ΠΕΡΙ ΑΤΤΙΚΗϹ ΠΡΟϹΩιΔΙΑϹ. 
 1. 
 Schol. ad Aristoph. Eqq. 487: κραγὸν κεκράξεται: Ἀρίϲταρχοϲ
ὀξυτόνωϲ ἀντὶ τοῦ κραυγαϲτικῶϲ. καὶ Ἡρωδιανὸϲ ἐν Ἀττικῇ
 πρὸϲῳδία. 
 2. 
 E. M. 804, 11: φωριαμόϲ ἡ κιβωτόϲ ἢ παρὰ τοὺϲ φῶραϲ, ἐπεὶ
πρὸϲ φυλακὴν τούτων κατεϲκεύαϲται, ἢ παρὰ τὸ τὰ φάρη ἔχειν. εἰ μὲν
οὖν παρὰ τοὺϲ φῶραϲ, οὐδὲν πέπονθεν· εἰ δὲ παρὰ τὰ φάρη τὰ ἐντιθέμενα
 αὐτῇ, πέπονθε μεταβληθέντοϲ τοῦ α εἰϲ ω ὡϲ θᾶκοϲ θῶκοϲ.
τὰ διὰ τοῦ αμοϲ τριϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν φύϲει
μακρὰν πάντα μὴ κύρια ὄντα ὀξύνονται χηραμόϲ, οὐλαμόϲ. οὕτωϲ καὶ
 

 
φωραμόϲ καὶ πλεοναϲμῷ τοῦ ῖ φωριαμόϲ Ἰλιάδοϲ (228). Ἡρωδιανὸϲ
περὶ Ἀττικῶν προϲῳδιῶν, τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. οὐχ
ὡϲ ἀνάλογον, ἀλλ᾿  ὡϲ Ἀττικόν. ἡ μέντοι ϲυνήθεια ὀξυνόμενον ἔχει. 
 3. 
 Cyrilli lexicon Cram. An. Paris. I 181: εἰλυόϲ. ὀξυτόνωϲ ἡ 
κατάδυϲιϲ τοῦ θηρίου· οὕτω καὶ Ἡρωδιανὸϲ ἐν τῷ περὶ Ἀττικῶν
τόνων βιβλίῳ καὶ μέμφεται τοῖϲ εἰϲ τὸ ι κατατάττουϲι τὴν λέξιν.