Ὅτε ὁ Διόνυσος ἐπʼ Ἰνδοὺς στρατιὰν ἤλασε 1
—κωλύει γὰρ οὐδέν, οἶμαι, καὶ μῦθον ὑμῖν
διηγήσασθαι Bακ χικόν—φασὶν οὕτω καταφρονῆσαι
αὐτοῦ τὰ πρῶτα τοὺς ἀνθ ρώπους τοὺς ἐκεῖ,
ὥστε καταγελᾶν ἐπιόντος, μᾶλλον δὲ ἐλεεῖν τὴν
τόλμαν αὐτίκα μάλα συμπατηθησομένου ὑπὸ τῶν
ἐλεφαντων, εἰ ἀντιτάξαιτο. 1 ἤκουον γαρ, οἶμαι, τῶν
σκοπῶν ἀλλόκοτα ὑπὲρ τῆς στρατιᾶς αὐτοῦ
ἀγγελλόντων, ὡς ἡ μὲν φάλαγξ αὐτῷ καὶ οἱ λόχοι
γυναῖκες εἶεν ἕκφρονες καὶ μεμηνυῖαι, κιττῷ
ἐστεμμέναι, νεβρίδας ἐνημμέναι, δοράτια μικρὰ
ἔχουσαι ἀσίδηρα, κιττοποίητα καὶ ταῦτα, καί τινα
πελτάρια κοῦφα, βομβοῦντα, εἴ τις μόνον προσάψαιτο—ἀσπίσι
γὰρ εἴκαζον, οἶμαι, 2τὰ τύμπαναὁλίγους
δέ τινας ἀγροίκους νεανίσκους ἐνεῖναι, γυμμνούς,
κόρδακα ὀρχου μένους, οὐρὰς ἔχοντας, κεράστας,
οἷα τοῖς ἄρτι γεννηθεῖσιν ἐρίφοις ὑποφύεται.

και τὸν μὲν στρατηλάτην αὐτὸν ἐφʼ ἄρματος ὀχεῖσθαι 2
παρδάλεων ὑπεζευγμένων, ἀγένειον ἀκριβῶς,
οὐδʼ ἐπʼ ὀλίγον τὴν παρειὰν χνοῶντα, κερασφόρον,
βοτρύοις ἐστεφανωμένον. μίτρᾳ τὴν κόμην ἀναδεδεμένον,
 
 

 
ἐν ποοφυρίδι καὶ χρυσῇ ἐμβόδι· ὑποστραιηγεῖν
δὲ δύο, ἕνα μέν τιναβραχύν,πρεσβύτην,
ὑπόπαχυν, προγάστορα, ῥινόσιμον, ὦτα μεγάλα
ὄρθια ἔχοντα, ὑπότρομον, νάρθηκι ἐπερειδόμενον.
ἐπʼ ὅνου τὰ πολλὰ ἱππεύοντα, ἐν κροκαωτῷ καὶ
τοῦτον, πάνυ πιθανόν τινα συνταγματάρχην
αὐτοῦ ἔτερον δὲ τεράστιον ἄνθρωπον, τράγῳ τὰ
νέρθεν ἐοικότα, κομήτην τὰ σκέλη, κέρατα ἔχοντα,
βαθυπώγοωνα, ὀργίλον καὶ θυμικόν, θατέρᾳ μὲν
σύριγγα φέροντα, τῇ δεξιᾷ δὲ ῥάβδον καμπύην
ἐπηρμένον· καὶ περισκιρτῶντα ὅλον τὸ στρατόπεδον,
καὶ τὰ γύναια δὲ φοβεῖσθαι αὐτὸν καὶ σείειν
τἡνεμωμένας τὰς κόμας, ὁπότε προσίοι, καὶ βοᾶν
εὐοῖ· τοῦτο δʼ εἰκάζειν καλεῖσθαι αὐτῶν τὸν
δεσπότην. τὰς δʼ οὖν ποίμνας διηρπάσθαι ἤδη ὑπὸ
τῶν γυναικῶν καὶ διεσπάσθαι ἔτι ζῶντα τὰ
θρέμματα· ὠμοφάγους γάρ τινας αὐτὰς εἶναι.

