1. 
 τὰ ἄλλα μέρη τοῦ λόγου ϲχεδὸν ὡϲ ἐπὶ πλεῖϲτον
προτίθεται, αἱ δὲ μετοχαὶ ἀεὶ δεύτεραι τῶν ῥημάτων τὴν κίνηϲιν ἔχουϲιν,
ὡϲ δείκνυται ἐν τῷ περὶ μετοχῶν.

2. 
 αἱ μετοχαὶ ἢ ἀπίαι εἰϲιν ἢ παραϲύνθετοι, οὐδέποτε
δὲ ϲύνθετοι ἢ γὰρ ἀπὸ ἁπλῶν ῥημάτων παράγονται καί εἰϲιν ἁπλα
οἶον τύπτω τύπτων ἢ ἀπὸ ϲυνθέτων ῥημάτων παράγονται καί εἰϲι παραϲύνθετοι
οἷον καταγράφω καταγράφων, ἀναγινώϲκω ἀναγινώϲκων χωρὶϲ
 τῆϲ ἀέκων μετοχῆϲ. αὕτη γὰρ ϲύνθετόϲ ἐϲτιν. ἀπὸ γὰρ τῆϲ ἑκών γέγονεν
ἐν ϲυνθέϲει ἀέκων. οὐδὲ γὰρ ἔχει ῥῆμα προυπάρχον ἐν ϲυνθέϲει,
ἵνα παραϲύνθετον αὐτὴν εἴπωμεν, ἀλλ’ ἐν μετοχῇ ἐγένετο ἡ ϲύνθεϲιϲ.

3. 
 ἔτι ἔϲτι πάντεϲ πάντων, οὐχ ὅτι ἐκ τοῦ
 παντὸϲ, ὥϲ τινέϲ φαϲιν, ἀφαιρέϲει τοῦ α γέγονεν ἐπεὶ ἔδει καὶ τὸ
 
 
 

 
παντόϲ καὶ τὸ παντί βαρύνεϲθαι, ἐκ τοῦ παντὸϲ ἅπαντι ἀφῃρημένα·
ἀλλ’ ὅτι μετοχῆϲ εἴληφεν ἀναλογίαν, ὡϲ ἐν τῷ περὶ μετοχ ῶν δέδεικται,
ὧ λόγῳ καὶ τὸ πᾶϲι βεβαρυτόνηται ὡϲ ϲτᾶϲι, δοῦϲιν.