1. 
 Choer. Dict. p. 208, Bekk. Anecd. 1193: λέγει ὁ Ἡρωδιανὸϲ 
ἐν τῷ περὶ τοῦ ἡδὺ ὕδωρ μονοβίβλῳ, ὡϲ οὐ δεῖ διὰ τῶν δύο
ϲϲ τὰϲ τοιαύταϲ δοτικὰϲ προφέρεϲθαι, ἀλλὰ δι᾿ ἑνὸϲ οἷον χαρίεϲι τιμήεϲι
ὥϲπερ Πλάτωϲι, Πάριϲι, Δημοϲθένεϲι.

2. 
 Choer. Dict. 381, 19, E. M. 491, 35: λέγει ὁ Ἡρωδιανὸϲ ἐν 
τῷ μονοβίβλῳ αὐτοῦ, ὅτι τὰ εἰϲ ᾱρ οὐδέτερα παραληγόμενα τῷ ω
ἄκλιτά ἐϲτιν οἷον μῶμαρ (ϲημαίνει δὲ τὸν μῶμον), βῶμαρ (ϲημαίνει δὲ
τὸν βωμόν), νῶκαρ (ϲημαίνει δὲ τὴν ϲτέρηϲιν τῆϲ ψυχῆϲ).