ΦΙΛΩΝ 
 Ποικίλην, ὦ Λυκῖνε, διατριβήν φασι γεγενῆσθαι 1
μῖν χθὲς ἐν Ἀρισταινέτου παρὰ τὸ δεῖπνον καί
τινας λόγους φιλοσόφους εἰρῆσθαι καὶ ἔριν οὐ
σμικρὰν συστῆναι ἐπʼ αὐτοῖς, εἰ δὲ μὴ ἐψεύδετο
Χαρῖνος, καὶ ἄχρι τραιμάτων προχωρῆσαι τὸ
τπρᾶγμα καὶ τέλος αἵματι διαλυθῆναι τὴν συνουσίαν. 
 

 
 ΛΥΚΙΝΟΣ 
 Καὶ πόθεν, ὦ Φίλων, ἠπίστατο Χαρῖνος ταῦτα;
οὐ γὰρ συνεδείπνει μεθʼ ἡμῶν. 
 

 
 ΦΙΛΩΝ 
 Διονίκου ἔφη τοῦ ἰατροῦ ἀκοῦσαι. Διόνικος δὲ
καὶ αὐτός, οἶμαι, τῶν συνδείπνων ἦν. 
 

 
 ΛΥΚΙΝΟΣ 
 Καὶ μάλα· οὐ μὴν ἐξ ἀρχῆς γε οὐδʼ αὐτὸς
ἅπασι παρεγένετο, ἀλλὰ ὀψὲ μεσούσης σχεδὸν
ἤδη τῆς μάχης ἐπέστη ὀλίγον πρὸ τῶν τραυμάτων.
ὥστε θαυμάζω εἴ τι σαφὲς εἰπεῖν ἐδύνατο μὴ
τπαρακολουυθήσας ἐκείνοις, ἀφʼ ὧν ἀρξαμένη ἐς τὸ
αἶμα ἐτελεύτησεν αὐτοῖς ἡ φιλονεικία.

ΦΙΛΩΝ 
 Τοιγαροῦν, ὦ Λυκῖνε, καὶ ὁ Χαρῖνος αὐτός, εἰ 2
βουλοίμεθα τἀληθῆ ἀκοῦσαι καὶ ὅπως ἐπράχθη
ἕκαστα, παρὰ σὲ ἡμᾶς ἥκειν ἐκέλευσε. καὶ τὸν

 
Διόνικον γὰρ αὐτὸν εἰπεῖν ὡς αὐτὸς μὲν οὐ παραγένοιτο
ἅπασι, σὲ δὲ ἀκριβῶς εἰδέναι τὰ γεγενημένα
καὶ τοὺς λόγους αὐτοὺς ἂν 1 ἀπομνημονεῦσαι
ἅτε μὴ παρέργως τῶν τοιούτων, ἀλλʼ ἐν σπουδῇ
ἀκροώμενον. ὥστε οὐκ ἂν φθόνοις ἑστιῶν ἡμᾶς
ἡδίστην ταύτην ἑστίασιν, ἧς οὐκ οἦδα τίς 2 ἡδίων
ἔμοιγε, καὶ μάλιστα ὅσῳ νήφοντες ἐν εἰρήνῃ καὶ
ἀναιμωτὶ ἔξω βέλους ἑστιασόμεθα, εἴτε γέροντες
ἐπαρῳνησάν τι παρὰ τὸ δεῖπνον εἴτενέοι, εἰπεῖν τε
ὅσα κίστᾳ ἐχρῆν ὑπὸ τοῦ ἀκράτου προαχθέντες
καὶ πρᾶξαι.

ΛΥΚΙΝΟΣ 
 Νεανικώτερα ἡμᾶς, ὦ Φίλαων, ἀξιοῖς ἐκφέρειν 3
ταῦτα πρὸς τοὺς πολλοὺς καὶ ἐπεξιέναι διηγουμένους
πράγματα ἐν οἴνῳ καὶ μέθῃ γενόμενα, δέον
λήθην ποιήσασθαι αὐτῶν καὶ νομίζειν ἐκεῖνα
πάντα θεοῦ ἔργα τοῦ Διονύσου εἶναι, ὅς οὐκ οἶδα εἴ
τινα τῶν αὐτοῦ ὀργίων ἀτέλεστον καὶ ἀβάκχευτον:
περιεῖδεν. ὅρα οὖν μὴ κακοηθῶν τινῶν ἀνθρώπων
τὸ ἀκριβῶς τὰ τοιαῦτα ἐξετάζειν, ἃ καλῶς ἔχει
ἐν τῷ συμποσίῳ καταλιπόντας ἀπαλλάττεσθαι.
“μισῶ᾿᾿ γάρ, φησὶ καὶ ὁ ποιητικὸς λόγος,
“μνάμονα συμπόταν.᾿᾿ καὶ οὐδὲ ὁ Διόνικος ὀρθῶς
ἐποίησε πρὸς τὸν Χαρῖνον ταῦτα ἐξαγορεύσας καὶ
πολλὴν τὴν ἑωλοτρασίαν κατασκεδάσας ἀνδρόῶν
φιλοσόφων. ἐγὼ δέ, ἄπαγε, οὐκ ἄν τι τοιοῦτον
εἴποιμι.

ΦΙΛΩΝ 
 Θρύπτῃ ταῦτα, ὦ Λυκῖνε. ἀλλʼ οὔτι γε πρὸς 4
ἐμὲ οὕτω ποιεῖν ἐχρῆν, ὃς ἀκριβῶς πολύ πλέον
 
 

 
ἐπιθυμοῦντά σε εἰπεῖν οἶδα ἢ ἐμὲ ἀκοῦσαι, καί
μοι δοκεῖς, εἰ ἀπορήσειας τῶν ἀκουσομένον, κἂν
πρὸς κίονά τινα ἢ πρὸς ἀνδριάντα ἡδέως ἂν
προσελθὼν ἐκχέαι πάντα συνείρων ἀμυστί. εἰ
γοῦν ἐθελήσω ἀπαλλάττεσθαι νῦν, οὐκ ἐάσεις με
ἀνήκοον ἀπελθεῖν, ἀλλʼ ἕξει 1 καὶ παρακολουθήσεις
καὶ δεήσει. κἀγὼ θρύψομαι πρὸς σὲ ἐν
τῷ μέρει· καὶ εἴ γε δοκεῖ, ἀπίωμεν ἄλλου αὐτὰ
πευσόμενοι, σὺ δὲ μὴ λέγε. 
 

 
 ΛΥΚΙΝΟΣ 
 Μηδὲν πρὸς ὀργήν· διηγήσομαι γάρ, ἐπείπερ
οὕτως προθυμῇ, ἀλλʼ ὅπως μὴ πρὸς πολλοὺς
ἐρεῖς.

ΦΙΛΩΝ 
 Εἰ μὴ παντάπασιν ἐγὼ ἐπιλέλησμαι Λυκίνου,
αὐτὸς σὺ ἄμεινον ποιήσεις αὐτὸ καὶ φθάσεις
εἰπὼν ἅπασιν, ὥστε οὐδὲν ἐμοῦ δεήσει. ἀλλʼ 5
ἐκεῖνό μοι πρῶτον εἰπέ, τῷ παιδὶ τῷ Ζήνωνι ὁ
Ἀρισταίνετος ἀγόμενος γυναῖκα εἱστία ὑμᾶς; 
 

 
 ΛΥΚΙΝΟΩ 
 Oὔκ, ἀλλὰ τὴν θυγατέρα ἐξεδίδου αὐτὸς τὴν
Κλεανθίδα τῷ Εὐκρίτου τοῦ δανειστικοῦ, τῷ
φιλοσοφοῦντι. 
 

 
 ΦΙΛΩΝ 
 Παγκάλῳ νὴ Δία μειρακίῳ, ἁπαλῷ γε μὴν ἔτι
καὶ οὐ πάνυ καθʼ ὥραν γάμων. 
 

 
 ΛΥΚΙΝΟΣ 
 Ἀλλʼ οὐκ εἶχεν ἄλλον ἐπιτηδειότερον, οἶμαι.
τοῦτον οὖν κόσμιόν τε εἶναι δοκοῦντα καὶ πρὸς
 

 
φιλοσοφίαν ὡρμημένον, ἔτι δὲ μόνον ὄντα πλουσιῳ
τῷ Εὐκρίτῳ, προείλετο νυμφίον ἐξ ἀπάντων. 
 

 
 ΦΙΛΩΝ 
 Οὐ μικρὰν λέγεις αἰτίαν τὸ πλουτεῖν τὸν
Εὔκριτον. ἀτὰρ οὖν, Λυκῖνε, τίνες οἱ δειπνοῦντες
ἦσαν;

ΛΥΚΙΝΟΣ 
 Τοὺς μὲν ἄλλους τί ἄν σοι λέγοιμι; οἱ δὲ ἀπὸ 6
φιλοσοφίας καὶ λόγων, οὕσπερ ἐθέλεις, οἶμαι,
ἀκοῦσαι μάλιστα, Ζηνόθεμις ἦν ὁ πρεσβύτης ὁ
ἀπὸ τῆς στοᾶς καὶ ξὺν αὐτῷ Δίφιλος ὁ λαβύρινθος
ἐπίκλην, διδάσκαλος οὖτος ὢν τοῦ Ἀρισταινέτου
υἱέος τοῦ Ζήνωνος· τῶν δὲ ἀπὸ τοῦ
περιπάτου Κλεόδτημος, οἶσθα τὸν στωμύλον, τὸν
ἐλεγκτικόν, ξίφος αὐτὸν οἱ μαθηταὶ καὶ κοπίδα
καλοῦσιν. ἀλλὰ καὶ ὁ Ἐπικούρειος Ἕρμων
παρῆν, καὶ εἰσελθόντα γε αὐτὸν αὐθὺς ὑπεβλέποντο
οἱ Στωϊκοὶ καὶ ἀπεστρέφοντο καὶ δῆλοι
ἦσαν ὥς τινα πατραλοίαν καὶ ἐναγῇ μυσαττόμενοι.
οὗτοι μὲν αὐτοῦ Ἀρισταινέτου φίλοι
καὶ συνήθεις ὄντες παρεκέκληντο ἐπὶ δεῖπνον καὶ
ξὺν αὐτοῖς ὁ γραμματικὸς Ἱστιαῖος καὶ ὁ ῥήτωρ
Διονυσόδωρος.