Ταῦτα οἱ Ἰνδοὶ καὶ ὁ βασιλεῦς αὐτῶν ἀκούοντες 3
ἐγέλων, ὡς τὸ εἰκός, καὶ οὐδʼ ἀντεπεξάγειν ἢ
παρατάττεσθαι ἠξίουν, ἀλλʼ εἴπερ ἄρα, τὰς
γυναῖκας ἐπαφήσειν αὐτοῖς, εἰ πλησίον γένοιντο,
σφίσι δὲ καὶ νικᾶν αἰσχρὸν ἐδόκει καὶ φονεύειν
γύναια μεμηνότα καὶ θηλυμίτρην ἄρχοντα καὶ
μεθύον σμικρὸν γερόντιον καὶ ἡμίτραγον στρατιώτην
ἄλλον 1 καὶ γυμνήτας ὁρχησστάς, πάντας2
γελοίους. ἐπει δὲ ἤγγελτο πυρπολῶν ὁ θεὸς ἤδη
τὴν χώραν καὶ πόλεις αὐτάνδρους καταφλέγων
καὶ ἀνάπτων τὰς ὕλας καὶ ἐν βραχεῖ πᾶσαν τὴν
Ἰνδικὴν φλογὸς ἐμπεπληκώς—ὅπλον γάρ τι
 

 
Διονυσιακὸν τὸ πῦρ, πατρῷον αὐτῷ κἀκ τοῦ
κεραυνοῦ—ἐνταῦθα ἤδη σπουδῇ ἀνελάμβανον τὰ
ὅπλα καὶ τοὺς ἐλέφαντας ἐπισάξαντες καὶ ἐγχαλινώσαντες
καὶ τοὺς πύργους ἀναθέμενοι ἐπʼ αὐτούς
ἀντεπ ἐξήεσαν, καταφρονοῦντες μὲν καὶ τότε,
ὀργιζόμμενοι δὲ ὅμως καὶ συντρῖψαι σπεύδοντες
αὐτῷ στρατοπέδῳ τὸν ἀγένειον ἐκεῖνον στρατηλάτην.

ἐπεὶ δὲ πλησίον ἐγένοντο καὶ εἶδον ἀλλήλους, 4
οἱ μὲν Ἰνδοὶ προτάξαντες τοὺς ἐλέφαντας
ἐπῆγον τὴν φάλαγγα, ὁ Διόνυσος δὲ τὸ μέσον
μὲν αὐτὸς εἶχε. τοῦ κέρως δὲ αὐτῷ τοῦ δεξιοῦ μὲν
ὁ μιληνός, τοῦ εὐωνύμου δὲ ὁ Πὰν ἡγοῦντο
λοχαγοὶ δὲ καὶ ταξίαρχοι οἱ Σάτυροι ἐγκαθειστήκεσαν·
καὶ τὸ μὲν σύνθημα ἦν ἅπασι τὸ εὐοῖ.
εὐθὺς δὲ τὰ τύμπανα ἐπαταγεῖτο καὶ τὰ κύμβαλα
τὸ πολεμικὸν ἐσήμαινε καὶ τῶν Σατύρων τις
λαβὼν τὸ κέρας ἐπηύλει τὸ ὄρθιον καὶ ὁ τοῦ
Σιληνοῦ ὄνος ἐνυάλιόν τι ὠγκήσατο καὶ αἱ
Μαινάδες σὺν ὀλολυγῇ ἐνεπήδησαν αὐτοῖς δράστήκεσαν·
ὑπεζωσμέναι κὰκ τῶν θύρσων ἄκρων ἀπογνμνοῦσαι
τὸν σίδηρον. οἱ Ἰνδοὶ δὲ καὶ οἱ
ἐλέφαντες αὐτῶν αὐτίκα ἐγκλίναντες σὺν οὐδενὶ
κόσμῳ ἔφευγον οὐδʼ ἐντὸς βέλους γενέσθαι
ὑποιιείναντες, καὶ τέλος κατὰ κράτος ἑαλώκεσαν
καὶ αἰχμάλωτοι ἀπήγοντο ὑπὸ τῶν τέως καταγελωμένων,
ἔργῳ μαθόντες ὡς οὐκ ἐχρῆν ἀπὸ τῆς
πρώτης ἀκοῆς καταφρονεῖν ξένων στρατοπέδων.

