορα γὰρ τὰ τοῦ τόνου. ϲημειῶδεϲ ἄρα
τὸ ἄτη ἐκτεῖνον τὸ α. λέγεται δὲ καὶ τριϲυλλάβωϲ ἐν ϲυϲτολῇ τοῦ α,
ὡϲ παρὰ τῷ Κυρηναίῳ
 
 εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην. 
 
τὸ δὲ σἴτιον τῆϲ ἐκτάϲεωϲ ἐν τῇ διϲυλλάβῳ προφορᾷ ἐν ἑτέροιϲ εῖπομεν.

Βλαύτη. τὰ εἰϲ τη λήγοντα διϲύλλαβα μονογενῆ, εἰ παραλήγοιτο
διφθόγγῳ, πάντωϲ τῇ διὰ τοῦ ι, βαίτη, δαίτη, λοίτη, δροίτη, κοίτη.
ϲημειῶδεϲ οὖν τὸ βλαύτη τῇ αυ διφθόγγῳ παραληγόμενον.

Ἀμῶ. οὐδέποτε τὸ α πρὸ τοῦ μ κατὰ τὴν κοινὴν διάλεκτον ἐκτεταμένον 
ἐϲτὶν ἐν ~ρχῇ, οἷον ἅμα, ἄμυϲτιϲ, ἀμύϲϲω, ἄμεινον, ἅμιλλα,
ἀμίϲ, ἀμύνω, ἄμαθοϲ. τὸ τοίνυν ἀμῶ ῥῆμα ϲημειῶδεϲ,
 
 εἰϲ ὥραϲ ἀμῷεν (ι 135), 
 
ῷ ἀκόλουθα ῥηματικά,
 
 οἱ δ’ ὤϲτ’ ἀμητῆρεϲ (Λ 67) 
 
καὶ
 
 ὀλίγοϲ δ’ ἀμητὸϲ ἔην. 
 
ὅϲα γὰρ εἶχεν οὕτω τὸ α ἐκτεταμένον πρὸ τοῦ μ ἐν ἀρχῇ, ἐκ τροπῆϲ
τοῦ η εἰϲ α ἦν, ὡϲ ἔχει τὸ ἁμέρα, ἆμοϲ, ἆμαρ.

Ἕρρω. οὐδὲν ῥῆμα λῆγον εἰϲ ρ διϲύλλαβον κατὰ τὴν τῶν 
χρῆϲιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ καταλλήγουϲαν,
ἀλλὰ μόνον τὸ ἔρρω,
 
 ὅτε τ’ ἤλυθὲν ἐνθάδε ἔρρων, 
 
καὶ
 
 ἔρρ’ ἐκ νήϲου θᾶϲϲον ἐλέγχιϲτε ζωόντων (κ 72). 
 
 

 
τὰ δὲ τοιαῦτα Αἰολικὰ ἦν ἔχοντα κοινά, ἱρέρρω, ἀγέρρω, οἰκτίρω,
ὀλοφύρω. εἴπερ οὖν Αἰολικόν, ζητητέον τί αὐτοῦ ἦν κοινόν. οὐ γὰρ
αὐτὸ τὸ φθείρω, ὡϲ οἴονταί τινεϲ.

Δ ἠῶ. οὐδὲν εἰϲ ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν διϲύλλαβον
τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω, δήειϲ
 
 δήειϲ τόν γε ϲύεϲϲι παρήμενον (ν 407). 
 
 τὸ γὰρ ἔκηα οὐ πάντωϲ ἐνεϲτῶτα τὸν κήω αἰτήϲει, ὡϲ ἀπαιτεῖ Φιλόξενοϲ.
ἡ δὲ τοιαύτη παράληξιϲ ἢ περιϲπωμένη ἐϲτίν, ὥϲπερ τὸ θηῶ,
νηῶ, ἢ εἴπερ βαρυνόμενα εἴη, πάντωϲ κατὰ διάλεκτον, ὡϲ τὸ παίω
πηῷ λεγόμενον παρὰ Βοιωτοῖϲ, τὸ παλαίω παλήω, καὶ παρ’ Αἰολεῦϲιν 
 ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ ἀδικήω, ποθήω, τό τε κλῄω ἐκ τοῦ κλείω
γενόμενον.