διὰ δὲ τὸν νυμφίον τὸν Χαιρέαν 7
Ἴων ὁ Πλατωνικὸς σινειστιᾶτο διδάσκαλος αὐτοῦ
ὤν, σεμνός τις ἰδεῖν καὶ θεοπρεπὴς καὶ πολὺ τὸ
κόσμιον ἐπιφαίνων τῷ προσώπῳ· κανόνα γοῦν οἱ
πολλοὶ ὀνομάζουσιν αὐτὸν εἰς τὴν ὀρθότητα τῆς
γνώμης ἀποβλέποντες. καὶ ἐπεὶ παρῆλθεν, ὑπεξανίσταντο
πάντες αὐτῷ καὶ ἐδεξιοῦντο ὥς τινα
τῶν κρειττόνων, καὶ ὅλως θεοῦ ἐπιδημία τὸ
πρᾶγμα ἦν Ἴων ὁ θαυμαστὸς σιμπαρών.

Δέον δὲ ἤδη κατακλίνεσθαι ἀπάντων σχεδὸν 8
παρόνταων, ἐν δεξιῇ μὲν εἰσιόντων αἰ γυναῖκες ὅλον
τὸν κλιντῆρα ἐκεῖνον ἐπέλαβον, οὐκ ὀλίγαι οἶσαι,
καὶ ἐν αὐταῖς ἡ νύμφη πάνυ ἀκριβῶς ἐγκεκαλνμμένη,
ὑπὸ τῶν γυναικῶν περιεχομένη· ἐς δὲ τὸ
ἀντίθυρον ἡ ἄλλη πληθύς, ὡς ἕκαστος ἀξίας εἶχε.

κατʼ ἀντικρύ δὲ τῶν γυναικῶν πρῶτος ὁ Εὔκριτος, 9
εἶτα Ἀρισταίνετος. εἶτα ἐνεδοιάζετο πότερον χρὴ
πρότερον Ζηνόθεμιν τὸν Στωϊκὸν ἅτε γέροντα ἢ Ἕρμωνα
τὸν Ἐπικούρειον, ἱερεὺς γὰρ ἦν τοῖν ἀνακοιν
καὶ γένους τοῦ πρώτου ἐν τῇ πόλει. ἀλλὰ ὁ ηνόθεμις
ἕλυσε τὴν ἀπορίαν· “ Εἰ γάρ με,᾿᾿ φησίν,“
Ἀρισταίνετε, δεύτερον ἄξεις τουτουὶ τοῦ ἀνδρός,1
ἵνα μηδὲν ἄλλο κακὸν εἴπω, Ἐπικουυρείου, ἄπειμι
ὅλον σοι τὸ συμπόσιον καταλιπών· καὶ ἅμα
τὸν παῖδα ἐκάλει καὶ ἐξόντι ἐῴκει. καὶ ὁἝρμων,
Εχε μέν, Ζηνόθεμι, τὰ πρῶτα,᾿᾿ ἔφη “ἀτὰρ
εἰ καὶ2 μηδέν τι ἕτερον, ἱερεῖ γε ὄντι ὑπεξίστασθαι
καλῶς εἶχεν, εἰ καὶ τοῦ Ἐπικούρου πάνυ καταπεφρόνηκας.᾿᾿
Ἐγέλασα,᾿᾿ ἦ δʼ ὃς ὁ Ζηνόθεμις,
“ Ἐπικούρειον ἱερέα,᾿᾿ καὶ ἅμα λέγων κατεκλίνετο
καὶ μετʼ αὐτὸν ὅμως ὁ Ἕρμων, εἶτα Κλεόδημος ὁ
Περιπατητικός, εἶτα ὁ Ἴων καὶ ὑπʼ ἐκεῖνον ὁ
νυμφίος, εἶτ’ ἐγὼ καὶ παρ᾿ ἐμὲ ὁ Δίφιλος καὶ ὑπʼ
αὐτῷ Ζήνων ὁ μαθητής, εἶτα ὁ ῥήτωρ Διονυσόδωρος
καὶ ὁ γρααμματικὸς Ἱστιαῖος.

ΦΙΛΩΝ 
 Βαβαί, Λυκῖνε, μουσεῖόν τι τὸ συμπόσιον 10
διηγῇ σοφῶν ἀνδρῶν τῶν πλείσων, καὶ ἔγωγε
τὸν Ἀρισταίνετον ἐπαινῶ, ὅτι τὴν εὐκταιοτάτην
ἑορτὴν ἄγων τοὺς σοφωτάτους ἑστιᾶν πρὸ τῶν
ἄλλων ἠξίωσεν, ὅ τι περ τὸ κεφάλαιον ἐξ ἑκάστης
αἱρέσεως ἀπανθισάμενος, οὐχὶ τοὺς μέν, τοὺς δὲ
οὔ, ἀλλὰ ἀναμὶξ ἅπαντας. 
 

 
 ΛΥΚΙΝΟΣ 
 Ἔστι γάρ, ὥ ἑταῖρε, οὐχὶ τῶν πολλῶν τούτων
πλουσίων, ἀλλὰ καὶ παιδείας μέλει αὐτῷ καὶ τὸ
πλεῖστον τοῦ βίου τούτοις ξύνεστιν.

Εἱστιώμεθα οὖν ἐν ἡσυχίᾳ τὸ πρῶτον, καὶ 11
παρεσκεύαστο ποικίλα. πλὴν οὐδὲν οἶμαι χρὴ
καὶ ταῦτα καταριθμεῖσθαι, χυμοὺς καὶ πέμματα
καὶ καρικείας· ἅπαντα γὰρ ἄφθονα. ἐν τούτῳ δὲ
ὁ Κλεόδημος ἐπικύψας ἐς τὸν Ἴωνα, “Ὁρᾷς,᾿᾿
ἔφη, “ τὸν γέροντα ᾿ —Ζηνόθεμιν λέγων, ἐπήκουον
γάρ —“ ὅπως ἐμφορεῖται τῶν ὄψων καὶ ἀναπέπλησται
ζωμοῦ τὸ μάτιον καὶ ὅσα τῷ παιδὶ κατόπν
ἑστῶτι ὀρέγει λανθάνειν οἰόμενος τοὺς ἄλλους, οὐ
μεμνημένος τῶν μεθʼ αὐτόν; δεῖξον οὖν καὶ Λυκίνῳ
ταῦτα, ὡς μάρτις εἴη.᾿᾿ ἐγὼ δὲ οὐδὲν ἐδεόμην
δείξοντός μοι τοῦ Ἴωνος πολὺ πρότερον αὐτὰ ἐκ
περιωπῆς ἑωρακώς.

Ἅ μα δὲ ταῦτα ὁ Κλεόδημος εἰρήκει καὶ ἐπεισἑπαισεν 12
ὁ Κυνικὸς Ἀλκιδάμας ἄκλητος, ἐκεῖνο
τὸ κοινὸν ἐπιχαριεντισάμενος, “ τὸν Μενέλαον
αὐτόματον ᾕκοντα.᾿᾿ τοῖς μὲν οὖν πολλοῖς ἀναίσχυντα

 
ἐδόκει πεποιηκέναι καὶ ὑπέκρουον τὰ
προχειρότατα, ὁ μὲν τὸ ἀφραίνεις Μενέλαε, ὁ δʼ
 
 ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, 
 
καὶ ἄλλοι1 ἄλλα πρὸς τὸν καιρὸν εὔστοχα καὶ
χαρίεντα ὑποτονθορύζοντες· ἐς μέντοι τὸ φανερὸν
οὐδεὶς ἐτόλμα λέγειν· ἐδεδοίκεσαν γὰρ τὸν Ἀλκιδάμαντα,
βοὴν ἀγαθὸν ἀτεχνῶς ὄντα καὶ κρακτικώτατον
κυνῶν ἁπάντων, παρʼ ὃ καὶ ἀμείνων ἐδόκει
καὶ φοβερώτατος ἦν ἅπασιν.