Ἁλλὰ τί πρὸς τὸν Διόνυσον ὁ Διόνυσος 5
οὗτος; εἴποι τις ἄν. ὅτι μοι δοκοῦσι—καὶ πρὸς
Χαρίτων μή με κοριυβαντιᾶν ἢ τελέως μεθύειν
ὑπολάβητε, εἰ τἀμὰ εἰκάζω τοῖς θεοῖς—ὅμοιόν τι
πάσχειν οἱ πολοὶ πρὸς τοὺς καινοὺς τῶν λόγων
τοῖς Ἰνδοῖς ἐκείνοις, οἷον καὶ πρὸς τοὺς ἐμούς·
οἰόμενοι γὰρ σατυρικὰ καὶ γελοῖά τινα καὶ κομιδῇ
κωμικὰ παρʼ ἡμῶν ἀκούσεσθαι—τοιαῦτα γὰρ πεπιστεύκασιν,
οὐκ οἶδ’ ὅ τι δόξαν αὐτοῖς ὑπὲρ ἐμοῦ
—οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἀφικνοῦνται, ὡς οὐδὲν
δέον παρέχειν τὰ ὦτα κώμοις γυναικείοις καὶ σκιρτήμασι
σατυρικοῖς καταβάντας ἀπὸ τῶν ἐλεφάντήμασι
των, οἱ δὲ ὡς ἐπὶ τοιοῦτό τι ἥκοντες ἀντὶ τοῦ
κιττοῦ σίδηρον εὑρόντες οὐδʼ οὕτως ἐπαινεῖν
τολμαοῶσι τῷ παραδόξῳ τοῦ πράγματος τεθορυβημνοι.
ἀλλὰ θαρρῶν ἐπαγγέλλομαι αὐτοῖς,
ὅτι ἢν καὶ νῦν ὡς πρότερόν ποτε τὴν τελετὴν
ἐθελήσωσιν ἐπιδεῖν πολλάκις καὶ ἀναμνησθῶσιν
οἱ παλαιοὶ συμτπόται κώμων κοινῶν τῶν τότε
καιρῶν καὶ μὴ καταφρονήσωσιν τῶν Σατύρων
καὶ Σιληνῶν, πίωσι δὲ ἐς κόρον τοῦ κρατῆρος
τούτου, ἔτι βακχεύσειν2 καὶ αὐτοὺς καὶ πολλάκις
μεθʼ ἡμῶν ἐρεῖν τὸ εὐοῖ.

οὖτοι μὲν οὖν—ἐλεύθερον 6
γὰρ ἀκοή—ποιούντων ὅ τι καὶ φίλον.
Ἐγὼ δέ, ἐπειδήπερ ἔτι ἐν Ἰνδοῖς ἐσμέν, ἐθέλω
καὶ ἄλλο ὑμῖν διηγήσασθαί τι τῶν ἐκεῖθεν, οὐκ
 
 

 
ἀπροσδιόνυσον οὐδʼ αὐτό, οὐδʼ ὧν ποιοῦμεν ἀλλότριον.
ἐν Ἰνδοῖς τοῖς Μαχλαίοις, οἳ τὰ λαιὰ τοῦ
νδοῦ ποταμοῦ, εἰ κατὰ ῥοῦν αὐτοῦ βλέποις,
ἐπινεμόμενοι μέχρι πρὸς τὸν Ὠκεανὸν καθήκουσι,
παρὰ τούτοις ἄλσος ἐστὶν ἐν περιφράκτᾳῳ, οὐ
πάνυ μεγάληῳ χωρίῳ, συνηρεφεῖ δέ· κιττὸς γὰρ
πολὺς καὶ ἄμπελοι σύσκιον αὐτὸ ἀκριβῶς ποιοῦσιν.
ἐνταῦθα πηγαί εἰσι τρεῖς καλλίστου καὶ
διειδεστάτου ὕδατος, ἡ μὲν Σατύρων,1 ἡ δὲ Πανός,
ἡ δὲ Σιληνοῦ. καὶ εἰσέρχονται εἰς αὐτὸ οἱ Ἰνδοὶ
ἅπαξ τοῦ ἔτους ἑορτάζοντες τῷ θεῷ, καὶ πίνουσι
τῶν πηγῶν, οὐχ ἀπασῶν ἅπαντες, ἀλλὰ καθʼ
ἡλικίαν, τὰ μὲν μειράκια τῆς τῶν Σατύρων, οἱ
ἄνδρες δέ τῆς Πανικῆς, τῆς δὲ τοῦ Σιληνοῦ οἱ κατʼ
ἐμέ.

