Ἀρίϲτυλλοϲ ὄνομα παρὰ Ἀριϲτοφάνει. εἴρηται δὲ
ὑποκοριϲτικῶϲ ὁ Ἀριϲτοκλῆϲ. ὡϲ γὰρ παρὰ τὸ Ἡρακλῆϲ Ἥρυλλοϲ καὶπαρὰ
τὸ Θραϲυκλῆϲ Θράϲυλλοϲ καὶ παρὰ τὸ Βαθυκλῆϲ Βάθυλλοϲ ὄνομα
κύριον ὁ ἐρώμενοϲ Ἀνακρέοντοϲ, οὕτω καὶ παρὰ τὸ Ἀριϲτοκλῆϲ Ἀρίϲτυλλοϲ. 
οὕτωϲ Ἡρωδιανὸϲ εἰϲ τὴν Ἀπολλωνίου εἰϲαγωγὴν ἢ
περὶ παθῶν.