Ὁ δὲ Ἀρισταίνετος ἐπαινέσας αὐτὸν ἐκέλευε 13
θρόνον τινὰ λαβόντα καθίζεσθαι παρʼ Ἱστιαῖόν
τε καὶ Διονιυσόδωρον. ὁ δέ, “ Ἄπαγε,᾿᾿ φησί,
“γυναικεῖον λέγεις καὶ μαλθακὸν ἐπὶ θρόνου
καθίζεσθαι ἡ σκίμποδος, ὥσπερ ὑμεῖς μαλακῆς
ταύτης εὐνῆς μικροῦ δεῖν ὕπτιοι κατακείμενοι
ἑστιᾶσθε πορφυρίδας ὑποβεβλημένοι· ἐγὼ δὲ κἂν
ὀρθοστάδτην δειπνήσαιμι ἐμπεριπατῶν ἅμα τῷ
σιυυμποσίῳ· εἰ δὲ καὶ κάμοιμι, χαμαὶ τὸν τρίβωνα
ὑποβαλόμενος2 κείσομαι ἐπʼ ἀγκῶνος οἷον τὸν
Ἡρακλέα γράφουσιν.᾿᾿ “Oὕτως,᾿᾿ἔφη,“γιγνέσθω,᾿᾿
ὁ Ἀρισταίνετος, “εἴ σοι ἥδιον.᾿᾿ καὶ τὸ ἀπὸ τούτου
περιιών ἐν κύκλγῳ ὁ Αλκιδάμας ἐδείπνει ὥσπερ οἱ
Σκύθαι πρὸς τὴν ἀφθονωτέραν νομὴν μετεξανιστάμενος
καὶ τοῖς περιφέρουσι τὰ ὄψα συμπερινοστόῶν.

καὶ μέντοι καὶ σιτούμενος ἐνεργὸς ἢν ἀρετῆς πέρι 14
καὶ κακίας μεταξὺ διεξιὼν καὶ ἐς τὸν χρισὸν καὶ τὸν
ἄργυρον ἀποσκώπτων· ἠρώτα γοῦν τὸν Ἀρισταίνετον,
τί βούλονται αὐτῷ αἱ τοσαῦται καὶ τηλικαῦται
κύλικες τόῶν κεραμμεόῶν ἴσον δυναμέναων.
 
 

 
ἀλλʼ ἐκεῖνον μὲν ἤδη διενοχλοῦντα ἔπαυσεν ἐς
τὸ παρὸν Ἀρισταίνετος τῷ παιδὶ διανεύσας1
εὐμεγέθη σκύφον ἀναδοῦναι αὐτῷ ζωρότερον
ἐγχέαντα· καὶ ἐδόκει ἄριστα ἐπινενοηκέναι οὐκ
εἰδὼς ὅσων κακῶν ἀρχὴν ὁ σκύφος ἐκεῖνος ἐνεδεδώκει.
λαβὼν δὲ ἅμα ὁ Ἀλκιδάμμας ἐσίγησε
μικρὸν καὶ ἐς τοὔδαφος καταβαλὼν ἑαυτον ἔκειτο
ἡμίγνμνος, ὥσπερ ἠπειλήκει, πήξας τὸν ἀγκῶνα
ὀρθόν, ἔχων ἄμα τὸν σκύφον ἐν τῇ δεξιᾷ, οἷος
ὁ παρὰ τῷ Φόλῳ Ἡρακλῆς ὑπὸ τῶν γραφέων
δείκνυται.

Ἤδη δὲ καὶ ἐς τοὺς ἄλλους συνεχῶς περιεσοβεῖτο 15
ἡ κύλιξ καὶ φιλοτησίαι καὶ ὁμιλίαι καὶ
φῶτα εἰσεκεκόμιστο. ἐν τοσούτῳ δʼ ἐγὼ τὸν
παρεστῶτα τῷ Κλεοδήμῳ παῖδα οἰνοχόον ὄντα
ὡραῖον ἰδὼν ὑπομειδιῶντα—χρὴ γάρ, οἶμαι, καὶ
ὅσα πάρεργα τῆς ἑστιάσεως εἰπεῖν, καὶ μάλιστα
εἴ τι πρὸς τὸ γλαφυρώτερον ἐπράχθη— μάλα ἤδη
παρεφύλαττον ὅ τι καὶ μειδιάσειε. καὶ μετὰ
μικρὸν ὁ μὲν προσέῆλθεν ὡς ἀποληψόμενος παρὰ
τοῦ Κλεοδήμου τὴν φιάλην, ὁ δὲ τόν τε δάκτυλον
ἀπέθλιψεν αὐτοῦ καὶ δραχμὰς δύο, οἶμαι, συνανέδωκε
μετὰ τῆς φιάλης· ὁ παῖς δὲ πρὸς μὲν τὸν
δάκτυλον θλιβόμενον αὖθις ἐμειδίασεν. οὐ μὴν
συνεῖδεν, οἴμαι, τὸ νόμισμα, ὥστε μὴ δεξαμένου
ψόφον αἱ δύο δραχμαὶ παρέσχον ἐκπεσοῦσαι, καὶ
ἠρυθρίασαν ἄμφω μάλα σαφῶς. ἠπόρουν δὲ οἱ
πλησίον οὗτινος εἴη τὰ νομίσματα, τοῦ μὲν παιδὸς
ἀρνουμένου μὴ ἀποβεβληκέναι, τοῦ δὲ Κλεοδήμου,
καθʼ ὃν ὁ ψόφος ἐγένετο, μὴ προσποιουμένου τὴν
ἀπόρριψιν. ἠμελήθη οὖν καὶ παρώφθη τοῦτο οὐ
 

 
πάνυ πολλῶν ἰδόντων πλὴν μόνου, ὡς ἐμοὶ ἔδοξε,
τοῦ Ἀρισταινέτου· μετέστησε γὰρ τὸν παῖδα
μικρὸν ὕστερον ἀφανῶς ὑπεξαγαγὼν καὶ τῷ
Κλεοδήμῳ τινὰ παραστῆναι διένευσε τῶν ἐξώρων
ἤδη καὶ καρτερῶν, ὀρεωκόμον τινὰ ἢ ἱπποκόμον.
καὶ τοῦτο μὲν ὧδέ πως ἐκεχωρήκει, μεγάλης1
αἰσχύνης αἴτιον τῷ Κλεοδήμᾳῳ γενόμενον, εἰ ἔφθη
διαφοιτῆσαν εἰς ἅπαντας, ἀλλὰ μὴ κατέσβη
αὐτίκα, δεξιῶς πάνυ τοῦ Ἀρισταινέτου τὴν
παροινίαν ἐνέγκαντος.

Ὁ Κυνικὸς δὲ Ἀλκιδάμας, ἐπεπώκει γὰρ ἤδη, 16
πυθόμενος ἥτις ἡ γαμουμένη παῖς καλοῖτο,2
σιωπὴν παραγγείλας μεγάλῃ τῇ φωνῇ ἀποβλέψας
ἐς τὰς γυναῖκας, “Προπίνω σοι,᾿᾿ ἔφη, “ὦ Κλεανθί,
Ἡρακλέους ἀρχηγέτου.᾿᾿ ὡς δʼ ἐγέλασαν ἐπὶ
τούτῳ ἅπαντες, “Ἐγελάσατε,᾿᾿ εἷπεν, “ ὦ καθάρματα,
εἰ τῇ νύμφῃ προὔπιον ἐπὶ τοῦ ἡμετέρον·
θεοῦ τοῦ Ἡρακλέους; καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς
ἢν μὴ λάβη παρʼ ἐμοῦ τὸν σκύφον, οὔποτε τοιοῦτος
ἂν υἱὸς αὐτῇ γένοιτο οἷος ἐγώ, ἄτρεπτος μὲν ἀλκήν,
ἐλεύθερος δὲ τὴν γνώμην, τὸ σῶμα δὲ οὕτω
καρτερός·᾿᾿ καὶ ἅμα παρεγύμνου ἑαυτὸν μᾶλλον
ἄχρι πρὸς τὸ αἴσχιστον. αὖθις ἐπὶ τούτοις
ἐγέλασαν οἱ συμπόται, καὶ ὅς ἀγανακτήσας
ἐπανίστατο δριμὺ καὶ παράφορον βλέπων καὶ
δῆλος ἢν οὐκέτι εἰρήνην ἄξων. τάχα δʼ ἄν τινος
καθίκετο τῇ βακτηρίᾳ, εἰ μὴ κατὰ καιρὸν εἰσεκεκόμιστο
πλακοῦς εὐμεγέθης, πρὸς ὃν ἀποβλέψας
ἡμερώτερος ἐγένετο καὶ ἔληξε τοῦ θυμοῦ καὶ
ἐνεφορεῖτο συμπεριιών.

καὶ οἱ πλεῖστοι ἐμέθυον 17
 
 

 
ἤδη καὶ βοῆς μεστὸν ἦν τὸ συμπόσιον· ὁ μὲν γὰρ
Διονυσόδωρος ὁ ῥήτωρ ἀντιρρήσεις1 τινὰς ἐν μέρει
διεξῄει καὶ ἐπῃνεῖτο ὑπὸ τῶν κατόπιν ἐφεστώτων
οἰκετῶν, ὁ δὲ Ἱστιαῖος ὁ γραμματικὸς ἐρραψῴδει
ὕστερος κατακείμενος καὶ συνέφερεν ἐς τὸ αὐτὸ
τὰ Πινδάρου καὶ Ἡσιόδου καὶ Ἀνακρέοντος, ὡς
ἐξ ἀπάντων μίαν ᾠδὴν παγγέλοιον ἀποτελεῖσθαι,
μάλιστα δʼ ἐκεῖι α ὥσπερ προμαντευόμενος τὰ
μέλλοντα,
 
 σὺν δʼ ἔβαλον ῥινούς· 
 
καὶ
 
 ἔνθα δʼ ἄρʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν. 
 
ὁ Ζηνόθεμις δʼ ἀνεγίνωσκε παρὰ τοῦ παιδὸς λαβὼν
λεπτόγραφόν2 τι βιβλίον.