Ἐϲθίω. τὰ εἰϲ ω λήγοντα ῥήματα ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου, εἰ
λάβοι ἐπέκταϲιν τοῦ ι, περιϲπᾶϲθαι θέλει, χαίρω χαιριῶ, ἐρεύθω ἐρευθιῶ,
φλέγω φλεγιῶ, κνήθω κνηθιῶ, κνίφω κνιφιῶ· ἀλλὰ μόνον τὸ 
 ἐϲθίω βαρύνεται, τὸ γὰρ δείδιε οὐχ’ ὥϲ τινεϲ οἴονται, ἀπαιτεῖ θέμα
τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήϲῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον.

Πιέζω. τὰ εἰϲ ζω λήγοντα ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα
 οὐδέποτε τῷ ε παραλήγεϲθαι θέλει, εὐάζω, ϲκεδάζω, ϲκεπάζω, ἁρπάζω,
λυρίζω, ϲαλπίζω, βαύζω, χαιτίζω, κιθαρίζω, ἑρπύζω. ϲημειῶδεϲ ἄρα 
παρ’ Ἀττικοῖϲ καὶ τοῖϲ Ἴωϲι λεγόμενον διὰ τοῦ ε τὸ πιέζω, ὥϲπερ
καὶ παρὰ τῷ ποιητῇ. προϲέθηκα δὲ καὶ τὰϲ διαλέκτουϲ, ἐπεὶ παρ’ Ἀλοκαίῳ
 διχῶϲ λέγεται, παρὰ δὲ Ἀλκμᾶνι διὰ τοῦ α,
 
 τῷ δέϲποινα θεὰ κατὰν κάραν 
 ἀμβᾶϲ’ ἐπίαζϲε. 
 
καὶ δῆλον ὅτι πρὸϲ τὸν χαρακτῆρα ἀναλογωτέρα ἡ χρῆϲιϲ ἡ διὰ τοῦ
α. πρόϲκειται ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ κανόνι, ἐπεὶ διϲύλλαβά ἐϲτι παμραληγόμενα
τῷ ἑ, ὡϲ τὸ ἕζω, χέζω, ῥέζω· βαρύτονα δὲ διὰ τὸ τραπεζῶ
περιϲπώμενον παρ’ Ἀττικοῖϲ.

Ἐϲϲί. οὐδὲν εἰϲ cι λῆγον ῥῆμα δεύτερον πρόϲωπον, ἀλλὰ μόνον 
τὸ ἐϲϲί·
 
 

 
 
 ἔχθιϲτοϲ δέ μοί ἐϲϲι (Α 176). 
 
ἡ δὲ χρῆϲιϲ παρὰ τοῖϲ ποιηταῖϲ καὶ Ϲυρακουϲίοιϲ· διὸ καὶ Ϲώφρων 
 
 ὁδαῖόϲ γέ ἐϲϲι.

Εἴϲ. οὐδὲν εἰϲ ειϲ λῆγον δεύτερον πρόϲωπον ὀξύνεται, ἀλλὰ μόνον
 τὸ εἴϲ
 
 αἵματόϲ εἰϲ ἀγαθοῖο (δ 611). 
 
τὸ δὲ αἴτιον ἐν τοῖϲ περὶ ῥημάτων ἐρῶ.

Ὑφήφαϲται. οὐδεὶϲ Ἀττικὸϲ παρακείμενοϲ ἀπὸ τοῦ υ ἄρχεται,
ἀλλὰ μόνοϲ ὁ ὑφήφαϲται.

Οἶϲθα. ὅϲα εἰϲ θᾶ λήγει δεύτερα πρόϲωπα ἐπεκτεταμένα, ταῦτα
ἀποβολῇ τῆϲ θα ϲυλλαβῆϲ καταλείπει ῥητὸν τὸ ῥῆμα, οἷον λέγῃϲθα λέγῃϲ,
βάλῃϲθα βάλῃϲ, ἦϲθα ἦϲ. μόνον δὲ τὸ οἶϲθα τοιοῦτον οὐκ 
αἴτιον δὲ τὸ πάθοϲ.