Ἃ μὲν οὖν πάσχουσιν οἱ παῖδες ἐπειδὰν 7
πίωσιν, ἢ οἶα οἱ ἄνδρες τολμῶσι κατεχόμενοι
τῷ Πανί, μακρὸν ἂν εἴη λέγειν· ἃ δʼ οἱ γέροντες
ποιοῦσιν, ὅταν μεθυσθῶσιν τοῦ ὕδατος, οὐκ
ἀλλότριον εἰπεῖν· ἐπειδὰν πίῃ ὁ γέρων καὶ
κατάσχῃ αὐτὸν ὁ Σιληνός, αὐτίκα ἐπὶ πολὺ
ἄφωνός ἐστι καὶ καρηβαροῦντι καὶ βεβαπτισμένῳ
ἔοικεν, εἶτα ἄφτ ω φωνή τε λαμπρὰ καὶ φθέγμα
τορὸν καὶ πνεῦμα λιγυρὸν ἐγγίγνεται αὐτῷ καὶ
λαλίστατος ἐξ ἀφονοτάτου ἐστίν, οὐδʼ ἂν ἐπιστομίσας
παύσειας αὐτὸν μὴ οὐχὶ συνεχῆ λαλεῖν
καὶ ῥήσεις μακρὰς συνείρειν. συνετὰ μέντοι
πάντα καὶ κόσμια καὶ κατὰ τὸν Ὁμήρου ἐκεῖνον
ῥήτορα· νιφάδεσσι γὰρ ἐοικότα χεμερίῃσι διεξέρχονται,
οὐδʼ ἀποχρήσει σοι κύκνοις κατὰ τὴν
 

 
ἡλικίαν εἰκάσαι αὐτούς, ἀλλὰ τεττιγῶδές τι
πυκνὸν καὶ ἐπίτροχον συνάπτουσιν ἄχρι βαθείας
ἑσπέρας. τοὐντεῦθεν δὲ ἤδη ἀφεθείσης αὐτοῖς
τῆς μέθης σιωπῶσι καὶ πρὸς τὸ ἀρχαῖον ἀνατρέχουσι.
τὸ μέντοι παραδοξότατον οὐδέπω
εἰπον· ἢν γὰρ ἀτελῆ ὁ γέρων μεταξὺ καταλίπῃ
ὃν διεξῃει τὸν λόγον, δύντος ἡλίου κωλυθεὶς ἐπὶ
πέρας αὐτὸν ἐπεξελθεῖν, ἐς νέωτα πιὼν αὖθις
ἐκεῖνα συνάπτει ἃ πέρυσι λέγοντα ἡ μέθη αὐτὸν
κατέλιπεν.

Ταῦτά μοι κατὰ τὸν Μῶμον εἰς ἐμαυτον ἀπεσκώφθω, 8
καὶ μὰ τὸν Δί᾿ οὐκ ἂν ἔτι ἐπαγάγοιμι τὸ
ἐπιμύθιον· ὁρᾶτε γὰρ ἤδη καθʼ ὅ τι τῷ μύθῳ
ἔοικα. ὥστε ἢν μέν τι παραπαίωμεν, ἡ μέθη αἰτία·
εἰ δὲ πινυτὰ δόξειε τὰ λεγόμενα, ὁ Σιληνὸς ἄρα
ἦν ἵλεως.