Διαλιπόντων δὲ ὀλίγον, ὥσπερ εἰώθασι, τῶν 18
τπαρακομιζόντων τὰ ὄψα μηχανώμενος Ἀρισταίνετος
μηδʼ ἐκεῖνον ἀτερπῆ τὸν καιρὸν εἶναι μηδὲ
κενὸν ἐκέλευσε τὸν γελωτοποιὸν εἰσελθόντα εἰπεῖν
τι ἢ πρᾶξαι γελοῖον, ὡς ἔτι μᾶλλον οἱ συμπόται
διαχυθεῖεν. καὶ παρῆλθεν ἄμορφός τις ἐξυρημένος
τὴν κεφαλήν, ὀλίγας ἐπὶ τῇ κοριφῇ τρίχας ὀρθὰς
ἔχων· οὐτος ὡρχσατό τε κατακλῶν ἑαυτὸν καὶ
διαστρέφων, ὡς γελοιότερος φανείη, καὶ ἀνάπαιστα
συγκροτῶν διεξῆλθεν αἰγυπτιάζων τῇ φωνῇ, καὶ
τέλος ἐπέσκωπτεν ἐς τοὺς παρόντας.

οἱ μὲν οὖν 19
ἄλλοι ἐγέλων ὁπότε σκωφθεῖεν, ἐπεὶ δὲ καὶ εἰς
 
 

 
τὸν Ἀλκιδάμαντα ὅμοιόν τι ἀπέρριψε Μελιταῖον
κυνίδιον προσειπὼν αὐτόν, ἀγανακτήσας ἐκεῖνος καὶ
πάλαι δὲ δῆλος ἦν φθονῶν αὐτῷ εὐδοκιμοῦντι
καὶ κατέχοντι τὸ συμπόσιον—ἀπορρίψας τὸν
τρίβωνα προὐκαλεῖτό οἱ παγκρατιάζειν, εἰ δὲ μή,
κατοίσειν αὐτοῦ ἔφη τὴν βακτηρίαν. οὕτω δὴ ὁ
κακοδαίμων Σατυρίων—τοῦτο γὰρ ὁ γελωτοποιὸς
ἐκαλεῖτο—συστὰς ἐπαγκρατίαζε. καὶ τὸ πρᾶγμα
ὑπερήδιστον ἦν, φιλοσοφος ἀνὴρ γελωτοποιῷ
ἀνταιρόμενος καὶ παίων καὶ παιόμενος ἐν τῷ μέρει.
οἱ παρόντες δὲ οἱ μὲν ᾐδοῦντο, οἱ δὲ ἐγέλων, ἄχρι
ἀπτηγόρευσε παιόμενος ὁ Ἀλκιδάμας ὑπὸ συγκεκροτημένου
ἀνθρωπίσκου καταγωνισθείς. γέλως
οὖν πολὺς ἐξεχύθη ἐπʼ αὐτοῖς.

Ἐνταῦθα Διόνικος ἐπεισῆλθεν ὁ ἰατρὸς οὐ πολὺ 20
κατόπιν τοῦ ἀγῶνος· ἐβεβραδύκει δέ, ὡς ἔφασκε,
φρενίτιδι ἑαλωκότα θεραπεύων Πολυπρέποντα
τὸν αὐλητήν. καί τι καὶ γελοῖον διηγήσατο· ἔφη
μὲν γὰρ εἰσελθεῖν παρ᾿ αὐτὸν οὐκ εἰδὼς ἐχόμενον
ἤδη τῷ πάθει, τὸν δὲ ταχέως ἀναστάντα ἐπικλεῖσαί
τε τὴν θύραν καὶ ξιφίδιον σπασάμενον ἀναδόντα
αὐτῷ τοὺς αὐλοὺς κελεύειν αὐλεῖν· εἶτα
ἐπεὶ μὴ δύναιτο, παίειν σκῦτος ἔχοντα ἐς ὑπτίας τὰς
χεῖρας. τέλος οὖν ἐν τοσούτῳ κινδύνῳ ἐπινοῆσαι
τοιόνδε· ἐς ἀγῶνα γὰρ προκαλέσασθαι αὐτὸν ἐπὶ
ῥητῷ πληγῶν ἀριθμῷ, καὶ πρῶτον μὲν αὐτὸς
αὐλῆσαι πονήρως, μετὰ δὲ παραδοὺς1 τοὺς αὐλοὺς
ἐκείνῳ δέξασθαι παρʼ αὐτοῦ τὸ σκῦτος καὶ τὸ
 

 
ξιφίδιον καὶ ἀπορρῖψαι τάχιστα διὰ τῆς φωταγωγοῦ
ἐς τὸ ὕπαιθριν τῆς αὐλῆς, καὶ τὸ ἀπὸ
τούτου ἀσφαλέστερος ἤδη προστπαλαίων αὐτῷ
ἐπικαλεῖσθαι τοὺς γειτνιῶντας, ὑφʼ ὧν ἀνασπασάντων
τὸ θύριον σωθῆναι αὐτός.1 ἐδείκνυ δὲ καὶ
σημεῖα τῶν πληγῶν καὶ ἀμυχάς τινας ἐπὶ τοῦ
προσώπου. 
 Καὶ ὁ μὲν Διόνικος οὐ μεῖον εὐδοκιμήσας τοῦ
γελωτοποιοῦ ἐπὶ τῇ διηγόσει πλησίον τοῦ Ἱστιαίου
παραβύσας ἑαυτὸν ἐδείπνει ὅσα λοιπά, οὐκ
ἄνευ θεοῦ τινος ἡμῖν ἐπιπαρών, ἀλλὰ καὶ πάνυ
χρήσιμος τοῖς μετὰ ταῦτα γεγενημένος.

παρελθὼν 21
γὰρ εἰς τὸ μέσον οἰκέτης παρ᾿ Ἑτοιμοκλέους
τοῦ Στωϊκοῦ ἥκειν λέγων γραμματίδιον ἔχων
κελεῦσαί οἱ ἔφη τὸν δεσπότην ἐν τῷ κοινῷ
ἀναγνόντα εἰς ἐπήκοον ἅπασιν ὀπίσω αὖθις
ἀπαλλάττεσθαι. ἐφέντος οὖν τοῦ Ἀρισταινέτου
τπροσελθὼν πρὸς τὸν λύχνον ἀνεγίνωσκεν. 

 
 ΦΙΛΩΝ 
 Ἦ πσυ, ὦ Λυκῖνε, τῆς νύμφης ἐγκώμιον
ἐπιθαλάμιον, οἷα πολλὰ ποιοῦσιν; 
 

 
 ΛΥΚΙΝΟΣ 
 Ἀμέλει καὶ ἡμεῖς τοιοῦτον ᾠήθημεν, ἀλλʼ οὐδʼ
ἐγγὺς ἦν τούτου· ἐνεγέγραπτο γάρ·

“ Ἑτοιμοκλῆς φιλόσοφος Ἀρισταινέτῳ. 22 
 “Ὅπως μὲν ἔχω πρὸς δεῖπνα ὁ παρεληλυθώς
μοι βίος ἅπας μαρτύριον ἂν γένοιτο, ὅς γε ὁσημέραι
πολλῶν ἐνοχλούντων παρὰ πολὺ σοῦ
πλουσιωτέρων ὅμως οὐδὲ πώποτε φέραων ἐμαυτὸν
 

 
ἐπέδωκα εἰδὼς τοὺς ἐπὶ1 τοῖς συμποσίοις θορύβους
καὶ παροινίας. ἐτπὶ σοῦ δὲ μόνου εἰκότως ἀγανακτῆσαί
μοι δοκῶ, ὃς τοσοῦτον χρόνον ὑπʼ ἐμοῦ
λιπαρῶς τεθεραπευμένος οὐκ ἠξίωσας ἐναριθμῆσαι
κἀμὲ τοῖς ἄλλοις φίλοις, ἀλλὰ μόνος ἐγώ σοι
ἄμοιρος, καὶ ταῦτα ἐν γειτόνων οἰκόῶν. ἀνιῶμαι
οὖν ἐπὶ σοὶ τὸ πλέον οὕτως ἀχαρίστηῳ φανέντι·
ἐμοὶ γὰρ ἡ εὐδαιμονία οὐκ ἐν ὑὸς ἀγρίου μοίρᾳ
ἢ λαγωοῦ ἢ πλακοῦντος, ἂ παρʼ ἄλλοις ἀφθόνοως
ἀπολαύω τὰ καθήκοντα εἰδόσιν, ἐπεὶ καὶ τήμερον
παρὰ τῷ μαθητῇ Παμμένει δειπνῆσαι πολυτελές,
ὥς φασι, δεῖπνον δυνάμενος οὐκ ἐπένευσα ἱκετεύοντι,
σοὶ ὁ ἀνοητος ἐμαυτὸν φυλάττων.

σὺ 23
δὲ ἡμᾶς παραλιπὼν ἄλλους εὐωχεῖς, εἰκότως·
οὔπω γὰρ δύνασαι διακρίνειν τὸ βέλτιον οὐδὲ τὴν
καταληπτικὴν φαντασίαν ἔχεις. ἀλλὰ οἶδα ὅθεν
μοι ταῦτα, παρὰ τῶν θαυμαστῶν σου φιλοσόφαων,
ηνοθέμιδος καὶ Λαβυρίνθου, ὧν—ἀπείη δὲ ἡ
Ἀδράστεια—συλλογισμῷ ἑνὶ ἀποφράξαι ἄν μοι
τάχιστα δοκῶ τὰ στόματα. ἢ εἰπάτω τις αὐτῶν,
τί ἐστὶ φιλοσοφία ; ἂ τὰ πρῶτα ταῦτα, τὶ διαφέρει
σχέσις ἕξεως; ἵνα μὴ τῶν ἀπορᾶν εἴπω τι,
κερατίναν ἢ σωρείτην ἢ θερίζοντα λόγον. 
 