Ἦν. οὐδὲν ῥῆμα ὁριϲτκὸν ἑνικὸν πρῶτον πρόϲωπον κατὰ τὸν
 αὐτὸν χρόνον ὁρᾶται πρῶτον πρόϲωπον ἑνικοῦ καὶ τρίτον ἑνικοῦ καὶ
πρῶτον καὶ τρίτον πληθυντικοῦ, ὅτι μὴ μόνον τὸ ἦν. ἦν γὰρ ἐγὼ 
Ἀττικοὶ λέγουϲι καὶ ἦν ἐκεῖνοϲ· καὶ πληθυντικῶϲ Ϲιμωνίδηϲ ἐπὶ πρώτου
προϲώπου, ὡϲ καὶ ἐν ἐπιγράμμαϲιν·
 
 ἦν ἑκατὸν φιάλαι, δίχα δέ ϲφιϲιν 
 
 ἀντὶ γὰρ τοῦ ἦμεν ἦν.
 
 τῆϲ δ· ἦν τρεῖϲ κεφαλαί (Hes. Theog.321). 
 
καὶ
 
 κωφοὶ δ’ ἦν προπάροιθεν. 
 
οὐκ ἀγνοῶ δὲ ὅτι ἄλλωϲ ποικίλωϲ λέγεται τὸ ῥῆμα.

Ἐδάμην. οὐδὲν εἰϲ μην λῆγον ῥῆμα τρέψαν τὸ ν εἰϲ ϲ δεύτερον
πρόϲωπον ἀποτελεῖ ἀλλὰ μόνον τὸ ἐδάμην ἐποίηϲε τὸ ἐδάμηϲ καὶ 
ἀποβολῇ τοῦ ϲ τρίτον ἐδάμη. τὸ δὲ σἴτιον λέγεται ἐν τοῖϲ περὶ ῥημάτων.

Εἴξαϲι. οὐδεὶϲ παρακείμενοϲ τρίτον πρόϲωπον εἰϲ ϲι ἔχει τὴν
 πρὸ τοῦ τέλουϲ ϲυλλαβὴν διὰ τοῦ ξα, ἀλλὰ μόνον τὸ εἴξαϲι·
 
 τοῖϲ βιβλίοιϲ εἴξαϲι.

Ἡγῶ. τὰ εἰϲ γω λήγοντα ῥήματα ὁριϲτικὰ διϲύλλαβα, εἰ 
τῷ η, θέλει βαρύνεϲθαι, θήγω, λήγω, τμήγω· τὸ δὲ ἡγῶ περιϲπᾶται·
ἔνθεν τὸ ἡγοῦμαι. τὸ δὲ σἴτιον πρόδηλον.

Ἀμφί. οὐδεμία πρόθεϲιϲ διὰ δαϲέοϲ ϲυμφώνου ἐκφέρεται, 
μόνον τὸ ἀμφί· λέγεται δ’ ἔϲθ’ ὅτε καὶ ἀμπί ἐν ϲυνθέϲει διὰ τοῦ π,
καὶ ἴϲωϲ ἀναλογώτερον.

Διά. αἱ εἰϲ α λήγουϲαι προθέϲειϲ ϲύμφωνον ἔχουϲι πρὸ τοῦ α
ἀλλὰ μόνη ἡ διὰ τὸ α καθαρεύει.

Ὑπέρ. οὐδεμία πρόθεϲιϲ διϲύλλαβοϲ εἰϲ ϲύμφωνον καταλήγει,
ἀλλὰ μόνη ἡ ὑπέρ· τὸ γὰρ
 
 οἵπερ νέρτεροί εἰϲι θεοὶ Κρόνον ἀμφὶϲ ἐόντεϲ (Ο 225) 
 
οὐ γνήϲιον ἔχει τὸ τέλοϲ, ἢ ἴϲωϲ ἐνήλλακται μέροϲ λόγου.

Πρό. οὐδεμία πρόθεϲιϲ μονοϲύλλαβοϲ εἰϲ φωνῆεν λήγει, ἀλλὰ
μόνον ἡ πρό.

Ἐξ. οὐδεμία πρόθεϲιϲ εἰϲ διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ.

