λέγει ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ τοῦ ἦν 
μονοβίβλ ῳ, ὅτι τὸ ἦν εὑρίϲκεται καὶ πρώτου προϲώπου ἑνικοῦ οἷον
ἤν ἐγώ, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Πλούτῳ (28)
 
 ἐγὼ θεοϲεβὴϲ καὶ δίκαιοϲ ὢν ἀνὴρ 
 κακῶϲ ἔπραττον καὶ πένηϲ ἦν 
 
ἀντὶ τοῦ ὑπῆρχον. εὑρίϲκεται καὶ τρίτον πρόϲωπον ἑνικοῦ «ἦν ἐκεῖνοϲ», 
εὑρέθη δὲ καὶ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν οἰον «ἦν
 

 
ἡμεῖϲ» ἀντὶ τοῦ ἦμεν· εἰκότωϲ οὖν καὶ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν
οὐκ ἐνήλλαξε πρὸϲ τὸ ἴδιον πρῶτον πρόϲωπον, ἀλλ’ ἐγένετο
καὶ αὐτὸ διὰ τοῦ ῆ «τῆϲ δ’ ἦν τρεῖϲ κεφαλαί» (Ηesiod. Theog. 321)
ἀντὶ τοῦ ἦϲαν, ἵνα ὥϲπερ ἐν τοῖϲἑvικοῖϲ τὸ πρῶτον καὶ τρίτον ὁμοφωνῇ.