 
 Ἀλλὰ σὺ μὲν ὄναιο αὐτῶν. ἐγὼ δὲ ὡς ἂν μόνον
τὸ καλὸν ἀγαθὸν ἡγούμενος εἶναι οἴσω ῥᾳδίως
τὴν ἀτιμίαν.

καίτοι ὅπως μὴ ἐς ἐκείνην ἔχῃς 24
καταφεύγειν τὴν ἀπολογίαν ὕστερον, ἐπιλαθέσθαι
λέγων ἐν τοσούτῳ θορύβῳ καὶ πράγματι, δίς σε
τήμερον προσηγόρευσα καὶ ἕωθεν ἐπὶ τῇ οἰκίᾳ καὶ
ἐν τῷ ἀνακείω θύοντα ὕστερον. ταῦτα ἐγὼ τοῖς
παροῦσιν ἀπολελόγημαι.

Εἰ δὲ δείπνου ἕνεκα ὀργίζεσθαί σοι δοκῶ, τὸ 25
κατὰ τὸν Οἰνέα ἐννόησον· ὄψει γὰρ καὶ τὴν
Ἄρτεμιν ἀγανακτοῦσαν, ὅτι μόνην αὐτὴν οὐ
παρέλαβεν ἐκεῖνος ἐπὶ τὴν θυσίαν τοὺς ἄλλους
θεοὺς ἑστιῶν. φησὶ δὲ περὶ αὐτῶν Ὅμηρος
ὦδέ πως· 
 ἦ λάθετʼ ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ·
καὶ Εὐριπίδης· 
 Καλυδὼν μὲν ἠδὲ γαῖα, Πελοπίας χθονὸς 
 ἐν ἀντιπόρθμοις, πεδί ᾿ ἔχουσʼ εὐδαίμονα.
καὶ οφοκλῆς· 
 συὸς μέγιστον χρῆμʼ ἐπʼ Οἰνέως γύαις 
 ἀνῆκε Λητοῦς παῖς ἑκηβόλος θεά.

Ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα παρεθέμην, 26
ὅπως μάθῃς οἷον ἄνδρα παραλιπὼν Δίφιλον
ἑστιᾷς καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκας, εἰκότως·

 
ἡδὺς γάρ ἐστι τῷ μειρακίῳ καὶ πρὸς χάριν αὐτῷ
σύνεστιν. εἰ δὲ μὴ αἰσχρὸν ἦν ἐμὲ λέγειν τὰ
τοιαῦτα, κἄν1 τι προσέθηκα, ὅπερ σύ, εἰ θέλεις,
παρὰ Ζωπύρου τοῦ παιδαγωγοῦ ἂν μάθοις ἀληθὲς
ὄν. ἀλλ᾿ οὐ χρὴ ταράττειν ἐν γάμοις οὐδὲ διαβάλλειν
ἄλλους, καὶ μάλιστα ἐφ᾿ οὕτως αἰσχραῖς
αἰτίαις· καὶ γὰρ εἰ Δίφιλος ἄξιος δύο ἤδη
μαθητάς μου περισπάσας, ἀλλ᾿ ἔγωγε φιλοσοφίας
αὐτῆς ἕνεκεν σιωπήσομαι.

“Προσέταξα δὲ τῷ οἰκέτῃ τούτῳ, ἢν διδῷς αὐτῷ 27
μοῖράν τινα ἢ συὸς ἢ ἐλάφου ἢ σησαμοῦντος, ὡς
ἐμοὶ διακομίσειε καὶ ἀντὶ τοῦ δείπνου ἀπολογία
γένοιτο, μὴ λαβεῖν, μὴ καὶ δόξωμεν ἐπὶ τούτῳ
πεπομφέναι.”

Τούτων, ὦ ἑταῖρε, ἀναγινωσκομένων μεταξύ 28
ἱδρώς τέ μοι περιεχεῖτο ὑπ᾿ αἰδοῦς, καὶ τοῦτο δὴ
τὸ τοῦ λόγου, χανεῖν μοι τὴν γῆν ηὐχόμην ὁρῶν
τοὺς παρόντας γελῶντας ἐφ᾿ ἑκάστῳ καὶ μάλιστα
ὅσοι ᾔδεσαν τὸν Ἑτοιμοκλέα, πολιὸν ἄνθρωπον
καὶ σεμνὸν εἶναι δοκοῦντα. ἐθαύμαζον οὖν οἷος
ὢν διαλάθοι αὐτοὺς ἐξαπατωμένους τῷ πώγωνι
καὶ τῇ τοῦ προσώπου ἐντάσει. ὁ γὰρ Ἀρισταίνετος
ἐδόκει μοι οὐκ ἀμελείᾳ παριδεῖν2 αὐτόν, ἀλλ᾿
ποτ᾿ ἂν ἐλπίσας κληθέντα ἐπινεῦσαι οὐδ᾿ ἂν
ἐμπαρασχεῖν ἑαυτὸν τοιούτῳ τινί· ὥστε οὐδὲ τὴν
ἀρχὴν πειρᾶσθαι ἠξίου.

ἐπεὶ δ᾿ οὖν ἐπαύσατό 29
ποτε ὁ οἰκέτης ἀναγγινώσκαων, τὸ μὲν συμτπόσιον
ἅπαν εἰς τοὺς ἀμφὶ τὸν Ζήνωνα καὶ Δίφιλον ἀπέβλεπε
δεδοικότας καὶ ὠχριῶντας καὶ τῇ ἀπορίᾳ
 
 

 
τῶν προσώπων ἐπαληθεύοντας τὰ ὑπὸ τοῦ Ἑτοιμοκλέους
μοκλέους κατηγορηθέντα· ὁ Ἀρισταίνετος δὲ ἐτετάρακτο
καὶ θορύβου μεστὸς ἢν, ἐκέλευε δʼ ὅμως
πίνειν ἡμᾶς καὶ ἐπειρᾶτο εὖ διατίθεσθαι τὸ γεγονὸς
ὑπομειδιῶν ἅμα, καὶ τὸν οἰκέτην ἀπέπεμψεν
εἰπὼν ὅτι ἐπιμελήσεται τούτων. μετʼ ὀλίγον δὲ
καὶ ὁ Ζήνων ὑπεξανέστη ἀφανῶς, τοῦ παιδαγωγοῦ
νεύσαντος ἀπαλλάττεσθαι ὡς κελεύσαντος τοῦ
τπατρός.

Ὁ Κλεόδημος δὲ καὶ πάλαι τινος ἀφορμῆς δεόμενος—ἐβούλετο 30
γὰρ συμπλακῆναι τοῖς Στωικοῖς
καὶ διερρήγνυτο οὐκ ἔχων ἀρχὴν εὔλογον—τότε
οὖν τὸ ἐνδόσιμον παρασχούσης τῆς ἐπιστολῆς,
“ Τοιαῦτα,᾿᾿ ἔφη,“ἐξεργάζετοι ὁ καλὸς Χρύσιππος
καὶ Ζήνων ὁ θαυμαστὸς καὶ Κλεάνθης, ῥημάτια
δύστηνα καὶ ἐρωτήσεις μόνον καὶ σχήματα φιλοσόφων,
τὰ δʼ ἄλλα Ἑτοιμοκλεῖς οἱ πλεῖστοι· καὶ
αἱ ἐπιστολαὶ ὁρᾶτε ὅπως πρεσβυτικαί, καὶ τὸ
τελευταῖον Οἰνεὺς μὲν Ἀρισταίνετος, Ἑτοιμοκλῆς
δὲ Ἄρτεμις. Ἡράκλεις, εὔφημα πάντα καὶ ἑορτῇ
πρέποντα.᾿᾿

“Nὴ Δίʼ,᾿᾿ εἶπεν ὁ Ἕρμων ὑπερκατακείμενος· 31
“ ἠκηκόει γάρ, οἶμαι, ὗν τινα
ἐσκευάσθαι Ἀρισταινέτῳ ἐς τὸ δεῖπνον, ὥστε οὐκ
ἄκαιρον ἐδόκει μεμνῆσθαι τοῦ Καλυδωνίου. ἀλλὰ
τπρὸς τῆς Ἑστίας, ὦ Ἀρισταίνετε, πέμπε ὡς
ταχιστα τῶν ἀπαρχῶν, μὴ καὶ φθάσῃ ὁπρεσβύτης
ὑπὸ λιμοῦ ὥσπερ ὁ Μελέαγρος ἀπομαρανθείς.
καίτοι οὐδὲν ἂν πάθοι δεινόν· ἀδιάφορα γὰρ ὁ
Χρύσιππος τὰ τοιαῦτα ἡγεῖτοξ.᾿᾿