Πρίν. οὐδὲν εἰϲ ιν μονοϲύλλαβον ἐπίρρημα, ἀλλὰ μόνον τὸ πρίν 
 τὰ δὲ εὑρεθέντα ὑπὲρ μίαν ϲυλλαβὴν εὑρέθη, ὡϲ τὸ πάλιν, πέρυϲιν,
τὸ ἀεὶ παρ’ Ἀττικοῖϲ αἰὲν παρὰ Δωριεῦϲιν, αἶιν παρ’ Αἰολεῦϲι· λέγεται
ταῦτα καὶ ἄνευ τοῦ ν.

Πέριξ. τὰ εἰϲ ιξ λήγοντα ἐπιρρήματα φιλεῖ πωϲ ὀξύνεϲθαι, κουρίξ,
ἀπρίξ, ἀναμίξ. ἀλλὰ τὸ πέριξ μόνον βαρύνεται.

Βοτρυδόν. τὰ εἰϲ δον λήγοντα ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει
ἀπὸ τῶν εἰϲ υϲ ληγόντων ὀνομάτων παράγεϲθαι καὶ πρὸ τέλουϲ ἔχειν
 τὸ υ· μονῆρεϲ ἄρα τὸ βοτρυδόν·
 
 βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεϲιν εἰαρινοῖϲι (Β 89). 
 
ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰϲ υϲ παραγωγὸν ποιήϲαϲ ἐπίρρημα οὐκ 
ἔδωκε πρὸ τέλουϲ τὸ υ, ἀλλὰ τὸ η,
 
 πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόϲωπα.

Ἀμφουδίϲ. οὐδὲν εἰϲ διc λῆγον ἐπίρρημα τῇ ου διφθόγγῳ παραλήγει,
ἀλλὰ μόνον τὸ ἀμφουδίϲ.

Ψό. οὐδὲν ἐπίρρημα μονοϲύλλαβον εἰϲ ο λήγει, ἀλλὰ παρὰ Ϲοφοκλεῖ 
ἐν Ποιμέϲι εἴρηται τὸ ψό.

Χαμᾶζε. οὐδὲν εἰϲ ζε λῆγον ἐπίρρημα τῷ α παραληγόμενον προπεριϲπᾶται,
ἀλλὰ μόνον τὸ χαμᾶζε· παραιτοῦμαι δὲ τοὺϲ προπεριϲπῶνταϲ
τὸ θύραζε.

Μέταζε. οὐδὲν ἐπίρρημα διὰ τοῦ αζε ἐκφερόμενον ἐπὶ χρόνου 
τέθειται, ἀλλὰ μόνον τὸ
 
 μέταζε χατίζων (Hes. op. 396).

Ἐγγύθεν. οὐδὲν εἰϲ θεν λῆγον ἐπίρρημα τῷ υ παραλήγει, ἀλλὰ
μόνον τὸ ἐγγύθεν.

Πάροιθεν. οὐδὲν εἰϲ θεν ἐπίρρημα λῆγον τῇ οι διφθόγγῳ παρα.
λήγειν θέλει, ἀλλὰ μόνον τὸ πάροιθεν.

Νύκτωρ. οὐδὲν εἰϲ ωρ ἐπίρρημα, ἀλλὰ μόνον τὸ νύκτωρ. δεῖκνυται 
γὰρ ἐπίρρημα.

Ἄτερ. οὐδὲν εἰϲ τερ ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἄτερ. τὸ γὰρ 
Δάματερ κλητική, ὡϲ τὸ Ἥρακλεϲ.

Ἐχθέϲ καὶ χθέϲ. οὐδὲν εἰϲ εϲ λῆγον ἐπίρρημα κοινόν, ἀλλὰ μόνον
τὸ ἐχθέϲ καὶ χθέϲ. τὸ γὰρ ἄληθεϲ καὶ ἐπίτηδεϲ καὶ ὅϲα τοιαῦτα 
ἀπὸ ὀνομάτων μετατεθειμένα. πρόϲκειται δὲ «κοινὸν» διὰ τὸ ἀέϲ Δώριον.

Τοϲαῦτα περὶ μονήρων λέξεων ὡϲ ἐπὶ τὸ πλεῖϲτον. ἐπειράθημεν
δὲ ἐν τῷδε τῷ βιβλίῳ καὶ προθέϲεων παράθεϲιν ποιήϲαϲθαι, ἐπεὶ καὶ
 αὐταὶ ὀλίγαι οὖϲαι ὁμοιότητα ἔϲχον.