“Χρυσίππου 32
 
γὰρ μέμνησθε ὑμεῖς᾿᾿ ἔφη ὁ Ζηνόθεμις ἐπεγείρας
ἑαυτὸν καὶ φθεγξαμενος παμμέγεθες, “ἦ ἀφʼ ἑνὸς
ἀνδρὸς οὐκ ἐννόμως φιλοσοφοῦντος Ἑτοιμοκλέους
τοῦ γόητος μετρεῖτε τὸν Κλεάνθην καὶ Ζήνωνα
σοφοὺς ἄνδρας; τίνες1 δὲ καὶ ὄντες ὑμεῖς ἐρεῖτε
ταῦτα; οὐ σὺ μὲν τῶν Διοσκούρων ἤδη, ῷ Ἕρμων,
τούς πλοκάμους περικέκαρκας χρισοῦς ὄντας; καὶ
δώσεις δίκην παραδοθεὶς τῷ δημίῳ. σὺ δὲ τὴν Σωστράτου
γυναῖκα τοῦ μαθητοῦ ἐμοίχεες, ὦ Κλεόδημε,
καὶ καταληφθεὶς τὰ αἴσχιστα ἔπαθες. οὐ
σιωτπήσεσθε οὖν τοιαῦτα συνεπιστάμενοι ἑαυτοῖς;᾿᾿
“ Ἀλλ’ οὐ μαστροπὸς ἐγὼ τῆς ἐμαυτοῦ γυναικός,᾿᾿
δʼ ὃς ὁ Κλεόδημος, “ ὥσπερ σύ, οὐδὲ τοῦ ξένου
μαθητοῦ λαβὼν τοὐφόδιον παρακαταθήκας ἔπειτα
ὤμοσα κατὰ τῆς Πολιάδος μὴ εἰληφέναι, οὐδʼ ἐπὶ
τέτταρσι δραχμαῖς δανείζω, οὐδὲ ἄγχω τοὺς
μαθητάς, ἢν μὴ κατὰ καιρὸν ἀποδῶσι τοὺς
μισθούς.᾿᾿ “Ἀλλ᾿ ἐκεῖνο,᾿᾿ ἔφη ὁ Ζηνόθεμις. “οὐκ
ἂν ἔξαρνος γένοιο μὴ οὐχὶ φάρμακον ἀποδόσθαι
Κρίτωνι ἐπὶ τὸν πατέρα.᾿᾿

καὶ ἅμα, ἔτιχε γὰρ 33
πίνων, ὁπόσον ἔτι λοιπὸν ἐν τῇ κύλικι, περὶ ἥμισυ
σχεδόν, κατεσκέδασεν αὐτοῖν. ἀπέλαυσε δὲ καὶ
ὁ Ἴων τῆς γειτονήσεως, οὐκ ἀνάξιος ὥν. ὁ μὲν
οὖνἝρμων ἀπεξύετο ἐκ τῆς κεφαλῆς τὸν ἄκρατον
προνενευκὼς καὶ τοὺς παρόντας ἐμαρτύρετο, οἷα
ἐπεπόνθει. ὁ Κλεόδημος δέ—οὐ γὰρ εἶχε κύλικα
—ἐπιστραφεὶς προσέπτυσέ τε τὸν Ζηνόθεμιν καὶ
τῇ ἀριστερῇ τοῦ πώγωνος λαβόμενος ἔμελλε
τπαίσειν κατὰ κόρρης, καὶ ἀπέκτεινεν ἂν τὸν
 

 
γεροντα, εἰ μὴ Ἀρισταίνετος ἐπέσχε τὴν χεῖρα
καὶ ὑπερβὰς τὸν Ζηνόθεμιν ἐς τὸ μέσον αὐτοῖν
κατεκλίθη, ὡς διασταῖεν ὑπὸ διατειχίσματι αὐτῷ
εἰρήνην ἄγοντες.

Ἐν ὅσῳ δὲ ταῦτʼ ἐγίνετο, ποικίλα, ὦ Φίλων, 34
ἐγὼ πρὸς ἐμαυτὸν ἐνενόουν, οἷον1 τὸ πρόχειρον
ἐκεῖνο, ὡς οὐδὲν ὄφελος ἦν ἄρα ἐπίστασθαι τὰ
μαθήματα, εἰ μή τις καὶ τὸν βίον ῥυθμίζοι πρὸς
τὸ βέλτιον· ἐκείνους γοῦν περιττοὺς ὄντας ἐν τοῖς
λόγοις ἑώρων γέλωτα ἐπὶ τῶν πραγμάτων ὀφλισκάνοντας.
ἔπειτα εἰσῄει με, μὴ ἄρα τὸ ὑπὸ τῶν
πολλῶν λεγόμενον ἀληθὲς ᾖ καὶ τὸ πεπαιδεῦσθαι
ἀπάγῃ τῶν ὀρθῶν λογισμῶν τοὺς ἐς μόνα τὰ
βιβλία καὶ τὰς ἐν ἐκείνοις φροντίδας ἀτενὲς
ἀφορῶντας· τοσούτων γοῦν φιλοσόφων παρόντων
οὐδὲ κατὰ τύχην ἕνα τινὰ ἔξω ἁμαρτήματος ἦν
ἰδεῖν, ἀλλʼ οἱ μὲν ἐποίουν αἰσχρά. οἱ δʼ ἔλεγον
αἰσχίω· οὐδὲ γὰρ ἐς τὸν οἶνον ἔτι ἀναφέρειν εἶχον
τὰ γινόμενα λογιζὁμετος οἷα ὁ Ἑτοιμμοκλῆς ἄσιτος
ἔτι καὶ ἄποτος ἐγεγράφει.

ἀνέστραπτο οὖν τὸ 35
πρᾶγμα, καὶ οἱ μὲν ἰδιῶται κοσμίως πάνυ ἑστιώμενοι
οὔτε παροινοῦντες οὔτε ἀσχημονοῦντες
ἐφαίνοντο, ἀλλʼ ἐγέλων μόνον καὶ κατεγίνωσκον
αὐτῶν, οἶμαι, οὕς γε ἐθαύμαζον οἰόμενοί τινας
εἶναι ἀπὸ τῶν σχημάτων, οἱ σοφοὶ δὲ ἠσέλγαινον
καὶ ἐλοιδοροῦντο καὶ ὑπερενεπίμπλαντο καὶ
ἐκεκράγεσαν καὶ είς χεῖρας ᾔεσαν. ὁ θαιμάσιος
δὲ Ἀλκιδάμας καὶ ἐούρει2 ἐν τῷ μέσῳ οὐκ
 
 

 
αἰδούμενος τὰς γυναῖκας. καὶ ἐμοὶ ἐδόκει, ὡς ἂν
ἄριστά τις εἰκάσειεν, ὁμοιότατα εἶναι τὰ ἐν τῷ
σιμμποσίῳ οἷς περὶ τῆς Ἔριδος οἱ ποιηταὶ λέγουσιν·
οὐ γὰρ κληθεῖσαν αὐτὴν ἐς τοῦ Πηλέως τὸν γάμον
ῥῖψαι τὸ μῆλον εἰς τὸ σύνδειπνον, ἀφʼ οὗ τοσοῦτον
πόλεμον ἐπʼ Ἰλίῳ γεγενῆσθαι. καὶ ὁ Ἑτοιμοκλῆς
τοίνυν ἐδόκει μοι τὴν ἐπιστολὴν ἐμβαλὼν εἰς τὸ
μέσον ὥσπερ τι μῆλον οὐ μείω τῆς Ἰλιάδος κακὰ
ἐξεργάσασθαι.

Οὐ γὰρ ἐπαύσαντο οἱ ἀμφὶ τὸν Ζηνόθεμιν καὶ 36
Κλεόδημον φιλονεικοῦντες, ἐπεὶ μέσος αὐτῶν ὁ
Ἀρισταίνετος ἐγένετο ἀλλά, “Νῦν μέν,᾿᾿ ἔφη ὁ
Κλεόδημος, “ἱκανόν, εἰ ἐλεγχθείητε ἀμαθεῖς ὄντες,
αὔριον δὲ ἀμυνοῦμαι ὑμᾶς ὅντινα καὶ χρὴ τρόπον·
ἀποκρίνοι μοι οὖν, ὦ Ζηνόθεμι, ἢ σὺ ἢ ὁ κοσμιώτατος
Δίφιλος. καθʼ ὅ τι ἀδιάφορον εἶναι λεγοντες
τῶν χρημάτων τὴν κτῆσιν οὐδὲν ἀλλʼ ἢ τοῦτο
ἐξ ἀπάντων σκοπεῖτε ὡς πλείω κτήσεσθε καὶ διὰ
τοῦτο ἀμφὶ τοὺς πλουσίους ἀεὶ ἔχετε καὶ δανείζετε
καὶ τοκογλυφεῖτε καὶ ἐπὶ μισθῷ παιδεύετε, πάλιν
τε οὖ τὴν ἡδονὴν μισοῦντες καὶ τῶν Ἐπικουρείων
κατηγοροῦντες αὐτοὶ τὰ αἴσχιστα ἡδονῆς ἕνεκα
ποιεῖτε καὶ πάσχετε, ἀγανακτοῦντες εἴ τις μὴ
καλέσειεν ἐπὶ δεῖπνον· εἰ δὲ καὶ κληθείητε,
τοσαῦτα μὲν ἐσθίοντες, τοσαῦτα δὲ τοῖς οἰκέταις
ἐπιδιδόντες' —καὶ ἅμα λέγων τὴν ὀθόνην περισπᾶν
ἐπεχείρει, ἣν ὁ παῖς εἶχε τοῦ Ζηνοθέμιδος,
μεστὴν οὖσαν παντοδαπόῶν κρεῶν, καὶ ἔμελλε
λύσας ἀπορρίπτειν αὐτὰ εἰς τὸ ἕδαφος, ἀλλʼ ὁ

 
παῖς οὐκ ἀνῆκε καρτερῶς ἀντεχόμενος.

καὶ ὁ 37
΄Ερμων, “ Εὖ γε,” ἔφη, “ Κλεόδημε, εἰπάτωσαν
οὗτινος ἕνεκα ἡδονῆς κατηγοροῦσιν αὐτοὶ ἥδεσθαι
ὑπὲρ τοὺς ἄλλους ἀξοῦντες.” “Οὔκ, ἀλλὰ σύ”
ἦ δʼ ὃς ὁ Ζηνόθεμις, “ εἰπέ, ὦ Κλεόδημε. καθ᾿ ὅ τι
οὐκ ἀδιάφορον ἡγῇ τὸν πλοῦτον.” “ Οὐ μὲν οὖν,
ἀλλὰ σύ.” καὶ ἐπὶ πολὺ τοῦτο ἦν, ἄχρι δὴ ὁ
Ἴων προκύψας ἐς τὸ ἐμφανέστερον, “ Παύσασθε,”
ἔφη· “ἐγὼ δέ, εἰ δοκεῖ, λόγων ἀφορμὰς ὑμῖν ἀξίων
τῆς παρούσης ἑορτῆς καταθήσω ἐς τὸ μέσον·
ὑμεῖς δὲ ἀφιλονείκως ἐρεῖτε καὶ ἀκούσεσθε ὥσπερ
ἀμέλει καὶ παρὰ τῷ ἡμετέρῳ Πλάτωνι ἐν λόγοις
ἡ πλείστη διατριβὴ ἐγένετο.” πάντες ἐπῄνεσαν οἱ
παρόντες, καὶ μάλιστα οἱ ἀμφὶ τὸν Ἀρισταίνετόν
τε καὶ Εὔκριτον, ἀπαλλάξεσθαι τῆς ἀηδίας οὕτω
γοῦν ἐλπίσαντες. καὶ μετῆλθέ τε ὁ Ἀρισταίνετος
ἐπὶ τὸν αὑτοῦ τόπον εἰρήνην γεγενῆσθαι ἐλπίσας,

καὶ ἅμα εἰσεκεκόμιστο ἡμῖν τὸ ἐντελὲς ὀνομαζόμενον 38
δεῖπνον, μία ὄρνις ἑκάστῳ καὶ κρέας ὑὸς
καὶ λαγῶα καὶ ἰχθὺς ἐκ ταγήνου καὶ σησαμοῦντες
καὶ ὅσα ἐντραγεῖν, καὶ ἐξῆν ἀποφέρεσθαι ταῦτα.
προὔκειτο δὲ οὐχ ἓν ἑκάστῳ πινάκιον, ἀλλʼ Ἀρισταινέτῳ
μὲν καὶ Εὐκρίτῳ ἐπὶ μιᾶς τραπέζης
κοινόν, καὶ τὰ παῤ αὑτῷ ἑκάτερον ἐχρῆν λαβεῖν·
Ζηνοθέμιδι δὲ τῷ Στωϊκῷ καὶ Ἕρμωνι τῷ Ἐπικουρείῳ
ὁμοίως κοινὸν καὶ τούτοις· εἶτα ἑξῆς
Κλεοδήμῳ καὶ Ἴωνι, μεθʼ οὓς τῷ νυμφίῳ καὶ
ἐμοί, τῷ Διφίλῳ δὲ τὰ ἀμφοῖν, ὁ γὰρ Ζήνων
ἀπεληλύθει. καὶ μέμνησό μοι τούτων, ὦ Φίλων,
διότι δή ἐστί τι1 ἐν αὐτοῖς χρήσιμον ἐς τὸν λόγον. 
 

 
 
 ΦΙΛΩΝ 
 Μεμνήσομαι δή.

ΛΥΚΙΝΟΣ 
 Ὁ τοίνυν Ἴων, “Πρῶτος οὖν ἄρχομαι,” ἔφη, 39
“εἰ δοκεῖ.” καὶ μικρὸν ἐπισχών, “Ἐχρῆν μὲν
ἴσως,” ἔφη, “τοιούτων ἀνδρῶν παρόντων περὶ ἰδεῶν
τε καὶ ἀσωμάτων εἰπεῖν καὶ ψυχῆς ἀθανασίας·
ἵνα δὲ μὴ ἀντιλέγωσί μοι ὁπόσοι μὴ κατὰ ταὐτὰ1
φιλοσοφοῦσι, περὶ γάμων ἐρῶ τὰ εἰκότα. τὸ
μὲν οὖν ἄριστον ἦν μὴ δεῖσθαι γάμων, ἀλλὰ
πειθομένους Πλάτωνι καὶ Σωκράτει παιδεραστεῖν·
μόνοι γοῦν οἱ τοιοῦτοι ἀποτελεσθεῖεν ἂν πρὸς
ἀρετήν· εἰ δὲ δεῖ καὶ γυναικείου γάμου, κατὰ τὰ
Πλάτωνι δοκοῦντα κοινὰς εἶναι ἐχρῆν2 τὰς γυναῖκας,
ὡς ἔξω ζήλου εἴημεν.”

Γέλως ἐπὶ τούτοις ἐγένετο ὡς οὐκ ἐν καιρῷ 40
λεγομένοις. Διονυσόδωρος δέ, “Παῦσαι,” ἔφη,
“βαρβαρικὰ ἡμῖν ᾄδων, ποῦ γὰρ ἂν εὑρίσκοιμεν
τὸν ζῆλον ἐπὶ τούτου καὶ παρὰ τίνι;” “Καὶ σὺ
γὰρ φθέγγῃ, κάθαρμα;” εἶπεν ὁ Ἴων,3 καὶ
Διονυσόδωρος ἀντελοιδορεῖτο τὰ εἰκότα. ἀλλʼ ὁ
γραμματικὸς Ἱστιαῖος ὁ βέλτιστος, “Παύσασθε,”
ἔφη· “ἐγὼ γὰρ ὑμῖν ἐπιθαλάμιον ἀναγνώσομαι.”

καὶ ἀρξάμενος ἀνεγίνωσκεν. ἦν γὰρ ταῦτα, εἴ γε 41
μέμνημαι, τὰ ἐλεγεῖα·
 
 Ἢ οἵη ποτʼ ἄῤ ἥγ᾿4 Ἀρισταινέτου ἐν 
 μεγάροισι 
 δῖα Κλεανθὶς ἄνασσʼ ἐτρέφετʼ ἐνδυκέως, 
 
 
 
 
 

 
 
 προὔχουσ᾿ ἀλλάων πασάων παρθενικάων, 
 κρέσσων τῆς Κυθέρης ἠδʼ ἅμα1 τῆς Ἑλενης. 
 νυμφίε, καὶ σὺ δὲ χαῖρε, κρατερῶν κράτιστε 
 ἐφήβων,2 
 κρέσσων Νιρῆος καὶ Θέτιδος πάϊδος. 
 ἄμμες δʼ αὖθʼ ὑμῖν τοῦτον θαλαμήϊον ὕμνον 
 ξυνὸν ἐπʼ ἀμφοτέροις πολλάκις ᾀσόμεθα.

Γέλωτος οὖν ἐπὶ τούτοις, ὡς τὸ εἰκός, γενομένου 42
ἀνελέσθαι ἤδη τὰ παρακείμενα ἔδει, καὶ
ἀνείλοντο οἱ περὶ τὸν Ἀρισταίνετον καὶ Εὔκριτον
τὴν πρὸ αὑτοῦ ἑκάτερος κἀγὼ τἀμὰ καὶ ὁ Χαιρέας
ὅσα ἐκείνῳ ἔκειτο καὶ Ἴων ὁμοίως καὶ ὁ Κλεόδημος.
ὁ δὲ Δίφιλος ἠξίου καὶ τὰ τῷ Ζήνωνι δὴ
ἀπόντι3 παραδοθέντα φέρεσθαι καὶ ἔλεγε μόνῳ
παρατεθῆναί οἱ αὐτὰ καὶ πρὸς τοὺς διακόνους
ἐμάχετο, καὶ ἀντέσπων τῆς ὄρνιθος ἐπειλημμένοι
ὥσπερ τὸν Πατρόκλου νεκρὸν ἀνθέλκοντες, καὶ
τέλος ἐνικήθη καὶ ἀφῆκε πολὺν γέλωτα παρασχὼν
τοῖς συμπόταις, καὶ μάλιστα ἐπεὶ ἠγανάκτει
μετὰ τοῦτο ὡς ἂν τὰ μέγιστα ἠδικημένος.

Οἱ δὲ ἀμφὶ τὸν Ἕρμωνα καὶ Ζηνόθεμιν ἅμα 43
κατέκειντο, ὥσπερ εἴρηται, ὁ μὲν ὑπεράνω ὁ
Ζηνόθεμις, ὁ δʼ ὑπʼ αὐτόν· παρέκειτο δʼ αὐτοῖς τὰ
μὲν ἄλλα πάντα ἴσα, καὶ ἀνείλοντο εἰρηνικῶς· ἡ
 
 
 

 
δὲ ὄρνις ἡ πρὸ τοῦ Ἕρμωνος πιμελεστέρα, οὕτως,
οἶμαι, τυχόν. ἔδει δὲ καὶ ταύτας ἀναιρεῖσθαι τὴν
ἑαυτοῦ ἑκάτερον. ἐν τούτῳ τοίνυν ὁ Ζηνόθεμις—
καί μοι, ὦ Φίλων, πάνυ πρόσεχε τὸν νοῦν, ὁμοῦ
γάρ ἐσμεν ἤδη τῷ κεφαλαίῳ τῶν πραχθέντων —
ὁ δὲ Ζηνόθεμις, φημί, τὴν παῤ αὑτῷ ἀφεὶς τὴν
πρὸ τοῦ Ἕρμωνος ἀνείλετο πιοτέραν, ὡς ἔφην,
οὖσαν· ὁ δʼ ἀντεπελάβετο καὶ οὐκ εἴα πλεονεκτεῖςν.
βοὴ τὸ ἐπὶ τούτοις, καὶ συμπεσόντες ἔπαιον
ἀλλήλους ταῖς ὄρνισιν αὐταῖς ἐς τὰ πρόσωπα,
καὶ τῶν πωγώνων ἐπειλημμένοι ἐπεκαλοῦντο
βοηθεῖν, ὁ μὲν τὸν Κλεόδημον ὁ Ἕρμων, ὁ δὲ
Ζηνόθεμις Ἀλκιδάμαντα καὶ Δίφιλον, καὶ συνίσταντο
οἱ μὲν ὡς τοῦτον, οἱ δʼ ὡς ἐκεῖνον πλὴν
μόνου τοῦ Ἴωνος·

ἐκεῖνος δὲ μέσον ἑαυτὸν ἐφύλαττεν 44
οἱ δʼ ἐμάχοντο συμπλακέντες, καὶ ὁ μὲν
Ζηνόθεμις σκύφον ἀράμενος ἀπὸ τῆς τραπέζης
κείμενον πρὸ τοῦ Ἀρισταινέτου ῥίπτει ἐπὶ τὸν
Ἕρμωνα,
 
 κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἄλλῃ, 
 
διεῖλε δὲ τοῦ νυμφίου τὸ κρανίον ἐς δύο χρηστῷ
μάλα καὶ βαθεῖ τῷ τραύματι. βοὴ οὖν παρὰ τῶν
γυναικῶν ἐγένετο καὶ κατεπήδησαν ἐς τὸ μεταίχμιον
αἱ πολλαί, καὶ μάλιστα ἡ μήτηρ τοῦ μειρακίου,
ἐπεὶ τὸ αἷμα εἶδε· καὶ ἡ νύμφη δὲ ἀνεπήδησε
φοβηθεῖσα περὶ αὐτοῦ. ἐν τοσούτῳ δὲ ὁ Ἀλκιδάμας
ἠρίστευσε τῷ Ζηνοθέμιδι συμμαχῶν, καὶ
πατάξας τῇ βακτηρίᾳ τοῦ Κλεοδήμου μὲν τὸ
κρανίον, τοῦ Ἕρμωνος δὲ τὴν σιαγόνα ἐπέτριψε
καὶ τῶν οἰκετῶν ἐνίους βοηθεῖν αὐτοῖς ἐπιχειροῦντας
κατέτρωσεν· οὐ μὴν ἀπετράποντο ἐκεῖνοι,

 
ἀλλ᾿ ὁ μὲν Κλεόδημος ὀρθῷ τῷ δακτύλῳ τὸν
ὀφθαλμὸν τοῦ Ζηνοθέμιδος ἐξώρυττε καὶ τὴν ῥῖνα
προσφὺς ἀπέτραγεν, ὁ δὲ Ἕρμων τὸν Δίφιλον
ἐπὶ ξυμμαχίαν ἥκοντα τοῦ Ζηνοθέμιδος ἀφῆκεν
ἐπὶ κεφαλὴν ἀπὸ τοῦ κλιντῆρος.

ἐτρώθη δὲ καὶ 45
Ἱστιαῖος ὁ γραμματικὸς διαλύειν αὐτοὺς ἐπιχειρῶν,
λάξ, οἶμαι, εἰς τοὺς ὀδόντας ὑπὸ τοῦ
Κλεοδήμου Δίφιλον εἶναι οἰηθέντος. ἕκειτο
γοῦν 1 ὁ ἄθλιος κατὰ τὸν αὑτοῦ Ὅμηρον “αἷμ᾿
ἐμέων.” πλὴν ταραχῆς γε καῖ δακρύων μεστὰ
ἦν πάντα. καὶ αἱ μὲν γυναῖκες ἐκώκυον τῷ
Χαιρέᾳ περιχυθεῖσαι, 2 οἱ δὲ ἄλλοι κατέπαυον.
μέγιστον δὲ ἦν ἁπάντων κακῶν ὁ Ἀλκιδάμας,
ἐπεὶ ἅπαξ τὸ καθ᾿ αὑτὸν ἐτρέψατο, παίων
τὸν προστυχόντα· καὶ πολλοὶ ἄν, εὖ ἴσθι, ἔπεσον
εἰ μὴ κατέαξε τὴν βακτηρίαν. ἐγὼ δὲ παρὰ τὸν
τοῖχον ὀρθὸς ἐφεστὼς ἑώρων ἕκαστα οὐκ ἀναμιγνὺς
ἑαυτὸν ὑπὸ τοῦ Ἱστιαίου διδαχθείς, ὡς
ἔστιν ἐπισφαλὲς διαλύειν τὰ τοιαῦτα. Λαπίθας
οὖν καὶ Κενταύρους εἶπες ἄν, εἰ εἶδες 3 τραπέζας
ἀνατρεπομένας καὶ αἷμα ἐκκεχυμένον καὶ σκύφους
ῥιπτομένους.

Τέλος δὲ ὁ Ἀλκιδάμας ἀνατρέψας τὸ λυχνίον 46
σκότος μέγα ἐποίησε, καὶ τὸ πρᾶγμα, ὡς τὸ εἰκός,
μακρῷ χαλεπώτερον ἐγεγένητο· καὶ γὰρ οὐ ῥᾳδίως
εὐπόρησαν φωτὸς ἄλλου, ἀλλὰ πολλὰ ἐπράχθη
καὶ δεινὰ ἐν τῷ σκότῳ. καὶ ἐπεὶ παρῆν τις λύχνον
 
 

 
ποτὲ κομίζων, κατελήφθη Ἀλκιδάμας μὲν τὴν
αὐλητρίδα ἀπογυμνῶν καὶ πρὸς βίαν συνενεχθῆναι
αὐτῇ σπουδάζων, Διονυσόδωρος δὲ ἄλλο τι
γελοῖον ἐφωράθη πεποιηκώς· σκύφος γὰρ ἐξέπεσεν
ἐκ τοῦ κόλπου ἐξαναστάντος αὐτοῦ, εἶτ᾿ ἀπολογούμενος
Ἴωνα ἔφη ἀνελόμενον ἐν τῇ ταραχῇ
δοῦναι αὐτῷ, ὅπως μὴ ἀπόλοιτο, καὶ ὁ Ἴων κηδεμονικῶς
ἔλεγε τοῦτο πεποιηκέναι.

Ἐπὶ τούτοις διελύθη τὸ συμπόσιον τελευτῆσαν 47
ἐκ τῶν δακρυων αὖθις ἐς γέλωτα ἐπὶ τῷ Ἀλκιδάμαντι
καὶ Διονυσοδώρῳ καὶ Ἴωνι. καὶ οἵ τε τραυματίαι
φοράδην ἐξεκομίζοντο πονήρως ἔχοντες,
καὶ μάλιστα ὁ πρεσβύτης ὁ Ζηνόθεμις ἀμφοτέραις
τῇ μὲν τῆς ῥινός, τῇ δὲ τοῦ ὀφθαλμοῦ
ἐπειλημμένος, βοῶν ἀπόλλυσθαι ὑπ᾿ ἀλγηδόνων,
ὥστε καὶ τὸν Ἕρμωνα καίπερ ἐν κακοῖς ὄντα—
δύο γὰρ ὀδόντας ἐξεκέκοπτο—ἀντιμαρτύρεσθαι
λέγοντα, “Μέμνησο μέντοι, ὦ Ζηνόθεμι, ὡς οὐκ
ἀδιάφορον ἡγῇ τὸν πόνον·” καὶ ὁ νυμφίος δὲ
ἀκεσαμένου τὸ τραῦμα τοῦ Διονίκου ἀπήγετο ἐς
τὴν οἰκίαν ταινίαις κατειλημένος τὴν κεφαλήν,
ἐπὶ τὸ ζεῦγος ἀνατεθεὶς ἐφ᾿ οὗ τὴν νύμφην ἀπάξειν
ἔμελλε, πικροὺς ὁ ἄθλιος τοὺς γάμους ἑορτάσας·
καὶ τῶν ἄλλων δὲ ὁ Διόνικος ἐπεμελεῖτο δὴ τὰ
δυνατά, καὶ καθευδήσοντες ἀπήγοντο ἐμοῦντες οἱ
πολλοὶ ἐν ταῖς ὁδοῖς. ὁ μέντοι Ἀλκιδάμας αὐτοῦ
ἔμεινεν· οὐ γὰρ ἠδυνήθησαν ἐκβαλεῖν τὸν ἄνδρα,
ἐπεὶ ἅπαξ καταβαλὼν ἑαυτὸν ἐπὶ τῆς κλίνης
πλαγίως ἐκάθευδε.

Τοῦτό σοι τέλος, ὦ καλὲ Φνίλων, ἐγένετο τοῦ 48
συμποσίου, ἢ ἄμεινον τὸ τραγικὸν ἐκεῖνο ἐπειπεῖν,
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ᾿ ἀέλπτως κραίνουσι θεοί,
καὶ τὰ δοκηθέντ᾿ οὐκ ἐτελέσθη·
ἀπροσδόκητα γὰρ ὡς ἀληθῶς ἀπέβη καὶ ταῦτα.
ἐκεῖνό γε μὴν 1 μεμάθηκα ἤδη, ὡς οὐκ ἀσφαλὲς
ἄπρακτον ὄντα συνεστιᾶσθαι τοιούτοις σοφοῖς.